30
σωτηρίας. Ὅτι ἀσθενής εἰμι, φησὶν, Ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, ὅτι παρὰ τοῦ Κυρίου ταῦτα αἰτῶ, Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· οὐ τοῦτο λέγων, ὅτι μέχρι τοῦ παρόντος τὰ ἡμέτερα· ἄπαγε· οἶδε γὰρ τὸν περὶ τῆς ἀναστάσεως λόγον· ἀλλ' ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡ μετάνοια καιρὸν οὐκ ἂν ἔχοι. Ἐπεὶ καὶ ὁ πλούσιος ἐξωμολογεῖτο καὶ μετενόει, ἀλλ' οὐδὲν ὠφελεῖτο διὰ τὴν ἀκαιρίαν. Καὶ αἱ παρθένοι δὲ ἠβουλήθησαν λαβεῖν ἔλαιον, ἀλλ' οὐδεὶς αὐταῖς ἔδωκε. Τοῦτο τοίνυν ἀξιοῖ καὶ οὗτος, ἐνταῦθα ἀπονίψασθαι τὰ ἁμαρτήματα, ὥστε ἐπὶ τοῦ φοβεροῦ βήματος παῤῥησίας ἀπολαῦσαι. Εἶτα παιδεύων τὸν ἀκροατὴν, ὅτι μετὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖ καὶ τὰ ἡμέτερα ἕπεσθαι ἄν τε γὰρ τὴν ἀσθένειαν προβαλλώμεθα, ἄν τε τὴν ταραχὴν, ἄν τε τοῦ Θεοῦ τὴν ἀγαθότητα, ἄν τε αὐτὸ δὴ τοῦτο, ὃ ἔλεγε, τὰ δὲ παρ' ἡμῶν μὴ προσκέηται, οὐδὲν ἡμῖν ὄφελος, ὅρα τί ἐπήγαγεν· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἀκουέτωσαν οἱ ἐν εὐτελείᾳ ζῶντες, οἵαν ὁ βασιλεὺς καὶ πορφυρίδα περικείμενος μετάνοιαν ἐπεδείκνυτο· ἀκούσωμεν, κατανυγῶμεν. Οὐχ ἁπλῶς ἔκαμεν, ἀλλὰ καὶ ἐκοπίασε στενάζων· οὐχ ἁπλῶς ἐδάκρυσεν, ἀλλὰ καὶ ἔλουσε τὴν κλίνην, οὐ μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν, ἀλλὰ καὶ καθ' ἑκάστην νύκτα· καὶ οὐ τὸ παρελθὸν μόνον λέγει, ἀλλὰ καὶ τὸ μέλλον. Μὴ γὰρ δὴ νομίσητε, ὅτι ταῦτα ποιήσας ἅπαξ, πρὸς ἄνεσιν ἑαυτὸν λοιπὸν ἀφῆκεν, ἀλλὰ διηνεκῶς τοῦτο πράττων διετέλει διὰ πάσης τῆς ζωῆς. Οὐ κάθαπερ ἡμεῖς, οἱ μίαν ἐργαζόμενοι τοῦτο πολλάκις ἡμέραν, ἢ οὐδὲ μίαν, εἰς γέλωτα καὶ τρυφὴν καὶ ἄνεσιν ἑαυτοὺς ἐκδίδομεν. Ἀλλ' οὐκ ἐκεῖνος· ἀλλ' ἐν δάκρυσι διηνεκέσι διετέλει. Ταύτην δὴ καὶ ἡμεῖς μιμώμεθα τὴν ἐξομολόγησιν. Εἰ γὰρ μὴ βουληθείημεν κλαῦσαι ἐνταῦθα, ἀνάγκη πάντως ἐκεῖ ὀδύρεσθαι καὶ κλαίειν· ἐκεῖ μὲν ἀνόνητα, ἐνταῦθα δὲ μετὰ κέρδους· καὶ ἐκεῖ μὲν μετ' αἰσχύνης, ἐνταῦθα δὲ μετ' εὐκοσμίας πολλῆς. Ὅτι γὰρ ἀνάγκη τοῦτο γενέσθαι, ἄκουσον τί φησιν ὁ Χριστός· Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ' οὐχ οἱ ἐνταῦθα κλαίοντες οὕτως· ἀλλὰ πολλῆς ἀπολαύσονται τῆς παρακλήσεως Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, 55.77 ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Ἀκουέτωσαν οἱ τὰς ἀργυρᾶς κλίνας ἔχοντες, οἵα τοῦ βασιλέως ἦν ἡ κλίνη· οὐ λιθοκόλλητος, οὐ χρυσόπαστος, ἀλλὰ δάκρυσι λελουμένη. Τούτῳ αἱ νύκτες οὐκ ἀναπαύσεως, ἀλλὰ θρήνων καὶ ὀδυρμῶν νύκτες ἦσαν. Ἐπειδὴ ἐν ἡμέρᾳ πολλαὶ περιέσπων αὐτὸν φροντίδες, ὃν ἅπαντες ἀνέσεως ποιοῦνται καιρὸν, τοῦτον ἐκεῖνος ἐξομολογήσεως ἐποιεῖτο, θερμότερον θρηνῶν τότε. Καλὸν μὲν γὰρ ἀεὶ τὸ κλαίειν, μάλιστα δὲ ἐν καιρῷ τῆς νυκτὸς, ὅτε οὐδεὶς ἐκκρούων τῆς θαυμαστῆς ταύτης ἡδονῆς, ἀλλ' ἔνεστιν ἐμφορηθῆναι τῷ βουλομένῳ μετὰ πάσης ἀδείας. Ἴσασιν οἱ πεῖραν λαβόντες ὃ λέγω, ὅσην εὐφροσύνην ἔχουσιν αὗται τῶν δακρύων αἱ πηγαί. Ταῦτα τὰ δάκρυα τὸ ἄσβεστον πῦρ σβέσαι δύνανται, τὸν ποταμὸν ἐκεῖνον τὸν πρὸ τοῦ βήματος ἑλκόμενον. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐδάκρυε τριετίαν νύκτα καὶ ἡμέραν, τὰ ἀλλότρια διορθούμενος πάθη· ἡμεῖς δὲ οὐδὲ τὰ οἰκεῖα, ἀλλὰ γέλωτι καὶ τρυφῇ ἑαυτοὺς ἐκδιδόντες, τὴν νύκτα κάρῳ βαθεῖ καταχωννύμεθα. Καὶ οἱ μὲν ὕπνῳ θανάτῳ προσεοικότι προσήλωνται· οἱ δὲ ἀγρυπνίαν θανάτου χαλεπωτέραν ἀγρυπνοῦσι, τόκους καὶ δανείσματα καὶ τὰς ἑτέρων ἀναλογιζόμενοι κατ' ἐκεῖνον τὸν καιρὸν ἐπιβουλάς. Ἀλλ' οὐχ οἱ νήφοντες, ἀλλὰ τὰς ἑαυτῶν γεωργοῦσι ψυχὰς, ὥσπερ ὑετῷ τοῖς δάκρυσι κεχρημένοι τούτοις, καὶ τὰ σπέρματα τῆς ἀρετῆς αὔξοντες. Πάσῃ κακίᾳ καὶ ἀσελγείᾳ ἄβατός ἐστιν εὐνὴ τοιαῦτα δάκρυα δεχομένη. Ὁ τὰ τοιαῦτα δάκρυα σταλάζων, οὐδὲν ἡγεῖται τὰ ἐπὶ τῆς γῆς, ἀλλὰ πάσης πολιορκίας ἀπαλλάττει τὴν ψυχὴν, τοῦ ἡλίου