28
ἐκολάζετο. Συνέλεξέ τις ἐν σαββάτῳ ξύλα, καὶ οὐδεμιᾶς ἔτυχε συγγνώμης· ὁ ∆αυῒδ ἐφόνευσε καὶ ἐμοίχευσε, καὶ ἀπέλαυσε φιλανθρωπίας. Ἐνδιατρίβωμεν τοίνυν τῷ ζητήματι· πολλῷ γὰρ βέλτιον ταῦτα ἀναζητεῖν, ἢ φλυαρίαις καὶ συλλόγοις τοῖς ἐν ἀγοραῖς προσηλῶσθαι. Οἱ γὰρ τὸ εὑρεῖν μόνον τὰ τοιαῦτα, ἀλλὰ καὶ τὸ ζητεῖν μέγα κέρδος ἐστὶ, κἂν μὴ εὕρωμεν. Ἀναγκασθησόμεθα γὰρ ἐν τούτοις ἀπασχολεῖσθαι, καὶ τὸν καιρὸν πάντα ἐν αὐτοῖς δαπανᾷν. Τίνος οὖν ἕνεκεν δεῖ γὰρ ἐπὶ τὸν πρότερον ἀναδραμεῖν λόγον, μοσχοποιησάντων ἁπάντων τῶν Ἰουδαίων, οἱ μὲν ἐκολάζοντο, οἱ δὲ οὐκ 55.74 ἐκολάζοντο; Ὅτι οἱ μὲν μετενόησαν, καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, διὰ τὴν εὐλάβειαν τοὺς οἰκείους κατασφάξαντες· οἱ δὲ ἐνέμενον. Ὥστε τὸ μὲν ἁμάρτημα ἴσον· τὰ δὲ μετὰ ταῦτα οὐκ ἴσα. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐχ ἡ αὐτὴ τιμωρία, εἰ καὶ αὐτὴ ἡ ἁμαρτία; Ὅτι οὐκ ἦν ἴσον τὸ ὑπὸ γυναικὸς ἀπατηθῆναι, καὶ ὑπὸ ὄφεως. ∆ιόπερ ἐκεῖνο ἀπάτην ὁ Παῦλος ἐκάλεσε, λέγων· Ὁ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Τίνος δὲ ἕνεκεν καὶ ὁ τὰ ξύλα συλλέξας οὐκ ἔτυχε φιλανθρωπίας; Ὅτι πολλῆς παρανομίας ἦν, τὸ ἐκ προοιμίων εὐθέως παραβῆναι τὸ πρόσταγμα, καὶ ἔδει καὶ τοῖς ἄλλοις φόβον ἐντεθῆναι πολύν. Τοῦτο καὶ ἐπὶ τῆς Σαπφείρας καὶ Ἀνανίου γέγονε. Καὶ ἡμεῖς τοίνυν ὅταν ἁμαρτάνωμεν, σκοπῶμεν εἰ ἄξιοι ἐλέους ἐσμὲν, εἰ ἐποιήσαμέν τι ὥστε ἐλεηθῆναι, εἰ μετενοήσαμεν, εἰ βελτίους ἐγενόμεθα, εἰ ἀπέστημεν. Καὶ γὰρ τὸ τὸν μετανοήσαντα σωθῆναι, ἐξ ἐλέους ἐστὶ σωθῆναι. Οὕτω γοῦν καὶ οὗτος ἀξιοῖ ἐντεῦθεν σωθῆναι, ἀπὸ τῶν δακρύων, ἀπὸ τῶν θρήνων. Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Τουτέστιν, ἀπὸ τῆς κατανύξεως. Ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Οὐκ εὐθέως αὐτὰ λέγει, ἀλλ' ἐπὶ τὸ εὐόλισθον τῆς φύσεως καταφεύγει, λέγων· Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Οὕτως εἶπε, δεικνὺς ὅτι οὐκ ἀρκεῖ μόνον τοῦτο· εἰ γὰρ ἤρκει, πάντες ἂν ἐντεῦθεν ἐσώθημεν· πάντες γάρ ἐσμεν ἄνθρωποι. γʹ. Ἐμοὶ δὲ, εἰ δεῖ ἀκριβέστερόν τι περὶ τούτου εἰπεῖν, τάχα οὐδὲ τοῦτο λέγειν δοκεῖ. Ἀλλὰ τὴν ἀσθένειαν τὴν ἐκ τῶν πειρασμῶν ἐγγινομένην αἰνίττεται, οὐ μικρὸν καὶ τοῦτο δικαίωμα εἰς τὸ τυχεῖν ἐλέους καὶ φιλανθρωπίας προβαλλόμενος. Τοῦτο γοῦν καὶ προϊὼν ᾐνίξατο, λέγων· Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Οἶδε γὰρ καὶ θλίψις μετ' εὐχαριστίας φερομένη, πολλῆς φιλανθρωπίας ὑπόθεσιν παρέχειν, καὶ ἵλεω τὸν Θεὸν ποιεῖν. Ταύτην τοίνυν μοι δοκεῖ καὶ ἐνταῦθα αἰνίττεσθαι, λέγων· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Οὐκ εἶπεν, Ἄνες μοι, οὐδὲ, Ἔνδος μοι, ἀλλ' Ἴασαι. Τὰ γὰρ πρότερα ἀξιοῖ τραύματα ἀφανισθῆναι. Ὀστᾶ δὲ ἐνταῦθα τὴν ἰσχὺν ἅπασαν λέγει· ταραχὴν δὲ, τὴν πληγὴν, τὴν κόλασιν, τὴν τιμωρίαν. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὥσπερ οὖν ἐπὶ τῶν ἰατρῶν τρία ταῦτά ἐστι, μᾶλλον δὲ τέσσαρα, ἢ καὶ πέντε, ὁ ἰατρὸς, ἡ τέχνη, ὁ κάμνων, τὸ νόσημα, τῶν φαρμάκων ἡ δύναμις, καὶ παράταξίς τις γίνεται καὶ μάχη· ἂν μὲν γὰρ μετὰ τοῦ ἰατροῦ, καὶ τῆς τέχνης, καὶ τῶν φαρμάκων, καὶ ἡ προαίρεσις ᾖ τοῦ κάμνοντος, ἐκράτησαν τοῦ νοσήματος· ἂν δὲ ἀφῇ τὸ μετ' ἐκείνων παρατάξασθαι ὁ κάμνων, πρὸς τὴν ἀῤῥωστίαν ἑαυτὸν ἐξάγει· ἢ κἂν μετ' ἐκείνης παρατάξηται πρὸς τὸν ἰατρὸν καὶ τὰ φάρμακα καὶ πρὸς τὴν τέχνην, ἀπήνεγκεν ἑαυτόν· οὕτω δὴ καὶ ἐφ' ἡμῶν συμβαίνει· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ παραδοξότερον. Ἐπὶ μὲν γὰρ τῶν ἰατρῶν πολλάκις καὶ μετὰ τοῦ νοσήματος, καὶ μετὰ τῆς τέχνης, καὶ μετὰ τῶν φαρμάκων ὁ κάμνων ἵσταται, καὶ οὐδὲν ὤνησε, τῆς φύσεως ἀσθενησάσης, καὶ τῆς τέχνης ἀπορησάσης, καὶ