φέροντες ἡνιοστρόφῳ μίμῳ, ἐπῆλθον ἀναιρήσοντες. τοῦτο δὲ γνοὺς ὁ Νέρων αὑτὸν διεχειρίσατο, τοῦτ' ἐπειπὼν ἐν τέλει "οἷον, ὦ ζεῦ, κιθαρῳδὸν ὁ βίος ζημιοῦται!" ἔτη κρατήσας τέσσαρα πρὸς πληρεστάτοις δέκα. Γάλβας κατῆρξε μετ' αὐτόν, καὶ μετ' ἐκεῖνον Ὄθων, ὁ μὲν ἑπτὰ γευσάμενος μῆνας τοῦ κράτους μόνον, ὁ δ' οὐδὲ πλέον τῶν τριῶν μηνῶν σκηπτροκρατήσας. καὶ μετ' αὐτῶν Βιτέλλιος, ὃς τοῖς ἀστερολέσχαις κηρύγματα προστέθεικε φεύγειν ἐξ Ἰταλίας· οἱ δ' ἀντιπροτεθείκασι "φεῦγε τοῦ βίου, Καῖσαρ," καὶ τὴν ἡμέραν γράψαντες καθ' ἣν ἀποκτανθείη· μῆνας ὀκτὼ κρατήσας γὰρ ἔργον μαχαίρας ὤφθη. Τούτων λιπόντων τὴν ἀρχὴν καὶ σὺν αὐτῇ τὸν βίον στρατὸς Οὐεσπασιανῷ ψηφίζεται τὸ κράτος, τὸ κάλλος περικείροντι τῆς Ἰουδαίας τότε. κἀκεῖνος μὲν ἀπῴχετο ναυστοληθεὶς πρὸς Ῥώμην, τὸν δὲ γενναιοκάρδιον υἱὸν αὐτοῦ τὸν Τῖτον Ἱερουσαλὴμ πολιορκεῖν ἀφῆκε σὺν δυνάμει, ἀναγορεύσας Καίσαρα διάδοχον τοῦ κράτους· ὃς μετὰ μόχθους ἱκανοὺς καὶ τὰς ἀνδροκτασίας καὶ τὰς θαλάσσας τῶν συχνῶν αἱμάτων καὶ τοὺς φόνους, ὑφ' ὧν κατηρυθρώθησαν Σιὼν αἱ πεδιάδες καὶ δόρατα γεγόνασι λυθρόφυρτα καὶ ξίφη, ἀσπίδες αἱμοφόρυκτοι, φονοσταγεῖς παλάμαι, τέλος περιγενόμενος πόλεως τῆς ὀλβίας τὰς ὀχυρὰς οἰκοδομὰς καὶ πύργους τοὺς εὐπύργους πυριφλεγεῖς πεποίηκε καὶ τὸν ναὸν καθεῖλε, πολλὰ πολλάκις ἐπ' αὐτῷ στενάξας καὶ δακρύσας, καὶ πόλιν τὴν περικαλλῆ τὴν μυριανδρουμένην· ἠσβολωμένην τέθεικε, καπνῷ μεμορυγμένην, ὡς περιστῆναι τὴν πολλὴν ἐκείνην εὐανδρίαν εἰς ἄπορον καὶ Σκυθικήν, ὅ φασιν, ἐρημίαν. παρέτου γενομένου δὲ τοῦ κράτορος ἐκ γήρους καὶ νόσῳ καταλύσαντος τὸν βίον καὶ τὸ κράτος, ἔτεσι βασιλεύσαντος οὐ πλείω τῶν ἐννέα, Τῖτος παρῆλθεν εἰς αὐτό, θεῖος ἀνὴρ καὶ πρᾶος, ἀνὴρ φιλοδωρότατος, προετικὸς χρημάτων, καὶ τῆς ἀρχῆς κατάξιος καὶ τῆς ἡγεμονίας, κἂν ἦσαν ἄλλαι πλείονες ἀρχαὶ καὶ βασιλεῖαι, καὶ ταύτας ὢν ἐπάξιος διέπειν καὶ συνέχειν. τούτου τὸ περιλάλητον καὶ θαυμαστὸν ἐκεῖνο "οὐκ ἐγενόμην βασιλεὺς τήμερον οὐδὲ κράτωρ· οὐδένα γὰρ κατήντλησα ῥείθροις εὐεργεσίας." τούτου τὸ πολυύμνητον ἐκεῖνο καὶ γενναῖον "οὐ χρὴ τὸν θεασάμενον πρόσωπον βασιλέως παλιννοστεῖν περίλυπον ἐν σκυθρωποῖς προσώποις." ἀλλ' ἔφθη προαρπάσασα νόσος ἡ παλαμναία πρὸ χρόνου τὸν πανδέξιον, κρατήσαντ' ἔτη δύο. τροχοῦ δ' ἡ ἄστατος φορὰ καὶ ὁ πεττὸς τῆς τύχης κακῶς τῷ ∆ομετιανῷ τὸ κράτος ἐγχειρίζει, φυέντι μὲν ἐκ τῶν αὐτῶν σπερμάτων ἐξ ὧν Τῖτος, οὐδὲν δὲ φέροντι κοινὸν οὐδ' ἀδελφὸν πρὸς Τῖτον, ὡς εἶναι τὸ θρυλούμενον πανάληθες ἐκεῖνο "ἀμὶς καὶ ποτιστήριον ἐκ τῆς αὐτῆς ὑέλου, ποδονιπτὴρ καὶ κύπελλον ἐκ τῶν αὐτῶν χωμάτων." ἦν γὰρ ἐρασιχρήματος, κάπηλος τῶν πραγμάτων, διψῶν αἱμάτων καὶ σφαγῶν, μάγειρος τῶν ἀνθρώπων, κρεανομῶν ἀσυμπαθῶς, βρυχώμενος ὡς λέων. τούτῳ προεῖπέ τις σοφὸς ἀνὴρ ἀστερολέσχης πότε καὶ πῶς τεθνήξεται, τίς μετ' αὐτὸν κατάρξει· ὁ δὲ παραστησάμενος ἐγγὺς τὸν ἀστρολόγον "σοὶ δ'" ἔφη "πόσος, ἄνθρωπε, ζωῆς ἐστὶν ὁ χῥόνος; καὶ πῶς καὶ πότε τελευτᾷς, καὶ ποῖόν σοι τὸ τέλος;" ἐκείνου δὲ λαλήσαντος τρανῶς καὶ φιλαλήθως ἅπερ αὐτὸν ἐδίδασκεν ὁ τῶν ἀστέρων δρόμος, ὁ βασιλεὺς φενακιστὴν θέλων αὐτὸν ἐλέγξαι πυρὰν κελεύει λιπαρᾶς ἐξ ὕλης ἀναφθῆναι, καὶ πεδηθέντα κρατιῶς τὸν μετεωρολέσχην ἀκοντισθῆναι κατ' αὐτῆς περιηγκωνισμένον. ἀνῆπτο μὲν ἡ κάμινος, ᾔρετο μεταρσία ἡ φλόξ, ἠπείλει φοβερόν, ἐφόβει καὶ μακρόθεν· φρικῶδες ἔβρεμε τὸ πῦρ, ἀέρα περιήχει· ὁ δ' ἀστρολόγος πεδηθεὶς ἔκειτο μηδὲν πτήξας. τί μετὰ ταῦτα τὸ συμβάν; ἐπήρθη ποθὲν νέφος, τὸν οὐρανὸν ἠμαύρωσεν, ἠχλύωσεν ἀέρα. ζοφῶδες ἦν, μελάντερον, κάθυγρον, ὀμβροφόρον· εἴκασεν ἄν τις ποταμοὺς ἐγκυμονεῖν ὑδάτων. ἐντεῦθεν ῥήγνυται βροντὴ καὶ μυκηθμὸς ἠχεῖται, καὶ πάντες ἦσαν ἐκποδών, ἔφευγον ἀνὰ κράτος, ὁ βασιλεύς, οἱ θεαταί, δημόται, δορυφόροι, τὴν κάμινον οἱ τρέφοντες οἱ δήμιοι. καὶ τέλος ὄμβρος πολὺς καταρραγεὶς τὸ πῦρ
26