πορθούντων καὶ κειρόντων, χρημάτων ἀπορούμενον, σφιγγόμενον ἐνδείᾳ καὶ μηδαμόθεν ἔχοντα στρατὸν ἀντεφοπλίσαι, τὸν κόσμον τὸν βασίλειον ἐν ἀγορᾷ προθεῖναι, ἔπιπλον πᾶν χρυσοϋφές, περιπορφύρους κάνδυς καὶ στέφη καταμάργαρα καὶ κλίνας λιθοστρώτους αὐτήν τε πᾶσαν τὴν λαμπρὰν στολὴν τῆς βασιλείας, καὶ πάντα τὸν βουλόμενον κηρῦξαι δημοσίᾳ ὠνεῖσθαι τὰ προκείμενα μηδέν τι δειλιῶντα. ὠνοῦντο μὲν οἱ θέλοντες, καὶ χρήματα συνῆκτο· ὁ βασιλεὺς δὲ τῷ στρατῷ σκορπίσας τὸ χρυσίον ἀντεπεξῆλθε τοῖς ἐχθροῖς, καὶ μάχην συγκροτήσας κατὰ πολλὴν εὐχέρειαν τῶν δυσμενῶν ἐκράτει, καὶ τρέψας πάντας εἰς φυγὴν καὶ κτείνας καὶ σκυλεύσας ὅλους ἐκεῖθεν θησαυροὺς ἐκτήσατο χρημάτων, καὶ πάλιν χρήματα προθεὶς τῆς ἀγορᾶς ἐν μέσῳ ἐκήρυσσε τὸν θέλοντα λαμβάνειν τὸ χρυσίον καὶ τὸ κτηθέν, εἰ βούλοιτο, πάλιν ἀποδιδόναι. οὗτος καὶ Λεύκιον γαμβρὸν τὸν σὺν αὐτῷ κρατοῦντα ἐκπέμπει πολεμήσοντα Πάρθοις τοῖς φιλομάχοις, τῶν Παρθυαίων ἄρχοντος τότε τοῦ Βολογέσου. ἦν δὲ καλὸς ὁ Λεύκιος τὸ σῶμα καὶ τὴν γνώμην, εὐμήκης, εὔοπτος, ἡδύς, ξανθόκομος, ῥοδόχρους· ὃς καὶ συμμίξας τοῖς ἐχθροῖς ὑπερωφρυωμένοις ἐπί τε πλήθει καὶ στρατῷ καὶ φαρετροφορίᾳ, τέλος κατηγωνίσατο τὸ τοξοφόρον ἔθνος. Ἀλλὰ γὰρ ὧδε γεγονὼς τοῦ δρόμου καὶ τοῦ λόγου θαυμάζω τὸ παλίντοκον τοῦ τῶν ἀνθρώπων γένους, καὶ πῶς οὐκ ἐξεικάζονται παῖδες τοῖς σφῶν πατράσιν. ἀεὶ μὲν λεοντόθυμον σκυμνὸν ὁ λέων τίκτει καὶ πάρδαλις ταυτόθυμον καὶ τίγρις αὐτοτίγριν· παρὰ δ' ἀνθρώποις ἄνισοι παῖδες πρὸς τοὺς τοκέας. καὶ δῆλον ὡς προαίρεσις τούτων ἡ παραιτία. πρὸς τί μοι ταῦτα λέλεκται, καὶ τίς σκοπὸς τῷ λόγῳ; ὁ Μάρκος μὲν τοῖς φυσικοῖς ὑπέκυψε νομίμοις καὶ τὴν πηλὸν ἀπέδωκε τῇ δανεισάσῃ φύσει δέκα κρατήσας ἔτεσι σὺν τοῖς λοιποῖς ἐννέα· υἱὸς δ' ἐκείνου Κόμοδος παρῆλθεν εἰς τὸ κράτος, μεῖραξ πατρώζων κατ' οὐδέν, μηδ' ἐμφερές τι φέρων τῷ Μάρκῳ τῷ γεννήσαντι καὶ τῷ πεπαιδευκότι. μίμοις γὰρ ἔχαιρεν ἀεὶ καὶ μονομάχων θέαις καὶ γυναιξὶ καὶ φαυλουργοῖς ἀνδράσι καὶ μεθύσοις, καὶ ξίφος εἶχεν ἐνεργὸν κρεανομοῦν καὶ θῦον τοὺς δυνατοὺς καὶ προύχοντας καὶ τοὺς εὐπορωτέρους. ὅθεν καὶ τέλος εὕρατο κατάξιον τοῦ βίου· φαρμάκοις γὰρ ἀπέρρηξε ψυχὴν τὴν μιαιφόνον καὶ τὴν ζωὴν κατέστρεψεν ἀώρως καὶ πρὸ χρόνου, δὶς ἓξ κρατήσας ἔτεσι τοῦ βασιλείου κράτους. Ῥωμαίων δ' ἦρξε μετ' αὐτὸν Περτίναξ ὁ τριγέρων, ὃς μηδὲ φθάσας ἀγαγεῖν εἰς βασιλείους δόμους τοὺς παῖδας ἢ τὴν γαμετὴν ἀνόμως ἀνῃρέθη. Ἦν δέ τις Ἰουλιανὸς ∆ίδιος κεκλημένος· οὗτος, ὡς λόγος, ὤνιον ἐκτήσατο τὸ στέφος, τοὺς ταγματάρχας τοῦ στρατοῦ χρήμασιν ὑποφθείρας. ἀλλὰ γὰρ οὐκ ἀπώνατο τῆς βασιλείου τύχης, Σεβήρου δὲ τοῦ Λίβυος ἐπαναστάντος τούτῳ μαχαίρας ἔργον γίνεται καὶ κακιγκάκως θνήσκει, μηδὲ γευσάμενος σχεδὸν τοῦ μέλιτος τοῦ κράτους, δύο καὶ μόνοις ἐντυχὼν μησὶ τῆς βασιλείας. ἡ δὲ πολύζηλος αὐτὸν ἀπολιποῦσα τύχη Σεβήρῳ προσεγέλασε καὶ χαροπὸν ἐνεῖδε. Τοῦτον ἀκούω δείμασθαι λουτρὸν τὸ τοῦ Ζευξίππου, τὸ μέγα καὶ περίπυστον τῆς Βυζαντίδος θαῦμα, καὶ τοῦτο δὴ τὸ θέατρον τὸ τῆς ψυγαγωγίας, τὸ πόλεις ὅλας ἱκανὸν στέγειν καὶ γεναρχίας, ἐν ᾧ πρὸς τέρψιν θέουσιν ἁμιλλητῆρες ἵπποι. Ὁ δὲ Σεβῆρος ἱκανῶς ἐπιβιοὺς τῷ κράτει, καὶ δέκα ὅλοις ἔτεσι προσδιαρκέσας τούτῳ σὺν ἄλλοις ἓξ πρὸς τῷ ἑνί, νόσῳ δεινῇ ἐμπίπτει, καὶ μέλλων θνήσκειν τοῖς παισὶ τὰ σκῆπτρα καταλείπει, ὧν ὁ μὲν πρῶτος ἔλαχε τὴν Ἀντωνίνου κλῆσιν, ὃν ἔλεγον Καράκαλλον, ὁ μετ' αὐτὸν δὲ Γέτας ἀρχῆθεν κατωνόμαστο πρὸς τῶν γεγεννηκότων. οὗτοι δ' εἰς ἓξ κρατήσαντες τῆς βασιλείας ἔτη καὶ μῆνας δύο τῆς ἀρχῆς καὶ τῆς ζωῆς στεροῦνται. Τῶν σκήπτρων τοίνυν ὁ πεττὸς συχνάκις μεταπίπτων σὺν ἄλλοις ἐχαρίσατο τὴν αὐτοκρατορίαν καὶ τῷ ∆ιοκλητιανῷ τῷ παρανομωτάτῳ, ὃς προσεταιρισάμενος τὸν ταυτογνωμονοῦντα Μαξιμιανὸν Ἑρκούλιον, τοῦ Σατανᾶ τὸν παῖδα, τοῦ κράτους ἔσχε κοινωνόν. τῆς ἀνοχῆς σου, λόγε! καὶ συνδραμόντων εἰς ταὐτὸ δύο κακῶν
28