αὐτοῖς ὀνόματα Κώνστας καὶ Κωνσταντῖνος) χειρίζει τὰ προσέσπερα καὶ Ῥώμην καὶ Γαλλίας. ἀλλ' οὗτοι μὲν ἀπέσβησαν τάχιον καὶ πρὸ χρόνου, πόλεμον φεῦ εἰς ἔμφυλον ἀλλήλοις καταστάντες καὶ τὰς ἀλλήλων θέλοντες ἁρπάσαι κρατορίας· εἰς μόνον δὲ Κωνστάντιον τὸ πᾶν μετέβη κράτος, ὃς τὰ μὲν πρῶτα Καίσαρα τετίμηκε τὸν Γάλλον, τὸν αὐτανεψιὸν αὐτοῦ, τὸν Κωνσταντίου παῖδα, βασιλειῶντα δὲ μαθὼν καὶ τυραννεῖν ὁρμῶντα καὶ πάντα μηχανώμενον ὥστε τυχεῖν τοῦ πόθου τὴν κεφαλὴν ἀφείλετο, πᾶσαν ὁρμὴν προφθάσας. τὸν ἀδελφὸν τοῦ Γάλλου δέ, τὸν χοῖρον τὸν δυσώδη, Ἰουλιανὸν τῷ Καίσαρος ἐκόσμησε στεφάνῳ· ἐφ' οἷς ἀστεϊζόμενος δῆθεν ὁ παραβάτης, καὶ τὴν ἐσθῆτα τὴν αὑτοῦ δεικνὺς τὴν ἐκ πορφύρας, ἐκεῖνο τὸ θρυλούμενον ἐπέλεγε τοῖς πέλας "πορφύρεός τε θάνατος κατέλαβε καὶ μοῖρα," ὡς ἐν χλαμύδι πορφυρᾷ καὶ Γάλλου τεθνηκότος. μετὰ μικρὸν δ' ἀποστατεῖ θεοῦ καὶ βασιλέως, ἐξόμνυται τὸν σεβασμὸν ὃν εἶχεν εἰς τὸν κτίστην, καὶ προσκολλᾶται δαίμοσι τοῖς τρισαλιτηρίοις, αἵμασιν ἀποπλύνει δὲ φεῦ τὸ λουτρὸν τὸ θεῖον, ὅπλα κινεῖ καὶ πόλεμον κατὰ τοῦ σεσωκότος, καὶ περιτίθησιν αὐτῷ τὴν αὐτοκρατορίαν. ὅπερ μαθὼν Κωνστάντιος, καὶ τῷ θυμῷ καχλάσας, νόσῳ πιέζεται δεινῇ, καὶ μετ' ὀλίγον θνήσκει, κατάρξας τὸ βασίλειον εἴκοσι κράτος ἔτη, ταῦτα τὰ τρία πονηρὰ τὰ παρ' αὐτοῦ πραχθέντα ἀνακλαιόμενος πικρῶς καὶ φέρων ἐπὶ γλώττης, τοῦ Γάλλου τὴν ἀναίρεσιν ἀδίκως γεγονυῖαν, πίστεως τὴν παρατροπὴν καὶ τὴν καινοτομίαν, καὶ τὴν ἀνάρρησιν αὐτοῦ τοῦ θεομισεστάτου. Ἀλλὰ γὰρ οὐκ ἐνύσταξεν ἐπὶ μακρὸν ἡ δίκη, οὐδ' ὁ παντόπτης ὀφθαλμὸς ἐκάμμυσεν εἰς πλέον, ἀλλ' ἤγειρε τὸ βλέφαρον, εἶδε τὸν ἀποστάτην, κατεῖδε τοὺς ἐναγισμοὺς καὶ τὰς ζωοσφαγίας, τοὺς τῶν αἱμάτων ποταμούς, τὰς ἀνθρωποκτονίας, καὶ πᾶν αἰσχρὸν καὶ μυσαρὸν καὶ πλῆρες δυσσεβείας τὸ παρ' αὐτοῦ τελούμενον, καὶ μυσαχθεὶς τὴν λύσσαν τοῖς Πέρσαις παραδέδωκεν ὡς λέουσιν ἀγρίοις τὸν χοῖρον τὸν πηλόφυρτον πικρῶς διασπαράξαι. καὶ πίπτει μὲν ὁ δυσσεβὴς ἔργον φανεὶς ῥομφαίας, μῆνας ἑπτὰ τὸ εὐκλεὲς κράτος τῆς βασιλείας σὺν ἔτη δύο δυσσεβῶς ταράξας καὶ κυκήσας· ἡ γῆ δ' οὐ παραδέχεται τὸ σκῆνος τοῦ βεβήλου, ἀλλ' ἐν σεισμῷ καὶ τιναγμῷ κάτωθεν ἀποπτύει τὸν ἀσεβείας συσσεισμῷ δονήσαντα τὴν κτίσιν. καὶ πάλιν λάμπει φαιδρωπὸν τῆς πίστεως ἡ χάρις τὸ στέφος Ἰωβιανοῦ τοῦ κράτους δεξαμένου. Ἀλλὰ καὶ τούτου πρὸς μικρὸν τῆς τύχης γευσαμένου καὶ παρελθόντος τάχιον καὶ γῆθεν μεταστάντος (μῆνας ὀκτὼ γὰρ τῆς ἀρχῆς ἐκράτησε Ῥωμαίων) εἰς Οὐαλεντινιανὸν τὰ σκῆπτρα μεταβαίνει, ὃς ἀδελφὸν Οὐάλεντα τὸ στέφος περιβάλλει καὶ τῆς ἑῴας κράτορα τοῦτον ἀναδεικνύει, τὸν δὲ καλὸν Γρατιανὸν τῆς πρεσβυτέρας Ῥώμης, τὸν ἐκ Σεβήρας γαμετῆς αὐτῷ γεγεννημένον. Οὐάλης μὲν οὖν ὁ δυσσεβὴς προσθέμενος Ἀρείῳ τῷ κατὰ τοῦ δεσπότου μου κακῶς φρυαξαμένῳ, καὶ τὸν λαὸν τὸν εὐσεβῆ πικράνας καὶ συνθλίψας, πυρὸς τροφὴ μετ' οὐ πολὺ γίνεται τοῦ παμφάγου, ἀχυρμιὰν καθυποδὺς ἐν τῷ τοὺς Σκύθας φεύγειν, δέκα πρὸς τέσσαρσιν ἀρχῆς κρατήσας τῆς ἑῴας. ὁ δὲ καλὸς Γρατιανὸς Οὐάλεντος πεσόντος, καὶ πάσης ἤδη τῆς ἀρχῆς εἰς τοῦτον μεταστάσης (καὶ γὰρ Οὐαλεντινιανὸς ἔφθη δοῦναι τὸ χρέος, ὁ τῆς παρόδου τῆς εἰς φῶς αἴτιος φανεὶς τούτῳ, χρηστὸς ἀνήρ, θεοσεβής, ἄλκιμος τὰ πρὸς μάχας, δύο πρὸς δέκα τῆς ἀρχῆς κρατήσας τῶν Αὐσόνων), τὸν πρῶτον Θεοδόσιον ἄρχειν τῆς ἕω πέμπει, ἄνδρα βριθύν, ἀρεϊκόν, ἐξ Ἱσπανίας φύντα, οὐ χαρισάμενος αὐτῷ τὸ κράτος ἀλογίστως, δοὺς δὲ τῆς νίκης ἔπαθλον ἥνπερ κατὰ βαρβάρων ὑπερβαινόντων ψάμαθον τὴν παραγιαλῖτιν ὑπὸ θεοῦ φρουρούμενος ἤνυσεν ὁ γεννάδας. ὁ κράτωρ οὖν Γρατιανὸς ἐκεῖνον βασιλεύσας καὶ τοῖς ἑῴοις γένεσι μόναρχον ἐπιστήσας, τὰ μέρη τὰ προσέσπερα καὶ Ῥώμην οἰκειοῦται. Οὗτος, φασίν, ὁ βασιλεὺς γυναίου προσελθόντος καὶ κατειπόντος πρὸς αὐτὸν τοῦ συνομοζυγοῦντος ὅτι πληγὰς καὶ ῥαβδισμοὺς αὐτῇ συχνῶς ἐπάγει, "οὐδέν, ὦ γύναι, πρὸς ἐμὲ τοῦτ' ἔφησεν εὐστόχως.
30