29
τῆς δυνάμεως δραπετευσάσης ἔκ τινος ἐπηρείας· ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔνι 55.75 τοῦτο, ἀλλ' ἐὰν στῇς μετὰ τοῦ ἰατροῦ, πάντως δεῖ θεραπευθῆναι τὸ ἕλκος. Οὐ γάρ ἐστιν ἀνθρωπίνη τέχνη, ἵνα ἀπορήσῃ, ἀλλὰ θεία δύναμις, ἡ καὶ φύσεων καὶ νοσημάτων, καὶ πονηρίας, καὶ πάσης περιγινομένη κακίας. ∆ιὰ δὴ τοῦτο καὶ οὗτος ὥσπερ ἰατρῷ τῷ Θεῷ προσελθὼν καὶ ἀποδυρόμενος, ἔλεγεν· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Τινὲς δέ φασιν ἐνταῦθα ταραχὴν ἐκείνην λέγειν, τὴν ἐκ τῆς ἁμαρτίας γινομένην. Καθάπερ γὰρ ὅταν πνεύματα ῥαγδαῖα εἰς πέλαγος ἐμπέσῃ, πάντα ταράττει, καὶ ἡ βυθία ἄνω φέρεται ψάμμος, καὶ οἱ πλέοντες ἐν κινδύνῳ γίνονται· οὕτω δὴ καὶ ἐφ' ἡμῶν ταράττεται ἡ ψυχὴ, κινεῖται τὸ σῶμα, πάντα πληροῦται τοῦ χειμῶνος, καὶ μεστὸν ἡμῖν τὸ σκάφος λοιπὸν ταραχῆς, καὶ σκότος πολὺ καὶ πάντα οἴχεται ἀπολιμπάνοντα τὸν οἰκεῖον τόπον, καὶ πολλὴ ἡ σύγχυσις. Τοῦτο μάλιστα καὶ ἐν ἐπιθυμίαις ἀσελγείας συμβαίνειν εἴωθε· τοῦτο καὶ ἐν θυμῷ καὶ ἐν συμφοραῖς. Πάντα γὰρ ταῦτα ταράττει καὶ ψυχὴν καὶ ὀστᾶ, καὶ αἱ κόραι διαστρέφονται, καὶ οὐδὲ οἱ ὀφθαλμοὶ κατὰ τάξιν βλέπουσιν· ἀλλ' ὥσπερ ἡνιόχου θορυβηθέντος, ἀτάκτως οἱ ἵπποι φέρονται· οὕτω τοῦ λογισμοῦ διαταραχθέντος, πάντα συγχεῖται, πάντα διαστρέφεται καὶ τὴν ἰδίαν ὁδὸν ἀπόλλυσι. Πῶς δὲ αὕτη γίνεται ἡ ταραχὴ, ἀναγκαῖον καὶ τοῦτο εἰπεῖν. Οὐ γὰρ ὥσπερ ἐν θαλάττῃ παρὰ τὴν τῶν πνευμάτων ἐμβολὴν, οὕτω καὶ ἐν τῇ ψυχῇ παρά τινα ἀδόκητον περίστασιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν συμβαίνει. Καὶ γὰρ τοῦ γενέσθαι καὶ τοῦ μὴ γενέσθαι ἡμεῖς αἴτιοι. Οἷόν τι λέγω· τῆς ἐπιθυμίας ἐγειρομένης, ἂν μὴ σὺ τὴν φλόγα ἀνάψῃς, οὐ καίεται ἡ κάμινος, ἂν μὴ τροφὴν παράσχῃς τῇ ὕλῃ. Οὐκ ἀνάπτεται δὲ ἡ κάμινος, ἂν μὴ τὰς εὐμόρφους ὄψεις περιεργάσῃ, ἂν μὴ τὰ ἄλλα κάλλη πολυπραγμονήσῃς, ἂν μὴ εἰς θέατρα παρανομίας ἀναβαίνῃς. Ἂν γὰρ μὴ πιάνῃς τρυφῇ τὴν σάρκα, ἂν μὴ καταποντίσῃς οἴνῳ τὸν λογισμὸν, οὐκ αἴρεται ἡ φλὸξ, οὐκ ἀνάπτεται ἡ κάμινος, οὐ γίνεται χαλεπώτερον τὸ θηρίον, οὐ διατέμνεται καθάπερ ὑπὸ πνευμάτων ἀγρίων τῆς διανοίας τὸ καθαρόν. Ἀρκεῖ οὖν ταῦτα, φησὶ, πρὸς τὸ διαφυγεῖν τὴν φλόγα τῆς ἁμαρτίας; Οὐκ ἀρκεῖ ταῦτα καὶ μόνα, ἀλλὰ καὶ ἕτερα δεῖ προστεθῆναι, εὐχὰς διηνεκεῖς, ἁγίων συνουσίαν, νηστείαν σύμμετρον, δίαιταν λιτὴν, ἀσχολίας ἀναγκαίας, πρὸ τῶν ἄλλων ἁπάντων τοῦ Θεοῦ τὸν φόβον, τὴν μέλλουσαν κρίσιν, τὰς ἀφορήτους κολάσεις, τὰς ἐπαγγελίας τῶν ἀγαθῶν. ∆ιὰ τούτων ἁπάντων δύνασαι χαλινῶσαι τὴν λυττῶσαν ἐπιθυμίαν, καὶ στῆσαι τὴν κυμαινομένην θάλατταν. Καὶ σὺ, Κύριε, ἕως πότε; Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Συνεχῶς τὸ, Κύριε, τίθησιν, ὥσπερ τι δικαίωμα προβαλλόμενος συγχωρήσεως καὶ χάριτος· καὶ γὰρ ἡ μεγίστη ἡμῶν ἐλπὶς αὕτη, ἡ ἄφατος αὐτοῦ φιλανθρωπία, καὶ τὸ τοιοῦτον εἶναι αὐτὸν πρόχειρον εἰς συγχώρησιν. Τὸ δὲ, Ἕως πότε, οὐκ ἀποδυσπετοῦντος, οὐδὲ δυσχεραίνοντος, ἀλλ' ὀδυνωμένου καὶ ἀλγοῦντος, καὶ οὐ φέροντος τὸν ἀπὸ τῶν πειρασμῶν ὄγκον. δʹ. Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου. ∆ύο ἐνταῦθα τίθησι, τό τε ἐπιστρέψαι αὐτὸν, καὶ τὸ ῥύσασθαι τὴν ψυχήν μου. Τοῦτο γὰρ μάλιστα τοῖς δικαίοις περισπούδαστον, τὸ κατηλλάχθαι αὐτὸν, καὶ ἵλεων εἶναι καὶ εὐμενῆ, καὶ μὴ ἀποστρέφεσθαι. Τούτῳ γὰρ καὶ ἕτερον ἕπεται, τὸ σωθῆναι τὴν ψυχήν· οὐχ ὡς πολλοὶ τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν παχυτέρων, ἓν μόνον ἐπιζητοῦσιν, ὅπως τῆς παρούσης ἀπολαύοιεν εὐημερίας. Ἀλλ' οὐκ ἐκεῖνοι οὕτως· ἀλλ' ὅπως τῆς σωτηρίας τῆς κατὰ ψυχὴν ἀπολαύσαιεν, ἧς οὐδὲν προτιμότερον αὐτοῖς ἦν. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ὅρα πόσας τίθησιν αἰτίας