τῶν χωρίων πολίτας, καὶ τὰ αὐτῶν ἅπαντα παρακελεύσασθαί τε καὶ παρασκευάσασθαι ἐν κάστροις καὶ ὀχυροῖς τόποις διασώσασθαι, τοὺς δὲ τῶν πολεμίων πρὸς λείαν ἐξερχομένους, ὡς νουνεχεῖς καὶ ἀγρύπνους συνεχῶς τραυματίζειν, ἵνα εἶεν δεδοικότες πόρρω τοῦ στρατεύματος αὐτῶν ἐξελαύνειν καὶ τροφὰς ἐπικομίζεσθαι· κἀντεῦθεν στενοχωρίᾳ τροφῶν συσχεθήσονται. 22.2 Πλήν, ὡς ἔφημεν, πλῆθος λαοῦ ἔχοντες, ἑτέραν ἴσως μέθοδον μετελεύσονται. ∆ιαχωρίζοντες ἐνίοτε τοὺς ἡμίσεις τοῦ λαοῦ αὐτῶν ἢ καὶ τὸ τριτημόριον, ἀποστελοῦσι πόρρω ἡμέρας ὁδοῦ διάστημα ἢ καὶ ἐπέκεινα ἀπέχοντας τοῦ φοσσάτου αὐτῶν ἐν χωρίοις τισίν, ἐν οἷς ἐλπίζουσι πλείονας δαπάνας ἐφευρεῖν. Καὶ ἀνάγκη τούτους ἐπὶ δυσὶν ἡμέραις ἢ καὶ τρισὶν ἔξω τοῦ φοσσάτου αὐτῶν διάγειν. Τοῦτο γοῦν πυθόμενος καὶ νοήσας, ὦ στρατηγέ, δέον κατ' αὐτῶν ἐνεδρεῦσαι μετὰ λελογισμένης διασκέψεως καὶ πλησίον αὐτῶν ἐν νυκτὶ γενέσθαι καὶ τόπον ἐπιτήδειον ἐφευρίσκων τὸ ἴδιον στράτευμα ἀποκρύψαι. 22.3 Ἐπεὶ οὖν οὐκ εἰς δύο καὶ τρία χωρία, ἀλλὰ καὶ εἰς πλείονα ἐρευνήσοντες τροφὰς διασκορπίζονται, εἰκὸς δέ ἐστι καὶ τὸ λεγόμενον φοῦλκον εἰς φυλακὴν αὐτῶν ἵστασθαι, δεῖ τὸ ὑπὸ σὲ στράτευμα διχῆ διελεῖν, ἀσφάλειαν ποιούμενος μὴ φωραθῆναι ἢ διαγνωσθῆναί σε παρὰ τῶν ἀνερευνώντων πολεμίων τοὺς λόχους, ἵνα μὴ ὑπ' αὐτῶν μᾶλλον ἐνεδρευθῇς· καρτερῆσαι δὲ ἐν τῷ ἐγκρύμματι ἄχρι ἑνδεκάτης ὥρας τῆς ἡμέρας, ἤδη τοῦ ἡλίου πρὸς δύσιν ὄντος. Καὶ εἰ μὲν ὑπέστρεψεν, ὡς ἔθος ἐστί, τὸ φοῦλκον ἐν οἷς χωρίοις αὐλίζονται οἱ ἑταῖροι αὐτῶν, ἐν τοῖς μήκοθεν χωρίοις ἀποστελεῖς οὓς ἔμπροσθεν διεχώρισας, ὄπισθεν αὐτῶν ἐπακολουθῶν καὶ ἐκ τοῦ σύνεγγυς αὐτοῖς παρεπόμενος. Καὶ ὡς ἂν ἡ τοῦ τόπου θέσις δίδωσι, λάθρα καὶ ἄνευ κραυγῆς ὀξέως πορευόμενος ἀπόκρυψον ἑαυτόν, ἕως οὗ ἔγγιστα γένῃ τῶν χωρίων. 22.4 Ὅτε δὲ οὐ δυνατόν ἐστιν ἀποκρύπτεσθαι ὑπό του ῥύακος τὸν ὑπὸ σὲ λαόν, ἀλλ' ἀνάγκη εἰς φανερὸν γενέσθαι, τότε σὺν ἱππασίᾳ νεανικῇ κατὰ τῶν εἰς τὰ χωρία ὄντων πολεμίων ἡ ὁρμὴ παρὰ τῶν ἔμπροσθεν ἀποσταλέντων γενέσθω. Καὶ ἀδοκήτως τούτοις ἐπιθέμενοι καὶ ἀναιρήσουσι πολλούς, τινὰς δὲ καὶ ζῶντας ἀνδραπόδων λόγῳ κατάσχωσιν. Εἰ δὲ καὶ τὸ φοῦλκον τὸ εἰς φυλακὴν αὐτῶν ἔξωθεν τῶν χωρίων ἔτι ἵσταται, κατ' αὐτοῦ πρῶτον τὴν ὁρμὴν ποιείτωσαν, περὶ δυσμὰς ἡλίου, ὡς ἔφην, οἱ ἔμπροσθεν ἀποσταλέντες. Καὶ σοῦ ὄπισθεν παρεπομένου μετὰ τοὺς προηγουμένους σου, πρὸς πόλεμον συμβαλεῖν συντεταγμένος καὶ αὐτὸς ὁρμήσεις κατ' αὐτῶν καὶ καταγωνίσῃ τούτους τῇ τοῦ Θεοῦ χάριτι. 22.5 Εἰ δέ γε οἱ τῶν πολεμίων ἀρχηγοί, οἱ ἐκεῖσε ὄντες, πολλὴν ἔχοντες δύναμιν συστῆναι δυνηθῶσι καὶ τὴν ἧτταν ἀνακαλέσασθαι ἀγωνίσωνται, ὅπερ ἀδύνατόν ἐστι, τῆς νυκτὸς ἤδη ἐπιλαμβανομένης οὐδὲν συμβήσεταί σοι τῶν ἐναντίων. Οὕτως τοίνυν ποιοῦντός σου καὶ θαυμάσονται καὶ πτοηθήσονταί σου οἱ πολέμιοι καὶ οὐκ ἀδεῶς θαρρήσουσιν ἐξέρχεσθαι τοῦ φοσσάτου αὐτῶν· κἀντεῦθεν ἀνάγκη τούτους τροφῶν ὑστερουμένους πρὸς τὴν ἰδίαν παλινοστῆσαι χώραν. 23.τ Περὶ τῆς ὑποστροφῆς τῶν πολεμίων καὶ τῆς κατασχέσεως τῆς κλεισούρασ 23.1 Ὑποστρεφόντων δὲ τῶν πολεμίων καὶ τὴν ἰδίαν ἐπειγομένων καταλήψεσθαι δέον τὰς πεζικὰς δυνάμεις πρὸς τὰς κλεισούρας προαποστεῖλαι καὶ τὰς ὁδούς, δι' ὧν μέλλουσι διελθεῖν, κατασχεῖν. ∆ι' οἵας γὰρ ὁδοῦ διελθεῖν βουληθῶσιν, ἀπό τε τῶν ἐν Σελευκίᾳ κλεισουρῶν καὶ τοῦ τῶν Ἀνατολικῶν θέματος, καθὰ τὰ Ταυρικὰ ὄρη τήν τε Κιλικίαν διορίζουσι Καππαδοκίαν τε καὶ Λυκανδόν, πρὸς τούτοις καὶ τὰ παρακείμενα Γερμανίκειάν τε καὶ Ἀδατᾶν καὶ τὸ Καησοῦν καὶ τοῦ ∆αουθᾶ, Μελιτήνην τε καὶ τὰ Καλούδια, καὶ τὰ πέραθεν τοῦ Εὐφράτου ποταμοῦ διορίζοντα τήν τε τοῦ Χανζῆτι λεγομένην χώραν καὶ τὴν πολεμίαν ἄχρι Ῥωμανουπόλεως, ἐν ὅλοις τοῖς τοιούτοις θέμασι, δι' οἵας ἂν ὁδοῦ ὑποστρέφοντες διελθεῖν πρὸς τὴν ἰδίαν βουληθῶσιν, ἀδιστάκτως τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸν κατ' αὐτῶν ἐπείχθητι διαθέσθαι πόλεμον καὶ τὴν νικῶσαν εὑρήσεις τῇ