ἀποσβεννύει, καὶ κύνες ἐπελάσαντες καὶ τοὺς δεσμοὺς φαγόντες τὸν ἀστρολέσχην λύουσι πολλὰ θεοκλυτοῦντα. καὶ ταῦτα μὲν τετέλεστο περὶ τὸν ἄνδρα τοῦτον· αὐτὸς δὲ μέλλων τελευτᾶν ὁ θὴρ ὁ θυμολέων ἐν ὕπνοις βλέπειν ἔδοξεν ὡς ἵππου μελαντέρου βασιλικῶς ἐπέβαινε κατάφρακτος ὢν ὅπλοις, ἀπορρυέντων δ' ἀπ' αὐτοῦ τῶν ὅπλων αὐτομάτως εἰς χάσμα γῆς καὶ βόθυνον ἀθλίως κατηνέχθη αὐτῷ σὺν ἵππῳ καὶ στολῇ, καὶ τέλος ἠφαντώθη. Καὶ τοίνυν τούτου τὴν ψυχὴν ἐκρήξαντος βιαίως, ἐν ἔτεσι κρατήσαντος πέντε σὺν ἄλλοις δέκα, Νερούας τὰ βασίλεια σκῆπτρα παραλαμβάνει, χρηστὸς ἀνήρ, ἐπιεικής, κῆπος πολλῶν χαρίτων, ὃς μυσαχθεὶς τὴν ἐκτομὴν τῶν ἀνδρικῶν κυλίνδρων οὐ συνεχώρει γίνεσθαι Ῥωμαίους ἐκτομίας, ἀλλὰ καὶ τοὺς ἐκτέμνοντας ἀπήλαυνε κολάζων. καὶ τοῖς ἐν τέλει συνεχῶς ἐδίδου γυμνὰ ξίφη, τὸ μὲν δοκεῖν, ὡς βλέψαιεν εἰ τμητικὰ τὰ ξίφη, τὸ δ' ἀληθές, μὴ δεδοικὼς ἂν παραυτίκα θάνῃ· οὐδὲν γὰρ ἔλεγε κακὸν αὑτῷ συνεγνωκέναι. Ἀλλὰ καὶ τοῦτον θάνατος ταχέως ἀφαρπάσας, κρατήσαντα πρὸς τέσσαρσι μησὶ καὶ χρόνον ἕνα, Τραϊανὸν κατέστησεν ἐν αὐτοκρατορίᾳ, ἄνδρα στρατηγικώτατον, μυριονικηφόρον, καρτερικόν, εὐκάρδιον, γενναῖον, μενεμάχον, τὰς κρίσεις ἀρρεπέστατον ζυγὸν δικαιοσύνης. οὗτος Κελτῶν συνέκαμψε τοὺς ἀκαμπεῖς τραχήλους, οὗτος ὁρμὰς ἀνέκοψε Πάρθων φιλοπολέμων. τότε καὶ γὰρ εἰς πλατυσμὸν ἐληλακότες οὗτοι πάντας κατενεμήσαντο τοὺς τῆς Ἀσίας ὅρους, καὶ πάσης γῆς κατέδραμον κτείνοντες πυρπολοῦντες, καὶ τὰς αὐλαίας ἔπηξαν ἕως Εὐφράτου ῥείθρων. ταῦτα δὲ γνοὺς Τραϊανὸς ἄρτι τετολμημένα, καὶ τῆς ὁρμῆς τῆς Παρθικῆς ἀναμαθὼν τὸ θράσος, ἀπ' ἄκρων γῆς εἰς ἄκρα γῆς ὀξέως μεταβαίνει, καὶ συμπλακεὶς καὶ τὰς αὐτῶν ῥήξας φαλαγγαρχίας, καὶ πεδιάδας τὰς ἐκεῖ δείξας σωματοστρώτους, τοῖς ὅροις κατηνάγκασεν ἐμμένειν τοῖς ἰδίοις, καὶ Πάρθων τὰ σχοινίσματα συστείλας καὶ στενώσας καλλίνικος ἀνέζευξε, τὴν νίκην ἑορτάζων. οὗτος συνήλγει πάσχουσι, συνέκαμνε πονοῦσι, τοῖς ξένοις ἐπεκάμπτετο, φίλους παρεμυθεῖτο, ἀνεξικάκως ἔφερεν ἅπασαν λοιδορίαν, δεῖν ἐξισοῦσθαι τῷ θεῷ λέγων τὸν βασιλέα καὶ στόματος ἀνέχεσθαι λοιδόρου καὶ βλασφήμου. παρούσης δὲ καὶ τῆς βουλῆς καὶ τῶν ἐν τέλει πάντων ξίφος γυμνώσας δέδωκεν ἐπάρχῳ τῷ τῆς Ῥώμης, "δέξαι τὸ ξίφος" ἐπειπών, "κἂν μὲν ἀδίκως ἄρχω, χρῆσαι τῷ ξίφει κατ' ἐμοῦ, μὴ φείσῃ τῆς ζωῆς μου· εἰ δὲ νομίμως καὶ καλῶς καὶ μετ' εὐθυδικίας, ὑπὲρ ἐμοῦ γενέσθω σοι τὸ ξίφος ἐκδικοῦν με." Ἀλλ' οὗτος μὲν ἐξέλιπε πολλαῖς ἐμπρέψας νίκαις, χρόνοις ἐννέα σὺν ἑπτὰ μησὶν ἡγεμονεύσας, Ἀδριανῷ δὲ τῷ γαμβρῷ κατέλιπε τὸ κράτος. οὗτος ταῖς βίβλοις ἔχαιρε καὶ λόγοις ἐνετρύφα, καὶ πάντας οὓς ἐγίνωσκε θεραπευτὰς τοῦ λόγου μεγαλοδώροις δωρεαῖς συχνῶς ἐδεξιοῦτο. ἄνδρας δ' ἐπήγετο σοφοὺς αὐτῷ συνεπομένους ἐν στρατοπέδοις, ἐν σχολαῖς, ἐν πάσαις ἐκδημίαις, καὶ πᾶσαν γῆν ἐπίανεν ἀφθόνοις χορηγίαις. πᾶσιν οὖν ἦν τρισέραστος, καὶ βουλευταῖς καὶ δήμῳ. οὗτος τοὺς κακογνώμονας Ἑβραίους ἀποστάντας καὶ ζεύγλην ἐκλακτίσαντας Ῥωμαϊκῆς ἰσχύος ἐπιστρατεύσας κατ' αὐτῶν ἀπώλεσεν εἰς τέλος, λιμῷ καὶ ξίφει καὶ πυρὶ πάντας ἐκτρίψας ἄρδην. καὶ πόλιν Ἱερουσαλὴμ ἐκ βάθρων ἀνασκάψας Αἰλίαν μετωνόμασεν ὡς δυστυχῆ καὶ τοῦτο. ἀλλὰ μεταπιπτέτω μοι πρὸς ἄλλους τὰ τοῦ λόγου. Ὑδέρῳ καταλύσαντος Ἀδριανοῦ τὸν βίον, εἴκοσι πρὸς τοῖς τέσσαρσι χρόνοις βασιλευκότος, εἰς Ἀντωνῖνον μετ' αὐτὸν τὸ σκῆπτρον μεταβαίνει, ὃς εὐσεβὴς ὠνόμαστο διὰ χρηστοτροπίαν, τὰ σκῆπτρα διιθύνας τε ἐν ἔτεσι δὶς δέκα πρὸς ἄλλοις δύο τῆς ζωῆς θανὼν ἀποστερεῖται. καὶ μετ' αὐτὸν ἐκράτησεν ὁ Μάρκος Ἀντωνῖνος. οὗτος ἐν πάσῃ τέθραπτο σοφίᾳ καὶ παιδείᾳ, καὶ χάρισι τῶν ἀρετῶν κατάκομος ὑπῆρχε, καὶ πάσαις κατηγλάϊστο τῶν ἀρετῶν ἰδέαις· διὸ καὶ προσεφέρετο πᾶσι σοφοῖς ἐντίμως, καὶ συνεχέσιν ἤρδευε ταῖς μεγαλοδωρίαις. τοῦτόν φασιν οἱ παλαιὰν γράψαντες ἱστορίαν, ἐπιτρεχόντων πολλαχοῦ μυρίων πολεμίων καὶ πᾶσαν τὴν Ῥωμαϊκὴν
27