25
γίνεται, καὶ ὅπλου καλλίστου· ἢ ἐκεῖνο· ὅτι Συμμαχίᾳ καλλίστῃ τειχίζεις τὸν δίκαιον, καὶ οὔτε τὸ κάλλος αὐτοῦ ἀσφαλείας ἐστέρηται, οὔτε ἡ ἀσφάλεια αὐτοῦ δόξης ἐστὶν ἔρημος. Τί γὰρ ἰσχυρότερον ἀνδρὸς, τί δὲ ὡραιότερον τοῦ ὑπὸ τῆς ἄνω δεξιᾶς τειχιζομένου; Οὗτος ὁ στέφανος καὶ ἀπὸ ἐλέους πλέκεται, καθάπερ ὁ αὐτὸς ∆αυῒδ ἀλλαχοῦ φησι· Τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Οὗτος καὶ ἀπὸ δικαιοσύνης, καθάπερ ὁ Παῦλος· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἔστι καὶ χάριτος στέφανος, ὥσπερ ἕτερος λέγει· Στεφάνῳ δὲ χαρίτων ὑπερασπίσει σου. Ἔστι δὲ καὶ στέφανος δόξης, καθάπερ Ἡσαΐας, Ἔσται, λέγων, ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης. Πάντα γὰρ ταῦτα ὁ στέφανος ἔχει, φιλανθρωπίαν, δικαιοσύνην, χάριν, δόξαν, εὐπρέπειαν. Θεοῦ γάρ ἐστι τὸ δῶρον, ποικίλην προφέρον τὴν χάριν. Ἔστι καὶ ἀφθαρσίας στέφανος, καθάπερ φησὶ Παῦλος· Ἐκεῖνοι μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Ὃ τοίνυν ἐνταῦθα λέγει, τοῦτό ἐστιν· Ἀσφαλείᾳ καὶ δόξῃ ἡμᾶς περιέβαλες. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ δῶρα, ἰσχυρὰ, καὶ εὐπρεπείας γέμοντα· τοιοῦτοι οἱ στέφανοι. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οὐκ ἔνι τοῦτο· ἀλλ' ὁ μὲν ἐν δόξῃ, οὐκ ἀσφαλὴς πάντως· ὁ δὲ ἐν ἀσφαλείᾳ, οὐκ ἐν δόξῃ πάντως, οὐδὲ ῥᾳδίως ἂν συμβαίη ταῦτα· εἰ δὲ καὶ συμβαίη, ταχέως ἀποσύρεται. Οἷόν τι λέγω· οἱ ἐν δυναστείαις ὄντες, λαμπροὶ μὲν καὶ περιφανεῖς, οὐκ ἐν ἀσφαλείᾳ δέ· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐν ἐπισφαλεῖ χωρίῳ καθεστήκασι, διὰ τὸ μέγεθος τῆς δόξης. Οἱ ἀπεῤῥιμένοι καὶ εὐκαταφρόνητοι, ἐν ἀσφαλείᾳ μὲν διὰ τὸ μὴ γνωρίζεσθαι, οὐκ ἐν τιμῇ δέ· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐν ἀτιμίᾳ, διὰ τὸ ἐν ἀσφαλείᾳ εἶναι. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο· ἀλλ' ἀμφότερα μετὰ πολλῆς συντρέχει τῆς ὑπερβολῆς, καὶ δόξα καὶ ἀσφάλεια. Ἐννοήσαντες τοίνυν τῶν ἀγαθῶν τὸ μέγεθος, καὶ πρό γε πάντων ὅσον ἐστὶν ἀγαθὸν ἀρέσκειν Θεῷ, ὅπερ καὶ ὅπλον, καὶ δόξα, καὶ ἀσφάλεια, καὶ τὰ μυρία ἀγαθὰ, μεθ' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, καὶ μὴ ἀναπέσωμέν ποτε, μηδὲ γυμνοὶ τῶν ὅπλων φανῶμεν. Τοῦτο γὰρ τοῦ πολέμου τούτου τὸ εἶδος οὐκ ἀνέχεται ἄοπλον στρατιώτην ἰδεῖν· ἀλλὰ τότε λύεται ἡ παρασκευὴ, ὅταν λυθῇ τὸ θέατρον· λύεται δὲ τὸ θέατρον, ὅταν ἀπολύηται τοῦ σώματος ἡ ψυχή. Ὥστε ἕως ἂν ἐνταῦθα ὦμεν, πυκτεύειν ἀνάγκη καὶ οἴκοι καθημένους, καὶ εἰς ἀγορὰν ἐμβάλλοντας, καὶ ἀριστοποιουμένους, καὶ νοσοῦντας, καὶ ὑγιαίνοντας. Καὶ γὰρ ἐν τῷ καιρῷ τῆς νόσου μάλιστα τῆς μάχης ταύτης ὁ καιρὸς, ὅταν ὀδύναι πάντοθεν θορυβῶσι τὴν ψυχὴν, ὅταν ἀλγηδόνες πολιορκῶσιν, ὅταν ὁ διάβολος ἐφεστήκῃ παροξύνων εἰπεῖν τι ῥῆμα πικρόν. Τότε δὴ μάλιστα ἀσφαλίζεσθαι δεῖ, φράττεσθαι τῷ θώρακι, τῇ ἀσπίδι, τῷ κράνει, τοῖς ἄλλοις ὅπλοις, καὶ διηνεκῶς εὐχαριστεῖν τῷ Θεῷ. Ταῦτα χαλεπὰ κατὰ τοῦ διαβόλου βέλη, αὕτη καιρία κατὰ τοῦ δαίμονος πληγὴ, τότε μάλιστα λαμ 55.71 προὶ οἱ στέφανοι. Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ οὐδὲν γὰρ κωλύει πάλιν εἰς αὐτὸν καταφυγεῖν τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τοῦτο ἐστεφάνωσε, τὸ ἐν καιρῷ πειρασμοῦ καὶ νόσου καὶ πενίας ἀπερίτρεπτον φανῆναι τὴν γνώμην, ἄσειστον τὴν διάνοιαν, τὸ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν. Θυσία γὰρ ἦν τὰ ῥήματα αὐτοῦ, ἅπερ ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ὃ δὴ καὶ ἡμεῖς ἀεὶ ποιῶμεν, ἐν πειρασμοῖς, ἐν περιστάσεσιν, ἐν ἐπιβουλαῖς δοξάζοντες τὸν Θεὸν, καὶ εὐλογοῦντες διηνεκῶς· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ʹ ΨΑΛΜΟΝ.