27
καθαρὸς εἶναι ἀπὸ ῥύπου; Πάντες τοίνυν ἐλέους δεόμεθα, ἀλλ' οὐ πάντες ἄξιοί ἐσμεν τοῦ ἐλεεῖσθαι. Καὶ γὰρ εἰ καὶ ἔλεός ἐστιν, ὅμως τὸν ἄξιον ἐπιζητεῖ· καθάπερ αὐτὸς πρὸς Μωϋσῆν ἔφη· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Ὁ μὲν οὖν ἄξιόν τι τοῦ ἐλεηθῆναι ποιήσας, ἐρεῖ· Ἐλέησόν με· ὁ δὲ ἐκβαλὼν ἑαυτὸν τοῦ ταύτης τυχεῖν τῆς συγγνώμης, μάτην ἐρεῖ τό· Ἐλέησον. Εἰ γὰρ ἐφ' ἅπαντας ἔμελλεν ὁ ἔλεος ἔρχεσθαι, οὐδεὶς ἂν ἐκολάσθη. Ἀλλὰ καὶ οὗτος ἔχει τινὰ κρίσιν, καὶ τὸν ἄξιον ἐπιζητεῖ καὶ τὸν ἐπιτήδειον, ὥστε αὐτοῦ ἀπολαῦσαι. βʹ. Πολλοὶ γοῦν πολλάκις τοῖς αὐτοῖς ἁμαρτήμασιν ὑπεύθυνοι γεγόνασι, καὶ οὐ τὴν αὐτὴν ἔδοσαν δίκην, ἑτέρας ἔχοντες αἰτίας προϊσταμένας αὐτῶν· καὶ, εἰ βούλεσθε, τούτῳ νῦν ἐνδιατρίψωμεν τῷ λόγῳ. Ἥμαρτον Ἰουδαῖοι πάντες, καὶ εἰδωλολάτρησαν· ἀλλ' οὐ πάντες τὴν αὐτὴν ἔδοσαν δίκην· ἀλλ' οἱ μὲν ἔπεσον, οἱ δὲ συγγνώμης ἀπέλαυσαν. Ἐν γὰρ τοῖς ἁμαρτήμασιν οὐχ ἡ φύσις ζητεῖται μόνον τοῦ γεγενημένου, ἀλλὰ καὶ ἡ γνώμη, καὶ ὁ καιρὸς, καὶ ἡ αἰτία, καὶ τὰ μετὰ τὴν ἁμαρτίαν· εἰ οἱ μὲν ἐνέμειναν, οἱ δὲ μετενόησαν, καὶ εἰ ἐκ περιστάσεως, καὶ εἰ κατὰ ἀπάτην, καὶ κατὰ μελέτην. Καὶ πολλά ἐστι τὰ ζητούμενα, καὶ καιροῦ διαφορὰ, καὶ πολιτείας κατάστασις. Οἷόν τι λέγω· ἥμαρτον οἱ ἐν τῇ Παλαιᾷ, ἁμαρτάνουσι καὶ οἱ ἐν τῇ Καινῇ· οὐ τὴν 55.73 αὐτὴν δὲ διδόασιν ἀμφότεροι δίκην, ἀλλ' οὗτοι χαλεπωτέραν. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τοισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος; Ὅταν δὲ εἴπῃ, Πόσῳ. δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας, ἐπιτεταμένην δείκνυσι τὴν κόλασιν. Ἥμαρτον οἱ πρὸ τοῦ νόμου, καὶ οἱ ἐν τῷ νόμῳ. Πάλιν οἱ πρότεροι ἡμερωτέραν διδόασι δίκην. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται. Τὸ, Ἀνόμως, οὐχὶ χαλεπώτερον, ἀλλ' ἡμερώτερον. Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Τί δή ποτε; Ὅτι οἱ μὲν τὴν φύσιν ἔχουσι κατήγορον· οἱ δὲ μετὰ τῆς φύσεως καὶ τὸν νόμον· καὶ ὅσῳ πλείονος ἀπέλαυσαν τῆς διδασκαλίας, τοσούτῳ μείζονα ὑποστήσονται κόλασιν. Πάλιν καὶ ἀπὸ τῶν ἀξιωμάτων τὸ αὐτὸ ἔστιν ἰδεῖν συμβαῖνον, καὶ δῆλον ἀπὸ τῆς θυσίας. Ὑπὲρ παντὸς γοῦν τοῦ λαοῦ τοσαύτη προσεφέρετο θυσία ἁμαρτόντος, ὅση ὑπὲρ τοῦ ἱερέως μόνου· δηλοῦντος τοῦ λόγου, ὅτι ὅσῳ μεῖζον τὸ ἀξίωμα, τοσούτῳ χαλεπωτέρα καὶ ἡ κόλασις ἐν οἷς ἁμαρτάνουσι. ∆ιὰ δὴ τοῦτο ἡ μὲν ἁπλῶς πορνεύσασα ἀνῃρεῖτο· ἡ δὲ τοῦ ἱερέως θυγάτηρ κατεκαίετο. Ἔστι καὶ ἑτέρωθεν ἰδεῖν συγγνώμην καὶ ἐπίτασιν τιμωρίας γινομένην· οἷον, ὅταν τις ἁμαρτὼν, ἐνταῦθα δῷ δίκην, ἕτερος δὲ τρυφῆς ἀπολαύσῃ. Ὁ μὲν γὰρ μείζονα ἐκεῖ, ὁ δὲ ἐλάττονα ὑποστήσεται τιμωρίαν, ἐὰν μὴ ἐνταῦθα πάντα ἀπολύσηται. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς εἰσάγει τὸν Ἀβραὰμ λέγοντα τῷ πλουσίῳ· Ἀπέλαβες τὰ ἀγαθά σου, οὗτος δὲ τὰ κακά· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἀλλ' οὗτος μὲν ὁλόκληρον ἀπέθετο τὴν τιμωρίαν, δι' ἃ ἔπαθε κακῶς· ἕτεροι δὲ οὐχ ὁλόκληρον, ἀλλ' ἐκ μέρους· διὸ καὶ ἡμερώτερον κολάζονται. Ἴδοι δ' ἄν τις καὶ ἀπὸ συνέσεως ἐπιτεταμένης καὶ ἀπὸ ἀφελείας διαφορὰν γινομένην κολάσεως, ὅταν λέγῃ· Ὁ δοῦλος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, μηδὲ ποιήσας, δαρήσεται ὀλίγας. Καὶ πολλὰ ἕτερα εὕροι τις ἂν τὰ ποιοῦντα διαφορὰν κολάσεως, καὶ διαφορὰν ἐλέους καὶ φιλανθρωπίας. Σκόπει δὲ καὶ ἐπὶ τοῦ πρωτοπλάστου. Ἥμαρτεν ἡ Εὔα, ἥμαρτε καὶ ὁ Ἀδὰμ, καὶ τὸ ἁμάρτημα ἕν. Ἀμφότεροι γὰρ ἔφαγον ἀπὸ τοῦ ξύλου, οὐκ ἀμφότεροι δὲ τὴν αὐτὴν ἔδοσαν δίκην. Ἔσφαξεν ὁ Κάϊν, καὶ ἔσφαξεν ὁ Λάμεχ· καὶ ὁ μὲν ἠλεεῖτο, ὁ δὲ