34
πραγμάτων ἐν τούτοις ὄντων, καὶ τῶν στρατοπέδων μετ' ἐκείνου τεταγμένων, καὶ τῶν πόλεων ὑπὸ τὸν τύραννον οὐσῶν, Χουσί τις ἄνθρωπος ἐπιεικὴς, φίλος ὢν τοῦ ∆αυῒδ, ἔμενε τὴν πρὸς αὐτὸν φιλίαν διατηρῶν ἐν τῇ τῶν καιρῶν τούτων μεταβολῇ· καὶ ἰδὼν αὐτὸν ἀθρόον κατὰ τὴν ἔρημον πλανώμενον, διέῤῥηξε τὸν χιτωνίσκον, κατεπάσατο τέφραν, ἀνῴμωξε πικρὸν καὶ ἐλεεινόν· καὶ ἐπειδὴ μηδὲν ἠδύνατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν. Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος, οὐδὲ τῆς δυναστείας, ἀλλὰ τῆς ἀρετῆς· διὰ τοῦτο, τῆς ἀρχῆς μεταπεσούσης, τὴν φιλίαν οὐ μετέβαλεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ ∆αυῒδ ταῦτα ποιοῦντα, φησὶ πρὸς αὐτόν· Φίλου μὲν καὶ ταῦτα καὶ γνησίως πρὸς ἡμᾶς διακειμένου· ὀνήσει δὲ οὐδὲν ἡμᾶς, ἀλλὰ δεῖ τι βουλεύσασθαι καὶ σκοπῆσαι, ὅπως ἂν λυθῇ τὰ καταλαβόντα δεινὰ, καὶ ἀπαλλαγήν τινα εὕροιμεν τῶν συμφορῶν. Ταῦτα εἰπὼν, εἰσηγεῖται γνώμην ἐκείνῳ τοιαύτην· Ἀπελθὼν πρὸς τὸν υἱὸν τὸν ἐμὸν, καὶ φίλου προσωπεῖον ὑποδὺς, διασκέδασόν μοι τὰς ἐκείνου βουλὰς, καὶ τοῦ Ἀχιτόφελ τὴν βουλὴν ἄκυρον ποίησον. Ὁ δὲ Ἀχιτόφελ οὗτος τοῦ τυράννου τότε ἐκράτει, δεινὸς μὲν ὢν τὰ πολεμικὰ, δεινὸς δὲ καὶ στρατηγῆσαι ἐν πολέμῳ καὶ μάχῃ· διὸ καὶ τοῦ τυράννου μᾶλλον αὐτὸν ὁ ∆αυῒδ ἐδεδοίκει· οὕτως ἦν δεινὸς ἐν ταῖς γνώμαις ὁ ἀνήρ. Ταῦτα ἀκούσας ἐκεῖνος ἐπείσθη, καὶ οὐδὲν μικρόψυχον ἐλογίσατο, οὐδὲ ἄνανδρον, οὐδὲ εἶπε· Τί δὲ ἂν ἁλῶ; τί δὲ ἂν ἀποκαλυφθῇ μοι τὸ προσωπεῖον; τί δὲ ἂν φωραθῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως; δεινὸς ὁ Ἀχιτόφελ· ἴσως καὶ τοῦτο ἐλέγξει, καὶ ποιήσει κατάφωρον, καὶ ἀπολοῦμαι εἰκῆ καὶ μάτην. Οὐδὲν τῶν τοιούτων ἐννοήσας, εἰς τὸ στρατόπεδον ἐπεπήδησε τοῦ τυράννου, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ εἰς μέσους ἑαυτὸν ἀφῆκε τοὺς κινδύνους. Ταῦτά μοι εἴρηται, οὐχ ἵνα ἐπαινέσωμεν μόνον, ἀλλ' ἵνα καὶ τὰ ἀλγεινὰ, καὶ ὅσα πέπονθεν ὁ ∆αυῒδ καταμάθωμεν, καὶ ὅσα ἕτερα ἀπὸ τῆς ἱστορίας δυνατὸν καρπώσασθαι κέρδη, καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν. Ἰδοὺ γὰρ, ὃ συνεχῶς ἐπιζητεῖται παρὰ τῶν πολλῶν, διὰ τί δίκαιοι θλίβονται, πονηροὶ δέ εἰσιν ἐν ἀνέσει, τοῦτο ἐνταῦθα ἔστιν εὑρεῖν. Ὁ μὲν γὰρ δίκαιος ἐν συμφοραῖς ἦν· ὁ δὲ μιαρὸς, καὶ πατραλοίας, καὶ τῆς φύσεως αὐτῆς ἐχθρὸς καὶ πολέμιος, ἐν εὐπραγίᾳ καὶ βασιλικαῖς αὐλαῖς· ἀλλ' οὔτε ἐκεῖνος ἐντεῦθεν ἐκέρδαινέ τι, οὔτε ὁ ἅγιος οὗτος ἐβλάπτετο· ἀλλ' ὁ μὲν ἐγίνετο μείζοσι θλίψεσιν ὑπεύθυνος· ὁ δὲ λαμπρότερον διέλαμπε, καθάπερ χρυσὸς ἐν καμίνῳ, τῇ θλίψει καθαρώτερος γινόμενος. βʹ. Τοῦτο δὴ πρῶτον ἐντεῦθεν μάνθανε, μὴ ταράττεσθαι ἐν ταῖς τοιαύταις δυσημερίαις, ὅταν ἴδῃς ἐπὶ 55.82 τῶν δικαίων συμβαινούσας· ἕτερον μετὰ τοῦτο, μὴ μεθίστασθαι πρὸς τοὺς καιροὺς, ἀλλ' εἰδέναι φιλίας νόμους· τρίτον, τὸ καὶ κινδύνων κατατολμᾷν ὑπὲρ τῆς ἀρετῆς· τέταρτον, τὸ καὶ ἐν τοῖς ἀπόροις εὔελπιν εἶναι, τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν ἀναμένοντα. Ἐπεὶ καὶ ὁ Χουσὶ τότε ἐκεῖνος οὐ τὸ στρατόπεδον εἶδεν, οὐ τοῦ τυράννου τὸν φόβον, οὐ τῶν ἵππων τὸ πλῆθος, οὐ τὰς φάλαγγας τῶν ὁπλιτῶν, οὐ τὸ προκατειλῆφθαι τὰς πόλεις, οὐ τὴν ἐρημίαν τοῦ ∆αυῒδ, οὐ τὴν μόνωσιν καὶ τὴν ἀσθένειαν· ἀλλ' εἰς ἓν μόνον ἰδὼν, τὴν ἄμαχον τοῦ Θεοῦ συμμαχίαν, καὶ τὴν εὔνοιαν τὴν ἐκείνου, οὕτω τὰ μέρη ἑκάτερα ἔκρινε, καὶ εὗρε τὸ μὲν σαθρὸν, τὸ δὲ ἰσχυρόν. Ὁ μὲν γὰρ ἀδίκως ἐποίει, ὁ δὲ μετὰ τοῦ δικαίου ἑαυτὸν ἐφύλαττε. Στὰς τοίνυν, οὐκ ἔνθα πλῆθος ἀνθρώπων, ἀλλ' ἔνθα ἀρετῆς συμμαχία, οὕτως ἐπεσπάσατο τὸν Θεόν. Ταῦτα λέγω, ἵνα καὶ ἡμεῖς, κἂν ἀσθενεῖς ὦσιν οἱ τὰ δίκαια ἔχοντες, τὰ ἐκείνων θεραπεύωμεν· κἂν ἰσχυροὶ οἱ ἀδικοῦντες, φύγωμεν αὐτῶν τὴν συμμαχίαν. Ἡ μὲν γὰρ κακία, κἂν τὴν οἰκουμένην ἔχῃ μεθ' ἑαυτῆς, πάντων ἐστὶν ἀσθενεστέρα· ἡ δὲ ἀρετὴ, κἂν μεμονωμένη τύχῃ, πάντων ἐστὶ δυνατωτέρα· τὸν γὰρ Θεὸν ἔχει μεθ' ἑαυτῆς ἱστάμενον.