ἰσχυρᾶς μάχης ἀναρραγέντος καὶ Πέρσαις τοῖς ὑπέρφροσιν ἐπάγοντος Ῥωμαίους, νόσῳ ληφθεὶς Μαρκιανὸς θάνατον ἀπειλούσῃ ἔν τινι κώμῃ τῆς λαμπρᾶς Λυκίων ἐπαρχίας κατέμεινε σωματικῆς χάριν νοσοκομίας. ἔνθα φιλίαν ἐσχηκὼς πρός τινας αὐθομαίμους συνῆν καὶ συνδιέτριβεν ὡς φίλος παρὰ φίλοις, καὶ τῆς δεούσης παρ' αὐτῶν προνοίας ἠξιοῦτο. τούτοις πρὸς κυνηγέσιον ποτὲ πορευομένοις Μαρκιανὸς συνείπετο τῆς θήρας κοινωνήσων. ὡς οὖν διάβροχοι πολλοῖς γεγόνασιν ἱδρῶσι, πρὸς λόφους ἀνατρέχοντες δυσβάτους θηροτρόφους καὶ λόχμας ὑποτρέχοντες καὶ πολυπραγμονοῦντες, κατακλιθέντες ἐπὶ γῆς νήδυμον ὕπνον ὕπνουν. ἅτερος δὲ τῶν ἀδελφῶν ἀφυπνισθεὶς ταχέως ὁρᾷ καταδαρθάνοντα Μαρκιανὸν εἰσέτι καὶ φέροντα βαθύτατον ὕπνον ἐν τοῖς βλεφάροις, ὄρνιν δὲ τανυσίπτερον, ὀρνεοκράτην ὄρνιν, ἀεροπόρους πτέρυγας ἰδίας ἡπλωκότα καὶ χαριζόμενον σκιᾶς αὐτῷ ψυχαγωγίαν. οὕτω τι μέγα καὶ σεπτὸν ἡ βασιλεία χρῆμα, αὐτοῖς ἀξιοτίμητον τοῖς ζῴοις τοῖς ἀλόγοις· οὕτως αἰδεσιμώτατος ὀρνέοις σαρκοβόροις ὁ ταύτην ἀναζώσασθαι θεῷ προωρισμένος. βλέπει, θαυμάζει τὸ συμβάν, τὸν ἀδελφὸν ἐγείρει, δείκνυσι τὸ τεράστιον, ἀμφότεροι θαμβοῦνται, καὶ νήψαντι Μαρκιανῷ μετὰ μικρὸν ἐξ ὕπνου τὸ σκῆπτρον προαγγέλουσι τῆς αὐτοκρατορίας, καὶ σφῶν ἐπιμνησθήσεσθαι λιτάζονται τὸν ἄνδρα. ὁ δ' ἐπινεύει καὶ χρηστὰ καθυπισχνεῖται τούτοις. καὶ δὴ χρυσίον ἱκανὸν ἐκείνων δεδωκότων ἀπάρας πρὸς τὴν Βύζαντος εὐκλεεστάτην πόλιν Ἀρδαβουρίῳ πρόσεισι τῷ πολυχρυσοτάτῳ. ἦν δ' ἄρχων Ἀρδαβούριος ἁπάντων τῶν ταγμάτων, συστράτηγον τὸν Ἄσπαρα καὶ συστρατάρχην ἔχων, μεθ' οὗ καὶ συναπέπλευσε κατὰ τοῦ Γιζερίχου. ἦν δ' ἄρχων ὁ Γιζέριχος Λιβύων Οὐανδήλων, ᾧ πολεμοῦντος Ἄσπαρος ἐκ γῆς ἀπὸ θαλάττης, ἐξ ἱπποτῶν ἀπὸ πεζῶν, ἀπὸ θαλασσοπλόων, καὶ καρτερᾶς τῆς προσβολῆς Λιβύων γενομένης, καὶ τῆς Ῥωμαίων φάλαγγος ἐπὶ φυγὴν βλεψάσης, ζωγρεῖται καὶ Μαρκιανὸς σὺν ἄλλοις οὐκ ὀλίγοις, καθείργνυταί τε σὺν αὐτοῖς ἐν δόμοις Γιζερίχου. θελήσας οὖν Γιζέριχος ἰδεῖν τοὺς δορυκτήτους ἄνωθεν στὰς ἐφ' ὑψηλοῦ τοὺς ἄνδρας ἐπεσκόπει, καὶ βλέπει πρᾶγμα δύσπιστον, Μαρκιανὸν ὑπνοῦντα καὶ δυσμηχάνητον αὐτῷ σκιὰν σκευαζομένην ὑπὸ πτερύγων ἀετοῦ. τοῦτο θαμβεῖται βλέψας, θεῖόν τινα λογίζεται τὸν ἄνδρα χρηματίζειν καὶ τῆς ἀρχῆς κατάξιον Ῥωμαίων καὶ τοῦ κράτους. κτεῖναι μὲν οὖν ἀπάνθρωπον ἄνδρα τοιοῦτον κρίνει, προβεβλημένον ἄνωθεν εἰς βασιλείας ὕψος (τὸν γὰρ θεοῦ ταῖς κραταιαῖς φρουρούμενον παλάμαις τίς ἂν ἰσχύσειε θνητῶν ὀλέσαι πρὸ τῆς ὥρας; ἂν ἡ θεοῦ μεγαλαλκὴς χείρ σε περιφρουροίη, οὐ δειλιάσῃς σίδηρον, οὐ ξίφος ὑποτρέσῃς, οὐ πῦρ, οὐ θυμοβάρβαρον, οὐ μιαιφόνον ἦθος)· μεταστειλάμενος δ' αὐτὸν ὅρκοις καταλαμβάνει, ἂν τῶν Ῥωμαίων ἄρξειεν, ἂν τεύξοιτο τοῦ κράτους, μὴ πολεμῆσαι Λίβυσι, μὴ μάχην συγκροτῆσαι. οὕτω καὶ βάρβαρος ἀνὴρ αἰδεῖται βασιλείαν, καὶ τοὺς θεόθεν τιμητοὺς καὶ θηριῶδες ἦθος σεβάζεται, φιλάνθρωπον αὐτοῖς ἐπεντρανίζων. ἐκεῖθεν οὖν ἀπολυθεὶς ἀπὸ τοῦ Γιζερίχου πρὸς τὴν Κωνσταντινούπολιν αὖθις ἐπανατρέχει, καὶ γῆθεν μεταλλάξαντος ἤδη Θεοδοσίου ἄναξ ἀναγορεύεται κρίσει τῆς Πουλχερίας καὶ τῶν Ῥωμαίων ἀρχηγὸς καὶ κράτωρ αὐτοκράτωρ. ἦν δ' ἀγαθὸς καὶ συνετός, ἀστεῖος, φιλοσώφρων, δένδρον χαριτοφύτευτον, ἄλσος χρηστοτροπίας. ἓξ δὲ καλῶς ἐν ἔτεσι τὰ σκῆπτρα διιθύνας, χοῒ τὸν χοῦν παρέδωκε, τὸ πνεῦμα τῷ κυρίῳ. Ὡς δὴ τὸν χοῦν ἀπῄτησεν ἡ φύσις ἀπὸ τούτου καὶ μνήματι κατέκλεισε τὸ γηγενὲς σαρκίον, ἡ σύγκλητος σὺν Ἄσπαρι τῷ τότε πατρικίῳ εἰς Λέοντα μετάγουσι τὴν σκηπτροκρατορίαν, τὸν φροντιστὴν καὶ λογιστὴν τῶν Ἄσπαρος πραγμάτων, καθυποσχόμενον αὐτῷ θατέρου τῶν υἱέων τῷ στέφει τῷ τοῦ Καίσαρος τὴν κεφαλὴν κοσμῆσαι· οὐδὲ γὰρ ἦν τὸν Ἄσπαρα κράτους ἐπιλαβέσθαι τῇ λύσσῃ κατεχόμενον Ἀρείου τοῦ βεβήλου. οὕτω πολλάκις ταπεινοὺς ἐργάζεται τὸ κέρδος, οὕτως ἐλπίδες πλάζουσι τὰς τῶν ἀνθρώπων φρένας. τούτῳ ποτὲ τῷ Λέοντι καλῶς φιλευσεβοῦντι
35