θέματος ἐξουσίαν ὁ στρατηγὸς ἐκέκτητο, κρίνων τοὺς ἐγκαλοῦντας ἐπὶ τοῖς στρατιωτικοῖς πράγμασι καὶ διοικῶν τὰ ἐν τῷ θέματι ἀνακύπτοντα, ἔχων συνεργὸν τὸν κριτὴν καὶ παρ' αὐτοῦ συνεργούμενος, συνεργῶν δὲ καὶ τῷ πρωτονοταρίῳ καὶ τοῖς ἄλλοις τοῖς τὰς τοῦ δημοσίου δουλείας ἐγκεχειρισμένοις. Εἶχε δὲ καὶ ὁ τουρμάρχης τῆς ἰδίας αὐτοῦ τούρμας παρὰ τοῦ νόμου καὶ τῆς βασιλικῆς προστάξεως ἐπ' ἐξουσίας τὰς κρίσεις κατὰ τοὺς ἐπικρατήσαντας τύπους καὶ τὰ τούτων προνόμια. 19.9 Εἰ μὲν οὖν τὴν πάλαι κατάστασιν ὁ τῶν ἁγίων βασιλέων λάβῃ στρατός, καὶ τὰ λυποῦντα καὶ εἰς πενίαν αὐτοὺς ἄγοντα πόρρω γένωνται τούτων, μεγάλην λήψονται προθυμίαν καὶ χαρὰν καὶ ἀγαλλίασιν, καὶ γενναιότεροι καὶ εὐτολμότεροι ἔσονται, ἀκαταγώνιστοί τε καὶ ἀκαταμάχητοι τοῖς πολεμίοις ὀφθήσονται· καὶ τούτων οὕτως γινομένων οὐ μόνον τὰς ἰδίας οἱ ἅγιοι ἡμῶν βασιλεῖς ἐκδικήσουσι χώρας, ἀλλὰ καὶ ἑτέρας πλείστας τῶν πολεμίων καθυποτάξουσιν. 20.τ Περὶ τῶν ἐγχρονιζόντων πολεμίων κατὰ τῆς χώρας ἡμῶν, ἵνα ἡμέτερος στρατὸς κατὰ τῆς χώρας αὐτῶν ἐπέλθῃ 20.1 Τῶν πολεμίων μετὰ μεγάλης καὶ βαρείας δυνάμεως τὰς χώρας ἡμῶν περιπολούντων, ἐκτριβόντων τε καὶ ἀφανιζόντων καὶ πολιορκίας κάστρων διαβαθύνειν διαμελετώντων, φυλαττομένων δὲ τοῦ μὴ παρὰ τῶν ῥωμαϊκῶν στρατευμάτων ἐνεδρευθῆναι, ἀλλὰ μᾶλλον αὐτοὺς ἐνεδρεῦσαι μηχανωμένων, εἰ μὴ ἀξιόλογος ῥωμαϊκὴ δύναμις εἰς ἀντιπαράταξιν τούτων ἐστίν, δυναμένη τούτους καταγωνίσασθαι, τοῦτο δεῖ σε, ὦ στρατηγέ, διαπράξασθαι, ὅπερ καὶ ἐν τοῖς ἄνω χρόνοις γέγονε, καθὼς ἡ συντεθεῖσα στρατηγικὴ βίβλος παρὰ τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως Λέοντος διαλαμβάνει· ᾗ καὶ οἱ ἐντυχόντες σαφῶς τὰ περὶ τῶν λεχθησομένων ἐπίστανται. 20.2 Τὸ γὰρ κατ' ἐκεῖνο καιροῦ ὁ τῶν Κιλίκων ἅπας λαὸς μετὰ βαρείας δυνάμεως κατὰ τοῦ θέματος τῶν Ἀνατολικῶν ἐξελθὼν καὶ τὸ κάστρον Μισθείας σφοδρῶς πολιορκῶν, τῷ τηνικαῦτα ἀρχηγῷ τοῦ στρατοῦ ὁ βασιλεύων προστέταχε μετὰ τῶν θεμάτων καὶ ταγμάτων κατὰ τῆς τῶν Κιλίκων χώρας ἐπιστρατεῦσαι, δύο δὲ τῶν στρατηγῶν τοῦ τε Ἀνατολικοῦ καὶ τοῦ Ὀψικίου ὑπολείπεσθαι τοῦ πρὸς ἐκδίκησιν, ὡς οἷόν τε, τοῦ τε κάστρου καὶ τῆς λοιπῆς χώρας τοῖς πολεμίοις ἀντικαθίστασθαι. 20.3 Ὁ μέντοι τῶν στρατευμάτων δημαγωγόςἦν δὲ τότε Νικηφόρος, ᾧ ἐπίκλησις Φωκᾶςδιὰ τῆς ὁδοῦ τῆς τοῦ Μαυριανοῦ λεγομένης κατὰ τῆς χώρας Ἀδάνης τὴν ἐπέλευσιν ποιησάμενος λείαν ὅτι πλείστην ἠλάσατο. Τούτῳ πρὸς συνάντησιν λαὸς ὁ τῆς Ἀδάνης ἐξῆλθε καί, ὡς ἀπὸ μιλίων δύο τῆς πόλεως αὐτῶν ἀντιταξάμενοι, ἅμα τῷ συμπεσεῖν ἀλλήλοις νῶτα μεταβαλόντες οἱ τοῦ Ἰσμαὴλ ἀκόσμῳ φυγῇ καὶ σποράδην εὐθὺ τῆς πόλεως ὥρμησαν. Ὁ δέ γε τῶν ῥωμαϊκῶν στρατευμάτων ἡγούμενος ὅσους τῶν Ἰσμαηλιτῶν ἔνδον πυλῶν γενέσθαι μὴ δυνηθέντας εὗρε, τοὺς μὲν μαχαίρᾳ συνέκοψε, τοὺς δὲ πρὸς δουλείαν ἠγάγετο· τοῦ δὲ ἄστεος ἐγγύθι στρατοπεδευσάμενος, ἀμπελώνων καὶ δένδρων τὰ ἔγκαρπα ἅπαντα κατατεμῶν τό τε πέριξ τῆς πόλεως λαμπρόν τε καὶ εὔκοσμον ἀπημαύρωσε. 20.4 Τῇ δὲ ὑστεραίᾳ ἄχρι θαλάσσης ἐπιδραμὼν ὁ λαὸς αὐτοῦ, αἰχμαλωσίαν ὅτι πλείστην καὶ κτήνη πάμπολλα ἀναλαβόμενος καὶ δι' ὅλης τῆς ἡμέρας ὁδοιπορήσας, ἐν τῷ Κύδνῳ ποταμῷ, ὃς καὶ Ἱέραξ ἐγχωρίως κέκληται, ἔξωθεν τῆς γεφύρας ἐν ᾗ ἡ ὁδὸς πρὸς Ἄδανα φέρει, ἠπλήκευσε. Τῇ δὲ ἐπιούσῃ ἀπάρας ἐκεῖθεν τὴν ἰδίαν καταλήψεσθαι ἐπορεύετο. 20.5 Τὴν τῶν Ῥωμαίων τοίνυν οἱ τὴν Μίσθειαν περικαθήμενοι πολέμιοι κατὰ τῆς ἑαυτῶν χώρας ἐπίθεσιν ἀκουτισθέντες, τὴν πολιορκίαν λύσαντες τάχει πολλῷ πρὸς ἐκδίκησιν τῆς ἰδίας χώρας ὑπέστρεψαν· ἀλλ' ἀπρακτήσαντες τῶν ἀμφοτέρων διήμαρτον· ὁ γὰρ τῶν ῥωμαϊκῶν στρατευμάτων ἡγούμενος μετὰ πολλῶν σκύλων τε καὶ λαφύρων καὶ ἀνδραπόδων διὰ τῆς ὁδοῦ τοῦ Καρυδίου λεγομένης τὰ Ῥωμαίων ἤθη κατέλαβε. 20.6 Πρὸς τούτῳ δὲ καὶ οἱ στρατηγήσαντες τῶν Ἀνατολικῶν καὶ Καππαδοκίας ἐν τοῖς ἄνω χρόνοις, τῶν Ταρσιτῶν κατὰ τῆς ῥωμαϊκῆς χώρας τὴν ἐξέλευσιν ποιουμένων, δι' ἄλλης ὁδοῦ