23
ἡμῖν τὴν ὁδόν· πολλῷ μᾶλλον εἰς τὸν οὐρανὸν ἀποδημεῖν μέλλοντες, χρείαν ἔχομεν τῆς ἄνωθεν ῥοπῆς, ἵνα καὶ δείξῃ καὶ στηρίξῃ καὶ χειραγωγήσῃ· πολλαὶ γὰρ ἀτραποὶ αἱ ἐκτρέπουσαι. ∆ιὰ τοῦτο ἐχώμεθα τῆς δεξιᾶς τοῦ Θεοῦ. Ἕνεκα τῶν ἐχθρῶν μου. Πολλοὶ ἐπανέστησαν, φησὶ, πολέμιοι βουλόμενοί μου παρεκκλῖναι τὰ διαβήματα, καὶ πλανῆσαι, καὶ πρὸς ἑτέραν ὁδὸν ἀγαγεῖν. Ἐπεὶ οὖν τοιαῦται αἱ ἐπιβουλαὶ, τοιαῦται αἱ ἔφοδοι, ὁδήγησόν με αὐτός. Τῆς γὰρ παρὰ σοῦ χρείαν ἔχω συμμαχίας. Ἀλλὰ τὸ μὲν ὁδηγηθῆναι, αὐτοῦ γίνεται· τὸ δὲ ἄξιον εἶναι τοῦ κρατηθῆναι ὑπὸ τῆς χειρὸς ἐκείνης, τῆς ἡμετέρας γενέσθω σπουδῆς. Ἂν γὰρ ᾖς ἀκάθαρτος, οὐ κατέχει σε ἡ χεὶρ ἐκείνη· ἂν ᾖς πλεονέκτης, ἂν ἑτέραν τινὰ κηλῖδα ἔχων. Κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου· τουτέστι, δήλην μοι ποίησον, σαφῆ, γνωρίμην· ὀρθοτόμησον αὐτὴν παρ' ἐμοί. Ἕτερος δὲ ἑρμηνευτὴς εἶπεν· Ὁμάλισον ἔμπροσθέν μου τὴν ὁδόν σου· τουτέστι, ῥᾳδίαν ποίησον, εὔκολον. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Ἐμοὶ δοκεῖ καὶ περὶ τῶν ἐν πλάνῃ διαγόντων ταῦτα λέγειν, τό τε στόμα διαβάλλουσα, καὶ τὴν διάνοιαν ὡς ἐρήμην παντὸς ἀγαθοῦ· καὶ περὶ τῶν ἐν πονηρίᾳ ζώντων. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἤτοι τὸ φονικὸν ἐνταῦθα λέγει, ἢ τὸ νεκρὰ προσφέρειν δόγματα, καὶ δυσώδη. Οὐκ ἄν τις ἁμάρτοι, καὶ τῶν αἰσχρὰ φθεγγομένων ῥήματα τὰ στόματα οὕτω καλέσας, τάφον ἀνεῳγμένον. Πολὺ γὰρ 55.68 τῆς αἰσθητῆς δυσωδίας ἐκείνη χαλεπωτέρα, ἀπὸ σηπεδόνος τικτομένη ψυχῆς· καὶ τῶν πλεονεκτῶν τὰ στόματα τοιαῦτα, ὅταν μηδὲν ὑγιὲς προφέρωσιν, ἀλλὰ φόνους καὶ ἁρπαγάς. Μὴ τοίνυν ἔστω τάφος τὸ στόμα σου, ἀλλὰ θησαυρός. Πολὺ γὰρ οἱ θησαυροὶ διενηνόχασι τῶν τάφων, ὅτι ἐκεῖνοι μὲν φθείρουσιν ὅπερ ἂν λάβωσιν, οὗτοι δὲ διατηροῦσιν. Ἔχε τοίνυν καὶ σὺ πλοῦτον φιλοσοφίας ἀεὶ μένοντα, ἀλλὰ μὴ δυσωδίαν τινὰ καὶ σηπεδόνα. Καὶ οὐχ ἁπλῶς εἶπε, τάφον, ἀλλ', ἀνεῳγμένον, ὥστε καὶ πλείονα δηλῶσαι τὴν βδελυγμίαν γίνεσθαι. ∆έον γὰρ κρύπτειν τὰ τοιαῦτα ῥήματα, οἱ δὲ καὶ ἐκφέρουσιν, ὥστε μᾶλλον αὐτῶν τὴν νόσον ἐνδείκνυσθαι. Καὶ ἐπὶ μὲν τῶν νεκρῶν σωμάτων τὸ ἐναντίον ποιοῦντες, τῇ γῇ παραδίδομεν· οὗτοι δὲ ἐπὶ τῶν ῥημάτων τούτων τὸ ἐναντίον ἐργάζονται, καὶ ὃ δέον κατακρύπτειν κάτω ἐν τῷ βάθει τῆς καρδίας καὶ ἀποπνίγειν, ἐκφέροντες, καὶ πολλοὺς παραβλάπτοντες, καὶ προτιθέντες πᾶσιν ὁρᾷν. Ἀλλ' ἐλαύνωμεν τοὺς τοιούτους, παρακαλῶ. Εἰ γὰρ τὰ νεκρὰ σώματα ἔξω τῆς πόλεως καταθάπτομεν, πολλῷ μᾶλλον τοὺς τὰ νεκρὰ ῥήματα, καὶ τοὺς τὰ τοιαῦτα ἐκφέροντας, καὶ οὐδὲ συσκιάσαι βουλομένους πόῤῥω που κατοικίζειν χρή· ἐπειδὴ κοινὴ τῆς πόλεως λύμη τὰ τοιαῦτα στόματά ἐστιν. Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Εἶδες ἕτερον κακίας εἶδος. Οἱ μὲν ἐν τῇ διανοίᾳ κατακρύπτουσι τὸν δόλον, ῥήματα προσηνῆ προσφέροντες· οἱ δὲ τοσαύτῃ κέχρηνται τῇ δεινότητι, ὡς ἐν αὐτοῖς τοῖς ῥήμασι συσκιάζειν τὴν πονηρίαν, καὶ ῥάπτειν δόλους καὶ ἐπιβουλάς. Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Ὅρα κἀνταῦθα τὴν ἡμερότητα τῆς εὐχῆς. Οὐ γὰρ εἶπε, Κόλασον, ἀλλὰ, Κρῖνον αὐτοὺς, καὶ παῦσον τῆς πονηρίας· ἀνήνυτα αὐτῶν ποίησον τὰ μηχανήματα· ὅπερ καὶ ὑπὲρ αὐτῶν εὔχεσθαί ἐστι, τοῦ μηκέτι προϊέναι τὰ τῆς κακίας αὐτοῖς. Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε. Τουτέστιν, Οὐδέν μοι μέλει τῶν εἰς ἐμὲ γενομένων, ἀλλ' ὑπὲρ τῶν σῶν ἀλγῶ. Τοῦτο γὰρ μάλιστα φιλοσόφου ψυχῆς, ὑπὲρ μὲν τῶν οἰκείων μὴ ἀμύνεσθαι, ὑπὲρ δὲ τῶν εἰς Θεὸν γινομένων σφόδρα ἐπεξιέναι. Τούτων τἀναντία πολλοὶ ποιοῦσι, τὰ μὲν τοῦ Θεοῦ παρορῶντες, τὰ δὲ ἑαυτῶν μετὰ πολλῆς ἐκδικοῦντες τῆς σφοδρότητος, ἀλλ' οὐχ οἱ ἅγιοι οὕτως, ἀλλὰ σφοδροὶ τιμωροὶ τῶν εἰς Θεὸν γινομένων ἦσαν, τὰ δὲ ἑαυτῶν παρεώρων. Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ. Ὅρα τῆς εὐχῆς τὸ κέρδος. Κἀκεῖνοι βελτίους ἔσονται, καὶ