33
διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν τοίνυν μικρὸν καταδέξῃ πάθος, μὴ τοῦτο ἴδῃς ὅτι μικρὸν, ἀλλ' ἐννόησον, ὅτι τὸ ἐξ αὐτοῦ τρεφόμενον τὰ μέγιστα τίκτει δεινά. Καὶ γὰρ ἐπειδὰν ἴδωμεν ἐν οἰκίᾳ στυππίον ἀναφθὲν μικρὸν, θορυβούμεθα καὶ ταραττόμεθα· οὐ γὰρ τῷ προοιμίῳ προσ 55.80 έχομεν, ἀλλ' ἀπὸ τοῦ προοιμίου τὸ τέλος λογιζόμενοι θορυβούμεθα καὶ περιτρέχομεν, ὥστε ὁλόκληρον σβέσαι τὴν κάμινον. Τούτου τοῦ πυρὸς σφοδρότερον ἐπινέμεται ψυχὴν ἡ κακία. ∆ιὸ δεῖ προκαταλαβεῖν. Ἐὰν γὰρ ῥᾳθυμήσωμεν, δυσκολωτέρα γίνεται ἡ διόρθωσις. Τοῦτο καὶ ἐπὶ πλοίου συμβαῖνον ἴδοι τις ἂν, καὶ τοὺς ναύτας θορυβουμένους, οὐχ ὅταν ἴδωσι τὴν θάλατταν ὑπερέχουσαν, ἀλλὰ καὶ ὅταν μέλλουσαν τοῦτο ποιεῖν. Μὴ τοίνυν ὦμεν ῥᾴθυμοι τοῖς μικροῖς ἁμαρτήμασιν, ἀλλὰ μετὰ πολλῆς αὐτὰ ἀναστέλλωμεν τῆς σφοδρότητος, ἵνα τῶν μειζόνων ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ ∆αυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων
Χουσὶ υἱοῦ Ἰεμενεῖ.
Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με.
αʹ. Ἔδει μὲν οὕτως ἀκριβῶς τῶν Γραφῶν καὶ τῶν ἱστοριῶν εἰδέναι τὴν γνῶσιν, ὡς μὴ δεῖσθαι ἡμᾶς μακροτέρου λόγου πρὸς τὴν τούτων διδασκαλίαν· ἐπειδὴ δὲ οἱ μὲν ὑπὲρ βιωτικῶν πραγμάτων ἀσχολούμενοι, οἱ δὲ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδιδόντες, ἀνήκοοι τούτων εἰσὶν, ἀνάγκη πρὸς τὸ μῆκος τὸν λόγον ἐξαγαγεῖν, τὴν ὑπόθεσιν τοῦ ψαλμοῦ λέγοντας. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας. Τίς οὖν ἐστιν ἡ ὑπόθεσις; Ψαλμὸς τῷ ∆αυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ. Ἄλλος· Ψαλμὸς ὑπὲρ ἀγνοίας τῷ ∆αυΐδ. Ἄλλος· Ἀγνόημα τῷ ∆αυΐδ· καὶ ἀντὶ τοῦ «Χουσὶ,» Αἰθίοπός φησιν Ἀλλὰ καὶ οὕτως ἀσαφῆ τὰ εἰρημένα, τῷ τὴν ἱστορίαν ὑμᾶς ἀγνοεῖν. Ἐπειδὴ δὲ οὐκ ἐγκαλεῖν δεῖ μόνον, ἀλλὰ καὶ διδάσκειν, ἀναγκαῖον ἅψασθαι τοῦ διηγήματος. Τίς οὖν ὁ Χουσὶ οὗτος ὁ υἱὸς Ἰεμενεῖ, καὶ τίνες οἱ λόγοι αὐτοῦ, ὑπὲρ ὧν ᾖσε τῷ Θεῷ τὴν ᾠδὴν ταύτην ὁ ∆αυῒδ, ἐντεῦθεν ἤδη λεκτέον, εἰς ἀρχὴν ἀνάγοντα τὸν λόγον. Ἀβεσσαλὼμ υἱὸς ἐγένετο τῷ ∆αυῒδ, νέος ἀκόλαστος καὶ διεφθαρμένος· οὗτος ἐπανέστη ποτὲ τῷ πατρί· καὶ τῆς βασιλείας αὐτὸν, καὶ τῆς οἰκίας, καὶ τῆς πατρίδος ἐκβαλὼν, αὐτὸς ἀντ' ἐκείνου κατέσχεν ἅπαντα, καὶ οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὐ τὴν ἡλικίαν, οὐ τὰ προλαβόντα ᾐδεῖτο· ἀλλ' οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου. Καὶ γὰρ πάντα ἀνετρέπετο τότε, φύσεως ὅροι, ἀνθρώπων αἰδὼς, ἡ πρὸς Θεὸν εὐλάβεια, φιλανθρωπία καὶ ἔλεος, τροφείων ἀμοιβαὶ, καὶ ἡ πρὸς τὸ γῆρας αἰδώς. Εἰ γὰρ καὶ μὴ ὡς πατέρα αἰδεσθῆναι ἠβούλετο, ὡς 55.81 γεγηρακότα ἐχρῆν· εἰ δὲ καὶ τῆς πολιᾶς ἠμέλει, ὡς εὐεργέτην αἰσχύνεσθαι· εἰ δὲ μηδ' οὕτως, ὡς μηδὲν ἠδικηκότα· ἀλλ' ὁ τῆς φιλαρχίας ἔρως πᾶσαν ταύτην ἐξέβαλε τὴν αἰδῶ, καὶ θηρίον τὸν ἄνθρωπον ἐποίησε. Καὶ ὁ μὲν μακάριος οὗτος, καὶ γεννησάμενος, καὶ ἀναθρεψάμενος. ἀλήτης καὶ φυγὰς κατὰ τὴν ἔρημον ἐπλανᾶτο, καθάπερ μετανάστης, ἐν ὑπερορίᾳ, καὶ τοῖς ἐντεῦθεν πιεζόμενος κακοῖς· ἐκεῖνος δὲ ἐνετρύφα τοῖς τοῦ πατρὸς ἀγαθοῖς. Τῶν τοίνυν