ἔθεντο τὴν νεᾶνιν. ἐφ' οἷς ὑπερπαθήσασα καὶ τὴν ψυχὴν πληγεῖσα τῇ μητραδέλφῃ πρόσεισιν Ἀθηναῒς ἡ κόρη, κοινοῦται τὰ καθ' ἑαυτήν, τὴν συμφορὰν δακρύει, περιπαθέσι στεναγμοῖς ἐκτραγῳδεῖ τὸ πάθος. οἰκτείρει τὸ κοράσιον πενθοῦν ἡ μητραδέλφη, ὑπὲρ τῆς ἀδελφόπαιδος πιμπρᾶται τὴν καρδίαν, καὶ σὺν αὐτῇ καὶ μετ' αὐτῆς ὡς εἶχεν ἀφικνεῖται πρὸς πόλιν τὴν πρωτόπολιν, πρὸς πόλιν τὴν τοῦ κράτους. τῇ Πουλχερίᾳ πρόσεισι τῇ χαριτοκοσμήτῳ, ἐπικουρίαν ἐξαιτεῖ, δεῖται βοηθηθῆναι τὴν κόρην τὴν τῶν ἑαυτῆς ἀδίκως στερουμένην. θαυμάζει τῆς νεάνιδος ἡ βασιλὶς τὸ κάλλος, ἐκπλήττεται τὰς φεραυγεῖς χάριτας τοῦ προσώπου, θαυμάζει τὴν εὐσύνετον μεγαλογνωμοσύνην. πυνθάνεται εἰ τὴν αὐτῆς ἔφθαρται παρθενίαν, καὶ γνοῦσα κοίτης ἄπειρον τὴν κόρην χρηματίζειν καὶ τὸ καλὸν ἀκίβδηλον φυλάττειν τῆς ἁγνείας λουτρῷ καθαίρει τῷ σεπτῷ, τὴν κλῆσιν μεταμείβει, μετονομάζει τὴν καλὴν νεᾶνιν Εὐδοκίαν, συνάπτει τε τῷ βασιλεῖ καὶ ζεύγνυσιν εἰς λέχος, συναραμένου τὰ πολλὰ πρὸς τοῦτο καὶ Παυλίνου, ὃς ἐν τοῖς πρώτοις τέτακτο τῶν βασιλέως φίλων. ἐκ ταύτης Θεοδόσιος ἔτεκεν Εὐδοξίαν, ἣν Οὐαλεντινιανῷ σκηπτροκρατοῦντι Ῥώμης τῆς πρεσβυτέρας ἔπεμψεν εἰς γάμου κοινωνίαν. Ἀλλ' ἦν οὐδέν, ὡς ἔοικεν, εὐτύχημα τοῦ βίου ζάλης καὶ λύπης ἀμιγές, οὐδέ τις εὐποτμία μὴ συναναφυόμενον ἔχουσα καὶ τὸ κνίζον· καὶ γὰρ καὶ ῥόδον εὔοσμον φρίσσει πυκναῖς ἀκάνθαις, ἡλίου τε τὸ βλέφαρον σκοτίζουσι νεφέλαι, καὶ φθόνος ἐπιφύεται τοῖς τὸ καλὸν ἀσκοῦσι, καὶ πᾶν εὐτύχημα λαμπρὸν καὶ πᾶν σεμνὸν τοῦ βίου φέρει καὶ τὸ δυστύχημα συνανακεκραμένον. Ἀλλὰ γὰρ τί μοι βούλεται τὸ πρόᾳσμα τοῦ λόγου; ἡ βασιλὶς ἐπέπλεε τὴν ἅλμην τὴν τοῦ βίου εὐδιεινοῖς καὶ γαληνοῖς πνεύμασι φερομένη· ἀτάραχον διήνυε τὸν πλοῦν τῆς εὐποτμίας, ὡσπερεὶ πλοῖον φορτηγὸν ὡς ἐξ οὐρίας πλέον. ἀλλ' αἴφνης ἐξεφύσησεν ὡς καταιγὶς ὁ φθόνος, καὶ λαῖλαψ συνετάραξε τὴν θάλασσαν καὶ κλύδων· νέφος ἐρράγη θολερόν, κατήγαγε χειμῶνα, συνέσεισεν ἐδόνησε τὴν σκάφην ὡς φυλλάδα, καὶ φλοίσβους ἤγειρε δεινοὺς καὶ τάραχον βαρύθρουν, καὶ τὴν μὲν ναῦν συνέτριψε, τῇ δὲ ναυστολουμένῃ στόμα δεινὸν ὑπήνοιξε χάσματος δυσαλύκτου. ἐντεῦθεν ἡ βασίλισσα πικρίας ἐνεπλήσθη καὶ πειρασμοῖς ἐπάλαισε βαρυσυμφορωτάτοις. τί δ' ἦν αὐτῇ τὸ συμπεσὸν ὁ λόγος ἱστορήσει. Θεοδοσίῳ βασιλεῖ τῷ συζυγοῦντι ταύτῃ μῆλον καλὸν εὐμέγεθες πένης προσήνεγκέ τις. ὁ δὲ τὸ καλλιπρόσωπον θαυμάσας τῆς ὀπώρας, καὶ τῆς εὐχροίας ἀγασθεὶς ἀλλὰ καὶ τοῦ μεγέθους, ὥς τι καινὸν τὸ δώρημα τῇ βασιλίδι πέμπει· ὅπερ μεγάλων γέγονεν ἀρχὴ πειρατηρίων, οὐχ ἧττον ἢ τῆς Ἔριδος τῆς φθονερᾶς τὸ μῆλον, ὅπερ ἐπεισικώμασεν ἐπὶ κακῷ τοῖς τότε θύουσι γαμοδαίσια Θέτιδος καὶ Πηλέως. οἷα καὶ γὰρ συμβέβηκε διὰ τὸ μῆλον τοῦτο! ἐθαύμασεν ἡ βασιλὶς τὴν ὥραν τῆς ὀπώρας, ὑπερφυὲς ἡγήσατο τὸ χρῆμα τὸ τοῦ μήλου, καὶ φιλοτίμως ἔχουσα πρὸς τὸν καλὸν Παυλῖνον ὡς συναράμενον αὐτῇ πρὸς ὕψος βασιλείας, τῷ μήλῳ τῷ πικροποιῷ τὸν ἄνδρα δεξιοῦται. ἐκεῖνος δὲ τῷ βασιλεῖ τὸ δῶρον ἀντιπέμπει, μὴ κατειδώς, ὡς ἔοικεν, ὅθεν παρεισεφθάρη· ἔτυχε γὰρ τῷ βασιλεῖ μὴ συμπαρὼν ὁ τάλας ἡνίκα Θεοδόσιος ἐδέχετο τὸ μῆλον, Ἅιδου πικράν, ἂν εἴποι τις, ὀπώραν θανασίμην, ἧς κηπευτὴς ὁ θάνατος καὶ φυτηκόμος Ἅιδης. ὁρᾷ τὸ μῆλον ὁ κρατῶν, γνωρίζει τὴν ἀπώραν, κρύπτει τὸ μῆλον παρ' αὐτῷ, σιγῇ παρακατέχει, πυνθάνεται τῆς γαμετῆς ὅπῃ τὸ μῆλον εἴη, εἰποῦσαν ὅτι βέβρωκεν ὅρκοις καταλαμβάνει. ἡ δέ, τῆς τύχης τῆς πικρᾶς, ὡς ἔοικε, σφαλλούσης ἀντόμνυσι καταφαγεῖν. τίνα τὰ μετὰ ταῦτα; εἰς ὑπονοίας ὁ κρατῶν οὐκ ἀγαθὰς ἐμπίπτει, δείκνυσι τὸ κρυπτόμενον, ἐλέγχει ψευδομένην, θυμοῦται, μαίνεται, μισεῖ στυγεῖ τὴν βασιλίδα. ἐντεῦθεν ἐπεμόρμυρε τῶν πειρασμῶν τὸ κῦμα καὶ συμφορᾶς ἡ θάλασσα καὶ τῶν κακῶν ὁ κλύδων· ἐντεῦθεν ἀνυπόφορον, ἥλιε, πάθος εἶδες. ὁ μὲν Παυλῖνος θάνατον ἐτρύγησεν ἐκεῖθεν, καὶ ξίφος αἱματόχαρτον ἐμέθυσε τῷ φόνῳ· ἡ βασιλὶς τὸ μῖσος δὲ
33