μεγάλων, ποῖον δεινὸν οὐχὶ παρῆν, ποῖον δ' οὐκ ἐτολμᾶτο! σφαγαὶ καὶ πόνοι πανταχοῦ, καὶ λιμνασμὸς αἱμάτων. καὶ τὸ ζοφῶδες τῆς εἱρκτῆς εἶχε πολλοὺς ἐμφρούρους, καὶ μᾶλλον τοὺς ἀπὸ Χριστοῦ τὴν κλῆσιν ἐσχηκότας· πνεύσαντες γὰρ σφοδρότερον ἀνέμων βαρυθρόων τῆς εὐσεβείας τὸ φυτὸν ἀρτίφυτον ὑπάρχον ἐφιλονείκουν ἐκ ῥιζῶν πρεμνόθεν ἀνασπάσαι ὡς κλάδον νεομόσχευτον, ὡς ἁπαλὸν δενδρίον. ἐντεῦθεν στρέβλαι καὶ δεσμά, κατάθυσις ἀνθρώπων, καὶ σάρκες μελιζόμεναι καθάπερ ἐν μακέλλῳ. ἀλλὰ θυμομαχήσαντες ἀλόγιστα πρὸς τοῦτο, καὶ μάτην ὑλακτήσαντες ὡς κύνες λυσσητῆρες, ὄνομα δὲ τὸ τοῦ Χριστοῦ σβέσαι μὴ δυνηθέντες, μανέντες οἱ τρισάθλιοι ῥιπτοῦσι μὲν τὸ στέφος, εἰς τύχην δὲ κατάγουσιν αὑτοὺς ταπεινοτέραν, καὶ κήπων ἐπιμεληταὶ καὶ φυτευταὶ δενδρέων καὶ φυτοσκάφοι γίνονται, καὶ λαχανοκομοῦσιν. ἀναλαβέσθαι πάλιν δὲ θελήσαντες τὸ κράτος καὶ τοῦ σκοποῦ διήμαρτον καὶ τοῦ καταθυμίου, καὶ τὰς ψυχὰς ἀπέρρηξαν θανάτοις βαρυτάτοις, τῆς βασιλείας ἄρξαντες εἴκοσι δύο ἔτη. Οὗτοι λαμβάνουσι γαμβροὺς αὑτῶν ταῖς θυγατράσιν, ἀναγορεύσαντες. αὐτοὺς Καίσαρας οἷα τέκνα, ὁ πρῶτος μὲν Γαλλέριον ἐπὶ τῇ Βαλερίᾳ, Μαξιμιανὸς δὲ Κώνσταντα τὸν τοῦ Κλαυδίου παῖδα τοῦ πρὸ μικροῦ τὸ τῆς ἀρχῆς ἀνεζωσμένου κράτος. εἶχε δ' ὁ Κώνστας γαμετὴν Ἑλένην τὴν ὀλβίαν, ἐξ ἧς ὁ μέγας νικητὴς προῆλθε Κωνσταντῖνος· ἀλλὰ γὰρ δυσωπούμενος τὸ κῆδος τοῦ τυράννου αὐτὴν ἀποβαλλόμενος μίγνυται Θεοδώρᾳ, Μαξιμιανοῦ τῇ θυγατρί, καὶ παῖδας ἀποτίκτει, μεθ' ὧν καὶ τὸν Κωνστάντιον τοῦ Γάλλου τὸν πατέρα καὶ τοῦ παρανομήσαντος καὶ δεδυσσεβηκότος Ἰουλιανοῦ τοῦ μυσαροῦ καὶ καταρατοτάτου. Ὁ Κωνσταντῖνος τοιγαροῦν τοῦ Κώνσταντος τὸ λάχος ὡς πατρικὸν παραλαβών, καὶ βλέπων τὰ Ῥωμαίων κακῶς περιστροβούμενα ζάλαις ἀλλεπαλλήλοις ὡς τῆς ἀρχῆς εἰς πλείονας ἀρχὰς διῃρημένης (ἦρχε καὶ γὰρ Μαξέντιος, καὶ μετ' αὐτοῦ Σεβῆρος, καὶ Μαξιμῖνος σὺν αὐτῷ μετὰ τοῦ Γαλλερίου), ἐγείρει μάχας κατ' αὐτῶν, κατατροποῦται πάντας, καὶ βασιλεὺς καθίσταται καὶ κράτωρ μονοκράτωρ, καὶ θρέμμα γίνεται Χριστοῦ σεπτῆς ἀγελαρχίας, πρῶτος ἀνάκτων τῷ Χριστῷ προσκολληθεὶς γνησίως. οὗτος καθεῖλε τοὺς βωμούς, ἔκλεισε τὰ τεμένη ἐν οἷς προσῆγον Ἕλληνες δαίμοσι τὰς θυσίας, καὶ τῶν αἰσχρῶν ἐναγισμῶν καὶ ῥυπαρῶν ὀργίων σχολὴν κατεψηφίσατο καὶ πάσης βδελυρίας. καὶ γέγονε περίτρανος σάλπιγξ ἀργυροσάλπιγξ, ἀπ' ἄκρων γῆς εἰς ἄκρα γῆς ἠχοῦσα καὶ βοῶσα, καὶ πανταχῇ σαλπίζουσα τὴν εἰς τὸν κτίστην πίστιν. πόλεως δὲ βουλόμενος δομήτωρ χρηματίσαι τὴν τῶν τυφλῶν κατέλαβε Χαλκηδονίων πόλιν. καὶ κτίζειν ἀπαρξάμενος πρᾶγμα κατεῖδε ξένον· καὶ γὰρ μεγαλοπτέρυγες ὄρνιθες ἐπιπτάντες τοὺς λίθους ἀφαρπάσαντες μετήνεγκαν ἐκεῖθε ἐπὶ τὴν πόλιν Βύζαντος τὴν περικαλλεστάτην. ὁ τοίνυν θεοφρούρητος αὐτάναξ Κωνσταντῖνος οὐκ ἀπὸ τύχης ἐγνωκώς, ἀλλ' οὐδ' ἐκ ταυτομάτου συμβῆναι τὸ γενόμενον τοῦτο περὶ τοὺς λίθους, ἐκεῖθεν μεταθέμενος στρέφει τὴν γνώμην ὅλην ἐπὶ τὴν πανευδαίμονα πόλιν τῶν Βυζαντίων, καὶ πόλιν ὀλβιόπολιν αὐτῇ προσανεγείρει, πόλιν τὴν μεγαλόπολιν, πόλιν τὴν νέαν Ῥώμην, Ῥώμην τὴν ἀρρυτίδωτον, τὴν μήποτε γηρῶσαν, Ῥώμην ἀεὶ νεάζουσαν, ἀεὶ καινιζομένην, Ῥώμην ἀφ' ἧς προχέονται χαρίτων αἱ συρμάδες, ἣν ἤπειρος προσπτύσσεται, θάλασσα δεξιοῦται, ἠπίως ἀγκαλίζονται παλάμαι τῆς Εὐρώπης, ἀντιφιλεῖ δ' ἑτέρωθεν τὸ τῆς Ἀσίας στόμα. Ἀλλὰ τὰ μὲν αὐχήματα ταύτης τῆς βασιλίδος ἑτέρου λόγου καὶ καιροῦ καταριθμεῖν καὶ γράφειν· ἐπὶ δὲ τὴν διήγησιν πάλιν ἐπανιτέον. ὁ γάρ τοι γαληνότατος καὶ μέγας Κωνσταντῖνος ἔτεσι μὲν ἐκράτησε δέκα σὺν ἄλλοις δύο τῆς πρεσβυτέρας Ῥώμης καὶ δὶς δέκα Βυζαντίδος· ὡς δ' ἔμελλεν ὡς ἄνθρωπος ἐκ γῆς γεγεννημένος τὸν χοῦν ἀποφορτίζεσθαι καὶ τῇ πηλῷ διδόναι τὴν δανεισθεῖσαν παρ' αὐτῆς τοῦ σκήνους κεραμείαν, Κωνστάντιον τὸν δεύτερον υἱὸν ἀναγορεύει πάσης ἑῴας κράτορα, τοῖς δὲ παισὶ τοῖς ἄλλοις (ἦσαν δ'
29