31
λαμπροτέραν καθίστησι τὴν διάνοιαν. Καὶ μή με νομίσητε πρὸς μοναχοὺς ταῦτα λέγειν μόνον· καὶ γὰρ πρὸς βιωτικοὺς ἡ παραίνεσις, καὶ πρὸς τούτους μᾶλλον, ἢ ἐκείνους· οὗτοι γὰρ μάλιστα οἱ δεόμενοι τῶν τῆς μετανοίας φαρμάκων. Ὁ τοιαῦτα θρηνῶν, ἀναστήσεται λιμένος γαληνοῦ τὴν ψυχὴν ἄμεινον ἔχων, πάντα ἐκβάλλων τὰ πάθη· πολλῆς πεπληρωμένος τῆς εὐφροσύνης εἰς οἶκον Θεοῦ μετὰ παῤῥησίας ἀπαντήσεται ὁ τοιοῦτος· τῷ πλησίον μεθ' ἡδονῆς διαλέξεται· οὐ θυμὸς γὰρ ἐνδομυχεῖ, οὐκ ἐπιθυμία φλέγει, οὐκ ἔρως χρημάτων, οὐ φθόνος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Πάντα γὰρ ταῦτα, καθάπερ θηρία ἐμφωλεύοντα, καταδῦναι διὰ τῆς νυκτὸς ὁ στεναγμὸς ἐκεῖνος καὶ τὰ δάκρυα παρεσκεύασεν. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Εἶδες ψυχὴν συντετριμμένην; Εἰπὼν τὴν μετάνοιαν, λέγει πάλιν τὰ πάθη, τὸν θόρυβον τὸν ἐν τῇ διανοίᾳ, τὸν φόβον τὸν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ ἐγγινόμενον. εʹ. Ὀφθαλμὸν γὰρ ἐνταῦθα τὸν τῆς ψυχῆς φησι, τὸ διορατικὸν ἐκεῖνο καὶ λογικὸν, ὅπερ ἡ ἔννοια τῶν οἰκείων ἁμαρτημάτων ταράττειν εἴωθεν. Ἐπειδὴ γὰρ διὰ παντὸς πρὸ τῶν ὀφθαλμῶν εἶχε τὰ πλημμελήματα, καὶ τοῦ Θεοῦ τὴν ὀργὴν ἀνελογίζετο, ἐν φόβῳ ὢν, οὐκ ἀναλγήτως ζῶν, καθάπερ οἱ πολλοὶ, ἀλλὰ ἀγωνιῶν καὶ τρέμων. Ἡ τοιαύτη ταραχὴ γαλήνης μήτηρ ἐστίν· ὁ τοιοῦτος φόβος ἀδείας ὑπόθεσις. Ὁ οὕτω τεταραγμένος πάντα χειμῶνα ἐκβάλλει· τοιαύτην οὐκ ἔχων τὴν ψυχὴν χαλεπὸν κλυδώνιον ὑποστήσεται. Καὶ ὥσπερ πλοῖον ἀνερμάτιστον τῇ τῶν ἀγρίων πνευμάτων ἐκδοθὲν ῥύμῃ, ταχέως καταποντίζεται· οὕτω καὶ ψυχὴ ἀναλγήτως ζῶσα, μυρίοις 55.78 πρόκειται πάθεσι. ∆ιὸ καὶ ὁ μακάριος Παῦλος τοῦτο 55.78 τὸ πάθος ἐνδεικνύμενος, ἔλεγεν· Οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Καὶ καθάπερ κυβερνήτης, ἕως ἂν ταῖς φροντίσι ταῖς ὑπὲρ τῶν πλεόντων ταράττηται, πάντας ἐν γαλήνῃ καθίστησιν, ἂν δὲ ταύτης ἀπαλλαγεὶς καθεύδῃ, ταραχὴν ἐπάγει μεγάλην· οὕτω δὴ καὶ ὁ ἄνθρωπος· ὁ μὲν ἀγωνιῶν καὶ τρέμων καὶ ταραττόμενος, ἐν ἡσυχίᾳ τὴν ἑαυτοῦ καθίστησι διάνοιαν· ὁ δὲ ὕπνῳ τῆς ῥᾳθυμίας ἑαυτὸν παραδοὺς, ὑποβρύχιον τὸ σκάφος ἐργάζεται. Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Τί ἐστιν, Ἐπαλαιώθην; Ἠσθένησα, φησὶν, ὑπὸ τῶν ἐχθρῶν μου. Καὶ γὰρ ἐναγώνιος ἡμῶν ὁ βίος, καὶ μυρίων ἐχθρῶν ἡ ζωὴ ἡμῖν ἐμπέπλησται, οἵτινες καὶ ἰσχυρότεροι γίνονται, ἐπειδὰν ἁμαρτήμασι περιπέσωμεν. ∆ιὸ πάντα χρὴ ποιεῖν, ὥστε διαφυγεῖν αὐτῶν τὰς λαβὰς, καὶ μηδέποτε πρὸς αὐτοὺς καταλλάττεσθαι· αὕτη γὰρ ἡμῖν μεγίστης ἀσφαλείας ὑπόθεσις. Τούτων τῶν ἐχθρῶν τὴν φάλαγγα δηλῶν ὁ Παῦλος, ἔλεγεν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Ἐπεὶ οὖν τοιαύτη ἡ τῶν πολεμίων φάλαγξ, ἀεὶ καὶ διηνεκῶς ὁπλίζεσθαι χρὴ, καὶ φεύγειν τῶν ἁμαρτημάτων τὰς ἐφόδους. Οὐδὲν γὰρ οὕτω παλαιοῦν εἴωθεν, ὡς ἁμαρτίας φύσις. ∆ιόπερ καὶ ὁ Παῦλος τὴν ἐντεῦθεν παλαίωσιν γινομένην ἀποτρίβεσθαι κελεύων, ἔλεγε· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν. Ὅταν οὖν ὑπὸ τῆς ἁμαρτίας παλαιωθῇς, ὑπὸ τῆς μετανοίας ἀνακαίνισον σαυτόν. Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ἤκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Οὐ μικρὰ καὶ αὕτη ὁδὸς εἰς ἀρετὴν ἄγουσα, τὸ φεύγειν τοὺς πονηρούς. Ὅπερ μετὰ τοσαύτης ὑπερβολῆς καὶ ὁ Χριστὸς ἀπαιτεῖ παρ' ἡμῶν, ὡς τοὺς ἐν τάξει μελῶν ἡμῖν ἀναγκαιοτάτων ὄντας φίλους κελεύειν ἐκκόπτειν, ὅταν ἡμᾶς σκανδαλίζωσι, καὶ βλάβην τινὰ ἡμῖν αὐτῶν ἡ συνουσία φέρῃ. Ἐὰν γὰρ, φησὶν, ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε,