οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον ἑτέρως ἢ οὕτως· εἶπε τὴν φύσιν, ὅθεν ἐκ γῆς ἐκ ταύτης καὶ οἱ ἐπουράνιοι καὶ οἱ λεγόμενοι χοϊκοί· ἀλλ' οὐκέτι χοϊκοὶ ἑκάτεροι. δεῖ τοίνυν προσέχειν ὅτι ὁ μὲν κύριος ἐξ οὐρανοῦ λέγεται οὐχ οἱ ἐπουράνιοι, οἱ δὲ οὐράνιοι ἀπὸ γῆς οὐχ ὁ ἐξ οὐρανοῦ κύριος. εἰκόνα χοϊκοῦ λέγει τὴν ἀναστροφὴν τὴν χοϊκήν, εἰκόνα ἐπουρανίου τὴν ἐπουράνιον πολιτείαν, ἀντὶ τοῦ ἐμιμησάμεθα τὴν παρακοὴν τοῦ Ἀδάμ, μιμησώμεθα καὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὴν ὑπακοὴν ὑπακούσαντες. 277 1 Kor 15,50 Κατὰ τῆς ἀναστάσεως τοῦτο ἕλκουσι πολλοὶ τῶν αἱρετικῶν ὑπὸ πολλῆς ἀνοίας· οὐ γὰρ εἶπεν ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀνίσταται, ἀλλὰ βασιλείαν θεοῦ οὐ κληρονομήσει. τῆς βασιλείας τοῦ υἱοῦ τοῦ θεοῦ ἀπέκλεισεν, οὐ τῆς ἀναστάσεως τὴν χάριν. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι σὰρξ σὰρξ οὖσα οὐ κληρονομεῖ, καὶ αἷμα αἷμα ὂν οὐ κληρονομεῖ· ἕως γὰρ ἡ σὰρξ σάρξ ἐστι, φθαρτή ἐστιν· λοιπὸν δὲ ἐνδυσαμένη ἀφθαρσίαν τῆς σαρκὸς ἀποθεμένη τὴν ἀσθένειαν ἕτερόν τι γίνεται, τοῦτ' ἔστιν ἄφθαρτον. Ἀπέδειξεν ὃ ἔλεγεν πρὸ τούτου· ἀφθαρσίαν γὰρ καλεῖ τὴν βασιλείαν, φθορὰν δὲ τὴν ἐν τῷ αἰῶνι τούτῳ θνητότητα. τὰ οὖν ἐναντία τῶν ἐναντίων οὐ γίνεται κληρονόμα. 1 Kor 15,52 Ἐδήλωσεν ὅτι πολλαί εἰσι σάλπιγγες· ἐσχάτης γὰρ μνημονεύσας καὶ τὰς πρώτας συνέθηκεν. Καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. εἰ ἄφθαρτοι οἱ νεκροί, καὶ αὐτοὶ ἀλλαγήσονται δηλονότι. τίς χρεία καὶ ἡμεῖς ἀλλαγησόμεθα; ἢ πάντως που τὸ μὲν ἄφθαρτον κοινὸν εἶπεν πάντων, τὸ δὲ ἀλλαγησόμεθα τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν αἰνίττεται νῦν· διὸ καὶ ἡμεῖς εἶπε περὶ τῶν δικαίων. Εἰπὼν τοῦτο καὶ δείξας τὸ σῶμα περιέκλεισε τοὺς αἱρετικοὺς τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν σαρκὸς ἀλλὰ ψυχῆς· οὗτοι γὰρ καὶ περὶ αὐτὴν τὴν θείαν οἰκονομίαν ἀσεβοῦσιν οἰόμενοι μὴ ἀληθείᾳ ἀλλὰ φαντασίᾳ ἀνειληφέναι τὸν Χριστὸν τὴν σάρκα, ὅπερ ἀνόητον. εἰ γὰρ σάρκα οὐκ εἶχεν, τί τὸ ἀποθανὸν καὶ ταφὲν καὶ ἀναστάν; εἰ δὲ φαντασίᾳ ταῦτα, οὐκοῦν καὶ ἡμεῖς φαντασίᾳ ἀποθνῄσκομεν. τὸ μὲν οὖν ἄφθαρτον κοινὸν τῶν ἐγερθησομένων, τὸ δὲ ἀλλαγῆναι μόνον ἴδιον τῶν ἁγίων, ὅπερ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐμφαίνει. τὸ δὲ ἡμεῖς περιττόν, εἰ μή που βούλεται σημᾶναι περὶ τῶν ἁγίων, ἀντὶ τοῦ οἱ περὶ ἡμᾶς δίκαιοι, ὡς καὶ ἀλλαχοῦ εἰπὼν ὅτι ἡμεῖς οἱ ζῶντες, τοὺς περὶ αὐτὸν ἁγίους ἐσήμανεν. 1 Kor 16,1 Λογία λέγεται ἡ κατὰ συλλογὴν γενομένη συνεισφορὰ εἰς παραμυθίαν πενήτων.