26
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. αʹ. Ὅταν ἀκούσῃς θυμὸν καὶ ὀργὴν ἐπὶ Θεοῦ, μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς· συγκαταβάσεως γάρ ἐστι τὰ ῥήματα. Καὶ γὰρ τὸ Θεῖον ἁπάντων τούτων ἀπήλλακται. ∆ιαλέγεται δὲ οὕτως, ὥστε καθάψασθαι τῆς τῶν παχυτέρων διανοίας. Ἐπεὶ καὶ ἡμεῖς ὅταν βαρβάροις διαλεγώμεθα, τῇ ἐκείνων χρώμεθα γλώττῃ· κἂν πρὸς παιδίον φθεγγώμεθα, συμψελλίζομεν, κἂν μυριάκις ὦμεν σοφοὶ, πρὸς τὴν ἐκείνου συγκαταβαίνομεν ταπεινότητα. Καὶ τί θαυμαστὸν εἰ ῥήμασι τοῦτο ποιοῦμεν, ὅπου γε καὶ ἐν πράγμασι, καὶ χεῖρας δάκνοντες, καὶ θυμὸν ὑποκρινόμενοι, ὥστε διορθῶσαι τὸ παιδίον; Οὕτω δὴ καὶ ὁ Θεὸς καθάψασθαι τῶν παχυτέρων βουλόμενος, τοιούτοις κέχρηται ῥήμασιν. Οὐ γὰρ πρὸς τὴν ἀξίαν τὴν ἑαυτοῦ φθέγγεσθαι ἐσπούδαζεν, ἀλλὰ πρὸς τὴν ὠφέλειαν τῶν ἀκουόντων. Ἐπεὶ καὶ τὸ ἀόργητον αὐτοῦ ἀλλαχοῦ πάλιν δεικνὺς, ἔλεγε· Μὴ ἐμὲ αὐτοὶ παροργίζουσι, οὐχὶ δὲ ἑαυτούς; Σὺ δὲ πῶς ἐβούλου αὐτὸν διαλέγεσθαι τοῖς Ἰουδαίοις, ὅτι οὐκ ὀργίζεται, οὐδὲ μισεῖ τοὺς πονηρούς; καὶ γὰρ τὸ μῖσος πάθος ἐστίν· οὐδὲ ἐφορᾷ τὰ ἀνθρώπινα; καὶ γὰρ τὸ ὁρᾷν ἀπὸ τῶν σωμάτων εἴληπται· οὐδὲ ἀκούει; καὶ γὰρ καὶ τοῦτο ἀπὸ τῆς σαρκός. Ἀλλ' ἀπὸ τούτου πονηρὸν ἂν δόγμα ἐπήχθη ἕτερον, τὸ ἀπρονόητα εἶναι τὰ πάντα· καὶ φεύγοντες τὰ τοιαῦτα ἀκούειν περὶ Θεοῦ, καὶ τὸ ὅλως εἶναι Θεὸν πολλοὶ ἂν τῶν τότε ἠγνόησαν· τούτου δὲ ἀγνοηθέντος, πάντα ἂν ἀπολώλει· ἐκείνου δὲ τοῦ δόγματος εἰσαχθέντος, ταχέως καὶ ἡ διόρθωσις ἐπεγίνετο. Ὁ μὲν γὰρ πεισθεὶς ὅτι ἔστι Θεὸς, κἂν μὴ τὴν ἀξίαν ἔχῃ περὶ αὐτοῦ ὑπόνοιαν, ἀλλὰ παχύτερόν τι ὑποπτεύῃ, τῷ χρόνῳ πεισθήσεται, ὅτι οὐδὲν τοιοῦτον περὶ Θεόν· ὁ δὲ πεισθεὶς ὅτι οὐ προνοεῖ, οὐδὲ μέλει αὐτῷ τῶν ὄντων, οὐδ' ὅτι ἐστὶ, τί κερδανεῖ ἀπὸ τοῦ τῆς ἀπαθείας λόγου; ∆ιὰ δὴ τοῦτο ἐκεῖνο αὐτοῖς διαλεχθεὶς πρότερον, ἐπειδὴ ἐναπέθετο αὐτοῖς τὴν περὶ τοῦ εἶναι αὐτὸν δόξαν, διακαθαίρει πάλιν κατὰ μικρὸν αὐτοὺς, ἀνάγων ἐπὶ τοῦτο τὸ δόγμα, τὰ ὑψηλότερα περὶ αὐτοῦ φθεγγόμενος, καὶ τὸν περὶ τῆς ἀπαθείας αὐτοῦ κινῶν λόγον. Καὶ γάρ φησιν ἕτερος προφήτης· Οὐ 55.72 πεινάσει, οὐδὲ κοπιάσει. Καὶ ὁ εἰπὼν οὖν, ὅτι ὀργίζεται, ὁ αὐτὸς πάλιν δεικνὺς, ὅτι ἀπαθὲς τὸ Θεῖον, ἐπάγει· Μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν, οὐχὶ δὲ ἑαυτούς; Καὶ ὁ εἰπὼν, ὅτι ἐν τῷ ναῷ ἐστιν, ὁ αὐτὸς πάλιν φησὶν, ὅτι Οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος. καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν· τουτέστιν, Οὐ περιέχομαι τόπῳ. Εἰ δὲ μὴ πᾶσιν ἐπεξῆλθε, τῷ συνετωτέρῳ ἔδωκε νοῆσαι ἀπὸ τῶν εἰρημένων, ὅτι ὁ τῶν τυραννικῶν παθῶν ἀπηλλαγμένος καὶ ὧν ἄνευ ζῇν οὐκ ἔστι, πολλῷ μᾶλλον τῶν ἄλλων ἠλευθέρωται. ∆ιὸ καί φησι· Μὴ ἔσῃ ὡς ἄνθρωπος ὑπνῶν; Καὶ πανταχοῦ τὸν περὶ ἀπαθείας ἀνακινεῖ λόγον. Ὥστε κἀνταῦθα, ὅταν ἀκούσῃς θυμὸν, μὴ πάθος νόμιζε. Εἰ γὰρ ἄνθρωποι φιλοσοφεῖν μελετῶντες, κατὰ τὸ ἐγχωροῦν ἀόργητοι διαμένουσι, πολλῷ μᾶλλον ἡ ἀνώλεθρος οὐσία ἐκείνη καὶ ἄφθαρτος καὶ ἄῤῥητος καὶ ἀκατάληπτος. Οὐχ ὁρᾷς, ὅτι καὶ ἰατροὶ τέμνοντες, ἢ καίοντες, οὐ θυμῷ τοῦτο ποιοῦσιν, ἀλλὰ σκοπῷ τῆς διορθώσεως, οὐκ ὀργιζόμενοι τοῖς κάμνουσιν, ἀλλ' ἐλεοῦντες αὐτοὺς, καὶ τῶν νοσημάτων ἀπαλλάττοντες; Ὅταν οὖν εἴπῃ· Μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, τοῦτο λέγει· Μὴ ἀπαιτήσῃς με δίκην τῶν ἡμαρτημένων, μηδὲ ἐπεξέλθῃς τοῖς πεπλημμελημένοις. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Ταύτης πάντες δεόμεθα τῆς φωνῆς, κἂν μυριάκις ὦμεν μυρία κατωρθωκότες, κἂν πρὸς ἄκραν ἥκοντες δικαιοσύνην. ∆ιὸ καὶ αὐτὸς προϊὼν πάλιν φησίν· Οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ τὸ, Ἐὰν ἀνομίας παρατηρήσῃ, τίς ὑποστήσεται; καὶ ὁ Παῦλος· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ ἕτερος· Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται