24
στήσονται τῆς πονηρίας· καὶ ἕτεροι πολλῆς ἀπολαύσονται τῆς ἡδονῆς, τήν τε ἐκείνων μεταβολὴν ὁρῶντες, καὶ τὴν εἰς τὸ βέλτιον μετάθεσιν, καὶ ἑτέρους σπουδαιοτέρους ταύτῃ γινομένους. Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Αὕτη γὰρ μάλιστα ἡ χαρὰ διηνεκής· ὡς αἵ γε ἄλλαι τῶν ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον διάκεινται, ὁμοῦ τε φαινόμεναι καὶ παραῤῥέουσαι· ἡ δὲ κατὰ Θεὸν εὐφροσύνη μένει καὶ πέπηγε, διαρκής τέ ἐστι καὶ μόνιμος, οὐδεμιᾷ τῶν ἀδοκήτων περιστάσεων διακοπτομένη, ἀλλ' ὑψηλοτέρα γινομένη δι' αὐτῶν τῶν κωλυόντων. Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἐμαστιγοῦντο, καὶ ἔχαιρον· καὶ ὁ Παῦλος ἐθλίβετο, καὶ ἐσκίρτα· τελευτᾷν ἔμελλε, καὶ κοινωνοὺς ἐκάλει τῆς ἡδονῆς, λέγων· Ἀλλ' εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς 55.69 χαίρετε καὶ συγχαίρετέ μοι. Τοῖς οὕτως ἡδομένοις ὁ Θεὸς συνοικεῖ. ∆ιὸ καὶ αὕτη οὕτω φησίν· Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Τοῦτο αὐτὸ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγε, τὸ ἀκατάλυτον τῆς ἡδονῆς ἐμφαίνων· Πάλιν ὄψομαι ὑμᾶς, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει. Καὶ Παῦλος πάλιν· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε. Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Τούτοις γὰρ μάλιστα ἔστι καυχᾶσθαι μόνοις, τούτοις χαίρειν, τούτοις εὐφραίνεσθαι· ὡς ὅγε ἐπὶ τοῖς βιωτικοῖς καλλωπιζόμενος, οὐδὲν διενήνοχε τῶν ἐν ὀνείρῳ τρυφώντων. ʹ. Τί γὰρ, εἰπέ μοι, τῶν ἀνθρωπίνων τοιοῦτόν ἐστιν, οἷον παρέχειν καυχᾶσθαι; Ῥώμη σώματος; Ἀλλ' οὐκ ἔστι προαιρέσεως τὸ κατόρθωμα, διὸ καὶ τοῦ καυχᾶσθαι ἐστέρηται· ἄλλως δὲ καὶ μαραίνεται καὶ διαπίπτει ταχέως, πολλάκις δὲ καὶ τὸν ἔχοντα ἔβλαψεν, οὐκ εἰς δέον ταύτῃ χρησάμενον. Τοῦτο καὶ ἐπὶ ὥρας καὶ ἐπὶ εὐμορφίας ἔστιν εἰπεῖν, καὶ ἐπὶ πλούτου, καὶ ἐπὶ δυναστείας, καὶ ἐπὶ τρυφῆς, καὶ ἐπὶ πάντων τῶν βιωτικῶν. Τὸ δὲ ἐπὶ τῷ Θεῷ καυχᾶσθαι, καὶ τῇ ἀγάπῃ τῇ εἰς αὐτὸν, κόσμος ἁπάντων μείζων, καὶ λαμπρότης ὑπερβαίνουσα μυρία διαδήματα, κἂν δεσμώτης ὁ καυχώμενος ᾖ. Οὗτος ὁ κόσμος οὐ νόσῳ, οὐ γήρᾳ, οὐ πραγμάτων περιστάσει, οὐκ ἀνωμαλίᾳ καιρῶν, οὐκ αὐτῷ διατέμνεται τῷ θανάτῳ, ἀλλὰ καὶ τότε διαλάμπει μειζόνως. Ὅτι σὺ εὐλογήσεις δίκαιον. Ἐπειδὴ πολλοὶ τῶν οὕτω διακειμένων παρὰ ἀνθρώπων κακίζονται καὶ καταγελῶνται, καὶ μάλιστα οἱ ἀρετὴν μετιόντες· ἵνα μηδεὶς τῶν παχυτέρων ἐκ τούτων καταπίπτῃ, ὅρα πῶς ἀνέχει τὴν διάνοιαν αὐτοῦ λέγων· Ὅτι σὺ εὐλογήσεις δίκαιον. Τί γὰρ βλάβος ἀνθρώπων καταφρονούντων καὶ τῆς οἰκουμένης ἁπάσης, ὅταν ὁ τῶν ἀγγέλων ∆εσπότης ἐπαινῇ καὶ ἀνακηρύττῃ; Ὥσπερ οὖν αὐτοῦ μὴ εὐλογοῦντος, κἂν ἅπαντες ἐπαινῶσιν οἱ γῆν οἰκοῦντες καὶ θάλασσαν, οὐδὲν ὄφελος. Τοῦτο τοίνυν πανταχοῦ σκοπῶμεν, ὅπως αὐτὸς ἡμᾶς ἀνακηρύξῃ, ὅπως αὐτὸς στεφανώσῃ. Κἂν τοῦτο ᾖ, πάντων ἐσμὲν ὑψηλότεροι, κἂν ἐν πενίᾳ, κἂν ἐν νόσῳ, κἂν ἐν τοῖς ἐσχάτοις ὦμεν κακοῖς. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ καὶ ἐν κοπρίᾳ καθήμενος καὶ τῷ ἰχῶρι τῶν τραυμάτων ἡλκωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, καὶ παρὰ οἰκετῶν ἐμπτυόμενος, καὶ παρὰ φίλων, καὶ παρὰ ἐχθρῶν, καὶ παρὰ γυναικὸς ἐπιβουλευόμενος, καὶ εἰς πενίαν, καὶ εἰς λιμὸν, καὶ εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριστότερος ἦν. Πῶς; Ἐπειδὴ ὁ Θεὸς αὐτὸν ηὐλόγει λέγων· Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Πάλιν εἰς εὐχαριστίαν κατέληξεν, εὐχαριστηρίους ἀναφέρων ὕμνους τῷ Θεῷ. Τί δέ ἐστιν ὅπλον εὐδοκίας; Ὅπλον ἄριστον, ὅπλον κατὰ γνώμην Θεοῦ, ὅπλον κάλλιστον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Συμ 55.70 μαχίᾳ καλλίστῃ ἡμᾶς ἐτείχισας. Ἕτερος δὲ λέγων ἑρμηνευτὴς, Στεφανώσεις αὐτὸν, περὶ τοῦ δικαίου εἰρῆσθαι τοῦτο διδάσκει· ὅτι Στεφανώσεις αὐτὸν τὸν δίκαιον, τουτέστιν, ἡ σὴ εὐαρέστησις ἀντὶ ὅπλου