Ὀρέστης τε, καὶ μετὰ τὸν Ὀρέστηνὁ παῖς Ῥωμύλου τῆς ἀρχῆς ἥψατο τελευταῖος. καὶ πόλις μεγαλώνυμος, ἡ τῶν Ῥωμαίων πόλις, Ῥωμύλον σχοῦσα κατ' ἀρχὰς ἔννομον βασιλέα, καὶ πάλιν περιστήσασα τὸ κράτος εἰς Ῥωμύλον οὐκέτι τὴν κυβέρνησιν ἔσχεν ἐκ βασιλέων, βαρβάροις δ' ὑποκύψασα καὶ χωροβατηθεῖσα, καὶ τούτοις δυστυχήσασα δορύληπτος γενέσθαι, ῥῆγας κατεῖδεν ἄρχοντας, χωράρχας, σατραπάρχας. καὶ στερηθεῖσα δυσκλεῶς ὑπάτων καὶ κρατόρων καὶ δικτατόρων καὶ βουλῆς, ἀλλὰ καὶ πατρικίων, ἐπωμαδίαν ἤνεγκε τὴν ζεύγλην τῶν βαρβάρων. καὶ πρώην χρηματίζουσα βοῦς ἀγελαῖος ἄζυξ ὑπήκοος ἐγένετο δυνάσταις ἀροτρεῦσι, καὶ γῆς τοῖς αὐλακίσμασι τρύχεσθαι κατεκρίθη. Καὶ ταῦτα μὲν συμβέβηκε τῇ πρεσβυτέρᾳ Ῥώμῃ· ἡ δ' ἡμετέρα τέθηλεν, αὔξει, κρατεῖ, νεάζει, καὶ μέχρι τέλους αὔξοιτο, ναὶ βασιλεῦ παντάναξ, τοιοῦτον σχοῦσα τηλαυγῆ φωσφόρον βασιλέα, μέγιστον Αὐσονάνακτα, μυριονικηφόρον, Κομνηνιάδην Μανουήλ, πορφύρας χρυσοῦν ῥόδον, οὗπερ τὸ κράτος ἥλιοι μετρήσαιεν μυρίοι. Ἀλλὰ γὰρ πάλιν εἰς ὁδὸν ὁ λόγος ἀναγέσθω, καὶ τερματούτω τὸν λοιπὸν δρόμον τῆς ἱστορίας. Τὸν νέον Θεοδόσιον ἔτι παιδίσκον ὄντα ἄγοντά τε τὴν ἁπαλὴν καὶ πρώτην ἡλικίαν Ἀρκάδιος ἐνίδρυσε τοῖς βασιλείοις θρόνοις, καὶ φύλακας ἐπέστησεν αὐτῷ τῆς βασιλείας τοὺς τῆς συγκλήτου προύχοντας καὶ τοὺς ἀγχινουστέρους, καὶ σὺν αὐτοῖς τὸν ἄρχοντα Περσίδος Ἰσδιγέρδην· ὃς καὶ μαθὼν ἐπιβουλὴν κατὰ Θεοδοσίου τυρευομένην ἔκ τινων ἀνδρῶν φιλοτυράννων ἠπείλησεν ἐπιδραμεῖν ἄχρι καὶ Βυζαντίου σὺν μυριάσι μαχητῶν ἀλκίμων ὁπλοφόρων. οἱ τοίνυν βουλευσάμενοι κατὰ τοῦ βασιλέως, κατασεισθέντες τὰς ψυχὰς τῷ φόβῳ τοῦ Περσάρχου, τὸ δύσνουν ἀπεβάλοντο καὶ τὴν κακοτροπίαν, καὶ τῆς βουλῆς ἀπέσχοντο καὶ τῶν ἐγχειρημάτων. ὡς ἄρα τὸ χρηστότροπον ἔστι κἀν τοῖς βαρβάροις, καὶ τὴν φιλίαν ἄτρωτον καὶ τὴν φιλαλληλίαν οἶδεν ἀνὴρ ἀλλόγλωσσος ἀθόλωτον φυλάσσειν· τὸ γὰρ καλὸν ἐκ φύσεως ἅπασιν ἐνεσπάρη. Ἦν δ' ἀδελφὴ τῷ βασιλεῖ τούτῳ Θεοδοσίῳ σεμνότροπος, σεμνόβιος, τὴν κλῆσιν Πουλχερία, καὶ κάλλει διαλάμπουσα σώματος εὐπροσώπου, καὶ στίλβουσα ταῖς χάρισι τῆς ἔνδον εὐπρεπείας· ἥτις παρθένον συντηρεῖν αὑτὴν προελομένη καὶ τῆς ἁγνείας ἄσυλον φυλάττειν τὸν λειμῶνα, ἀρρένων μὲν ἀπέσχετο καθάπαξ ὁμιλίας, τῷ καθαρῷ δ' ἐπέχαιρε καὶ τῷ κοσμίῳ βίῳ, καὶ ζέσιν ἐπεδείκνυτο πρὸς πᾶσαν χρηστουργίαν. οὐ μόνον δὲ τὸν ἑαυτῆς οὕτως ἐκόσμει βίον, ἀλλά γε καὶ τὸν ἀδελφὸν παντοίαις ἐπινοίαις εἰς ἀρετὴν ἐρύθμιζεν καὶ τρόπους φιλοκάλους. ἣ καὶ συνῴκισεν αὐτῷ πρὸς γάμου κοινωνίαν τὴν κάλλεσιν ἀστράπτουσαν παντοίοις Εὐδοκίαν, ἥτις λειμῶνα φέρουσα κάλλους ἐν τῷ προσώπῳ ὡρμᾶτο μὲν ἐξ Ἀθηνῶν τῶν περιλαλουμένων, πρὸς δὲ τὴν Βύζαντος λαμπρὰν ἀφικομένη πόλιν, ἐφ' ᾧ κατηγορήσειεν ἰδίων ὁμογνίων ὡς τῆς οὐσίας τοῦ πατρὸς αὐτῇ μὴ μεταδόντων, πολλῷ κερδαλεώτερον τὸ πάρεργον εὑρίσκει. τὸ δ' ὅπως τοῦτο γέγονε λόγῳ συντόμῳ φράσω. Ἦν ἐν Ἀθήναις τις ἀνήρ, Λεόντιος τὴν κλῆσιν, εἰς ἄκρον ἀφικόμενος πάσης φιλοσοφίας, καὶ λογικῆς καὶ φυσικῆς καὶ τῆς ἀστεροσκόπου. τούτῳ μιᾶς ἐκ γαμετῆς ἐτέχθησαν τρεῖς παῖδες· δύο μὲν ἦσαν ἄρρενες, τριτάτη δὲ θυγάτηρ, θυγάτηρ ἀγλαόμορφος ἐπιχαριτωτάτη. Ἀθηναῒς ὠνόμαστο πρὸς τοῦ πατρὸς ἡ κόρη. ὡς οὖν τὸν βίον ἔμελλε λιπεῖν ὁ ταύτην σπείρας, ἐπιθανάτιον συνθεὶς καὶ τελευταῖον γράμμα τοῖς μὲν παισὶ κατέλιπε τοῖς ἄρρεσι τὸν βίον, ὁπόσος ἐν ἱματισμοῖς, ὁπόσος ἐν χρυσίῳ, ἐν οἴκοις, ἐν βοσκήμασιν, ἐν σκεύεσιν, ἐν δούλοις (ἦν γάρ τοι μεγαλόπλουτος καὶ τῶν βαθυκτημόνων)· τῇ θυγατρὶ δ' ἐκέλευσε, καὶ ταῦτα φιλουμένῃ, μόνους χρυσίνους ἑκατὸν παρασχεθῆναι κλῆρον, τὴν τύχην τὴν περίλαμπρον ἀρκεῖν ἐκείνῃ φήσας, ἁπάσης ὑπερφέρουσαν γυναίων εὐποτμίας. ὁ μὲν εἰπὼν ἐξέπιε τὸν τοῦ θανάτου σκύφον, οἱ δὲ τῆς κόρης ἀδελφοὶ φαυλότροποι φανέντες πᾶσαν ἐσφετερίσαντο τὴν πατρικὴν οὐσίαν καὶ παντελῶς ἀπόκληρον
32