αὐτοῦ χάριτι. 23.2 Ἡνίκα δὲ πρὸ τεσσάρων σταθμῶν, ἤτοι ἀπλήκτων, ἐπιγνῷς τὴν ὁδόν, δι' ἧς ὥρμησαν οἱ πολέμιοι, σοὶ μέν, τῷ τοῦ παντὸς λαοῦ ἡγεμόνι, τάχει πολλῷ ἔμπροσθεν αὐτῶν γενέσθαι προσήκει καὶ καταλαβεῖν τὰς πεζικὰς δυνάμεις, τὰς ἐν τῇ κλεισούρᾳ ἀποσταλείσας, καταλιπεῖν δὲ τὸν κρείττονα τῶν λοιπῶν στρατηγῶν πρὸς τὸ παρατρέχειν αὐτοῖς διὰ τὰ ὄπισθεν κοῦρσα καὶ τὰς ἐκδρομὰς αὐτῶν· ἔχειν δὲ μεθ' ἑαυτοῦ καὶ τὸ λοιπὸν ἱππικὸν στράτευμα πειθόμενον τῷ λόγῳ αὐτοῦ, καὶ διορίσασθαι αὐτῷ ὡς, ἠνίκα οἱ πολέμιοι ὡς ἀπὸ δύο ἀπλήκτων τῇ κλεισούρᾳ πλησιάσουσι, καὶ αὐτὸν μετὰ παντὸς τοῦ στρατεύματος διελθεῖν καὶ καταλαβεῖν ἐν ᾧ τόπῳ ὁ κατ' αὐτῶν ἐξαρτύεται πόλεμος. 23.3 Σοῦ δὲ καταλαμβάνοντος ἐν τῇ κλεισούρᾳ καὶ τὰς πεζικὰς τάξεις ἑνουμένου, δέον σπουδάσαι καὶ ἕτερον μάλιστα πεζικὸν λαὸν ἐπισυνάξαι, ὅσον ἂν δυνηθῇς, παραινέσαι τε αὐτοῖς παρρησίᾳ πρὸς ἀνδρείαν αὐτοὺς ἐπαλείφων καὶ εὐτολμίαν, ἐποτρῦναι δὲ καὶ τὸ πρόθυμον αὐτῶν, οἷα στρατηγὸς ἄριστος, μελισταγεῖ παραινέσει· "Ἄνδρες λέγωνῬωμαῖοι, στῶμεν ἀκλινῶς καὶ ἑδραίως· στῶμεν ἀνδρικῶς καὶ γενναίως· δείξωμεν ἐχθροῖς βραχίονα καὶ ἰσχύν· δείξωμεν ὡς πρὸς κρείσσονας τὴν ὁρμὴν ἔχουσιν, ὡς πρὸς τοὺς βάλλειν μᾶλλον ἢ βάλλεσθαι μέλλοντας παρατάττονται· μὴ γὰρ λίθος φύσις αὐτοῖς ἢ χαλκός, ὡς μὴ τραύματα δέχεσθαι· μὴ γὰρ ἐκ σιδήρου τὸ σῶμα, ὡς μὴ τῷ κόπῳ ἐκλύεσθαι καὶ ἀποναρκᾶν." Πρὸς ἐπὶ τούτοις ὑποδεικνύων καὶ τὴν τοῦ τόπου δυσχέρειαν, ἐν ᾧ μέλλουσι πρὸς μάχην παρασκευασθῆναι καὶ ὅσον αὐτοῖς παρέχει βοήθειαν. 23.4 Μετὰ δὲ τὸ καλῶς αὐτοὺς παραθῆξαι καὶ διεγεῖραι καὶ προθυμοτέρους καὶ εὐτολμοτέρους ἐργάσασθαι, καταστήσεις αὐτοὺς ἐν οἷς τόποις ὀφείλουσι τοῖς ἐχθροῖς μάχεσθαι. Καὶ πρῶτον μὲν τὰ ὑψηλὰ τῶν ὀρέων καταλαβεῖν δέον καὶ πάσας τὰς ὁδοὺς κρατῆσαι καὶ ἀσφαλίσασθαι. Ἐν οἷς δὲ καὶ ἱππεῖς ἐγχωρεῖ σὺν τοῖς πεζοῖς μάχεσθαι, καταστήσεις καὶ αὐτοὺς ἐν ἐπιτηδείοις τόποις. Ἐν πάσαις δέ σου ταῖς παρατάξεσιν ἀρχηγοὺς τῶν χρησίμων ἐπιστῆσαί σε δεῖ καὶ τἆλλα πάντα φυλάξαι καὶ πρᾶξαι, ὅσα ἐν ἀρχῇ τοῦ λόγου περὶ τοῦ πῶς δεῖ τοῖς πολεμίοις ἐν ταῖς δυσχωρίαις μάχεσθαι ἐξεθέμεθα. 23.5 Τῶν δὲ πολεμίων πλησίον καταλαμβανόντων καὶ αἰσθομένων τῆς παρὰ σοῦ γενομένης ἀσφαλείας ἐν τῇ ὁδῷ, καὶ ὡς ἀμήχανον διελθεῖν αὐτούς, εἴπερ παραβολώτερον τοῦτο τολμήσουσι πρᾶξαι, οὐκ εὐτυχῶς αὐτοῖς τὸ βούλευμα παραστήσεται, ἀλλὰ παρὰ τοῦ σοῦ λαοῦ δῃούμενοί τε καὶ συμπνιγόμενοι καὶ ἄκοντες τὰ νῶτα δώσουσι, σπεύδοντες δι' ἑτέρας ὁδοῦ τὴν ἰδίαν καταλήψεσθαι. Τούτων δ' οὕτως ὑποστρεφόντων ἀγεννῶς καὶ ἀκόσμως, ὁ λαός σου τούτους θεώμενος ὅσης χαρᾶς καὶ θυμηδίας πλησθήσονται, λόγῳ παραστῆσαι τοῦτο ἀδύνατον. 23.6 Τῶν οὖν πολεμίων, ὡς λέλεκται, ὑποστρεφόντων, τότε καταδίωξον ὄπισθεν αὐτῶν, ἔμπροσθεν ἀποστέλλων ἱππεῖς μετὰ ταχέων ψιλῶν· καὶ αὐτὸς δὲ ὀξύτερον περιπατῶν τοῦ καταλαβεῖν αὐτοὺς ἐπείχθητι. Οἱ δὲ ἐχθροί, διὰ τὸ φεύγειν αὐτούς, τάχει τὰς δυσχωρίας διελθεῖν καὶ τὸν ἐν αὐταῖς διαφυγεῖν πόλεμον καὶ τὴν ἰδίαν καταλήψεσθαι, ἐπεὶ πλησίον τῆς κλεισούρας γενήσονται, τοῦθ' ὑποπτεύοντες πρὸς τὸ μὴ πάλιν ἔμπροσθεν αὐτῶν τὰς πεζικὰς τάξεις γενέσθαι καὶ τὴν ὁδὸν αὐτῶν κατασχεῖν, ἂν ἐν νυκτὶ τὴν ὁδοιπορίαν πειραθῶσι ποιήσασθαι, συντόμως τούτους καταλάβῃς, τῶν ἵππων αὐτῶν ἀτονησάντων ἀπὸ τῆς χρονίας ὁδοιπορίας καὶ τῶν ἀνδρῶν ἐκλελοιπότων ἐπιτύχῃς, νυκτὸς ὁδοιπορούντων· καὶ εὗρες, στρατηγέ, τὸ ἀεί σοι ἐπιζητούμενον. 23.7 Καταλαμβάνοντός σου δὲ τούτους νυκτός, δέον παραυτίκα πόλεμον συνάψαι εἰς τὸ λεγόμενον σάκα μετὰ πεζῶν συνεπακολουθούντων αὐτοῖς καὶ ἱππέων. Ἑτέρους δὲ τῶν ψιλῶν μεθ' ἱππέων ἔνθεν κἀκεῖθεν τῆς ὁδοῦ ἔμπροσθεν γενέσθαι τῶν πολεμίων ἀπόστειλον, καὶ ἐκ πλαγίου καὶ αὐτοὺς πόλεμον προσβαλεῖν πρόσταξον. Καὶ οὕτως ποιοῦντός σου οὐ δυνήσονται ἀντιστῆναι, ἀλλὰ πρὸς φυγὴν ὁρμήσουσι. Καὶ εἰ τοῦτο νυκτὸς πράξουσι, καταδίωξον αὐτοὺς καὶ τελείῳ τούτους παραδώσεις ἀφανισμῷ. 24.τ Περὶ νυκτοπολέμου 24.1 Εἰ δὲ εἰς ἑτέραν ἔλθωσι βουλήν,