αὐτὸν καταλύσουσι τὰς σκηνὰς πηξάμενοι, καὶ οὐκ εὐχερῶς ἐν τῷ τοιούτῳ τόπῳ τὸν ἐν νυκτὶ πόλεμον ἁρμόζει γενέσθαι, δεῖ τὸν στρατηγὸν μετὰ πασῶν τῶν πεζικῶν τε καὶ ἱππικῶν δυνάμεων ἔμπροσθεν πάλιν γενέσθαι καὶ τὰ ὑψηλότερα τῶν ὀρῶν κατασχεῖν καὶ τὴν διάβασιν τῆς ὁδοῦ ὁμοίως ἀσφαλίσασθαι. Καὶ ἐπεὶ πᾶσαι, ὡς ἔφημεν, αἱ ὁδοὶ αἱ πρὸς τὴν πολεμίαν εἰσάγουσαι, διὰ τῶν ὅλων ὧν ἀπηριθμησάμην θεμάτων καὶ οἰκείοις ὀφθαλμοῖς ἐθεασάμην, δύσβατοι τυγχάνουσιν ἐν ὄρεσι τοῖς διορίζουσι τὰς ἄμφω χώρας, σπεῦδε προκαταλαβεῖν τὴν διάβασιν αὐτῶν καὶ τὸν κατὰ πρόσωπον αὐτῶν ἀδιστάκτως διατίθεσο πόλεμον, καὶ χάριτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ὑπερισχύσεις αὐτῶν καὶ τούτους καταβαλὼν τελείῳ παραδώσεις ἀφανισμῷ. 25.τ Περὶ ἑτέρας κατασχέσεως ὁδοῦ τῆς εἰς τὴν κατάβασιν δυσχωρίαν ἀποτελούσησ 25.1 Εἰ δέ γε ἡ ὁδός, ἣν ὑποστρέφουσιν, εὑρεθῇ φέρουσα τοῖς πολεμίοις ἐκ τῶν ἄνωθεν καὶ ἐφόμαλός ἐστι, μὴ ἔχουσα δυσχωρίαν τοῦ κατὰ πρόσωπον αὐτῶν ἀντιστῆναι, ἀλλ' ἡνίκα πρὸς τὸ καταφερὲς ἐπικλίνει, τότε στενὴ καὶ δύσβατός ἐστι, συγχέουσα τὰς παρατάξεις αὐτῶν καὶ ὀλίγους διέρχεσθαι ἀναγκάζουσα καὶ τοὺς ἄλλους ὁμοίως παρασκευάζειν ἐπακολουθεῖν καὶ διέρχεσθαι, ἐν ἐκείνοις τοῖς στενωποῖς δέον πεζικὰς τάξεις καταστῆσαι ἔνθεν κἀκεῖθεν τῶν πολεμίων, δύο μὲν κατὰ τὸ δεξιόν, δύο δὲ κατὰ τὸ εὐώνυμον, ἀπ' ἀλλήλων διακεκριμένας. Ἀλλὰ καὶ ἐκ τῶν ὄπισθεν εἰς λόχον καταστῆσαι πεζικὴν λαοῦ δύναμιν μεθ' ἱππέων καὶ ἄρχοντος ἀνδρείου καὶ ἐμπειροτάτου, εἴπερ τὸ λεγόμενον σάκα αὐτῶν ἄνωθεν κατέλιπον ἵστασθαι καὶ τὴν ὁδὸν φυλάσσειν, ἀλλὰ μὴ σύνεγγυς, πρὸς τὸ μὴ διαγνωσθῆναι. 25.2 Καὶ εἰ μὲν οἱ εἰς τὸν λόχον ἱστάμενοι ἄνωθεν πρόθυμοί εἰσι παρασυνάψαι πόλεμον, ἡνίκα αἱ κάτωθεν παρατάξεις ἡμῶν ἱστάμεναι κατὰ τῶν ἔμπροσθεν διερχομένων πολεμίων τὴν προσβολὴν ποιήσονται, ἐξερχέσθωσαν καὶ οἱ εἰς τὸν λόχον ἱστάμενοι πεζοί τε καὶ ἱππεῖς καὶ συναπτέτωσαν πόλεμον μετ' αὐτοὺς κατὰ τῶν πολεμίων. Εἰ δὲ οὐ θαρρήσουσιν οἱ εἰς τὸν λόχον ἱστάμενοι κατ' αὐτοῦ ἐπελθεῖν κάτωθεν, σάκα εἰς ἐφόμαλον τόπον ἱσταμένου, καρτερήσουσιν εἰς τὸν λόχον, καί, ἐπεὶ αὐτὸ διελθεῖν κατεπείγεται καὶ τοὺς ἰδίους καταλαβεῖνοὐ γάρ ἐστι τῶν ἐνδεχομένων ἐκεῖσε ἐπὶ πολὺ ἵστασθαι, ἡνίκα τῆς εἰς κατάβασιν φερούσης ὁδοῦ ἐπιλάβωνται, καὶ ἐξερχέσθωσαν οἱ ἐν τῷ λόχῳ, καὶ τὴν ὁδὸν κατασχόντες καὶ ἐκ τῶν ἄνωθεν γενόμενοι κατ' αὐτῶν ὁρμησάτωσαν. 25.3 Καὶ οὐ δυνήσονται ἀντιστῆναι καὶ ἀμύνασθαι, παρ' αὐτῶν βαλλόμενοι, τοῦ τόπου αὐτοῖς ἐναντιουμένου· ἀλλὰ σπεύσουσι τοὺς ἰδίους καταλαβεῖν πολεμούμενοι ἐν τοῖς στενώμασι παρὰ τῶν κάτωθεν ἡμῶν ἱσταμένων παρατάξεων, ἐπ' ἐλπίδι διελθεῖν καὶ τὴν ἰδίαν καταλαβεῖν. Ἀλλ' οὐδαμῶς τούτου ἐπιτύχωσιν, εἴπερ δὴ ὡς ἐξεθέμεθα ὁ κατ' αὐτῶν παρασκευασθῇ πόλεμος, μᾶλλον δὲ κατὰ κράτος ἡττηθήσονται χάριτι τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.