35
Τίς οὖν σῶσαι δύναται τὸν ὑπὸ Θεοῦ πολεμούμενον; τίς δὲ ἀπολέσαι τὸν ὑπ' ἐκείνου βοηθούμενον; Ταῦτα δὴ πάντα φιλοσοφῶν ὁ Χουσὶ, καὶ γενόμενος εὔελπις, ἀπῆλθεν ἔνθα ἐπέμπετο· καὶ ὡς ἐπέστη, ἰδὼν εἰσελαύνοντα τὸν τύραννον, προσῆλθεν. Ὁ δὲ ἰδὼν αὐτὸν ἀθρόον, καὶ τῇ φιλαρχίᾳ μεθύων, οὐκ ἐξήτασεν ἀκριβῶς, ἀλλ' ἐπισκώπτων αὐτὸν καὶ ὀνειδίζων, Ἄπιθι, φησὶ, μετὰ τοῦ ἑταίρου σου, οὐδὲ τὸ ὄνομα ὑπομείνας εἰπεῖν, ὑπὸ μίσους καὶ ἀπεχθείας πολλῆς. Πρὸς ὃν ὁ Χουσὶ οὐδὲν διαταραχθεὶς, οὐδὲ διαθορυβηθεὶς, φησί· Ὅτε ἦν ὁ Θεὸς μετ' αὐτοῦ, τὰ ἐκείνου ἐφρόνουν· ἐπειδὴ δὲ μετὰ σοῦ νῦν ἐστιν, ἀκόλουθον θεραπεύειν τὰ σά. Ἐπῆρε τοῦτο τὸν τύραννον, καὶ ἐφύσησε, καὶ οὐδὲν ἐξετάσας ἀκριβὲς κοῦφος γὰρ ἀνὴρ πιστεύει παντὶ λόγῳ· ὃ δὴ κἀκεῖνος ἔπαθε, καὶ τοῖς ἐναντίοις ἐκτραχηλισθεὶς, εὐθέως αὐτὸν εἰς τοὺς γνησίους εἰσάγει, καὶ εἰς τοὺς πρώτους ἐγγράφει τῶν φίλων. Τὸ δὲ πᾶν ὁ Θεὸς ᾠκονόμει, παρὼν καὶ στρατηγῶν τοῖς γινομένοις. Καὶ λοιπὸν βουλῆς προκειμένης περὶ πολέμου, καὶ ἑτέρων ἕτερα εἰσηγουμένων περὶ τοῦ, πότερον εὐθέως ἐπιθέσθαι χρὴ, ἢ μικρὸν ἀναβαλλομένους· παρελθὼν ὁ Ἀχιτόφελ, ὁ δεινὸς ἐκεῖνος συμβουλεῦσαι, καὶ γνώμην εἰσενεγκὼν, ταύτην εἰσηγεῖται τὴν συμβουλὴν λέγων· Τεταλαιπωρημένῳ νῦν καὶ τεταραγμένῳ ἐπιθώμεθα τῷ πατρὶ τῷ σῷ. Καὶ γὰρ μὴ συγχωρήσαντες μηδὲ μικρὸν αὐτὸν στῆναι, οὕτως ἂν ἕλωμεν· ἂν γὰρ ἀπαρασκευάστῳ ὄντι νῦν ἐπιθώμεθα, οὐδὲ εἷς ἡμῖν ἔσται πόνος. Ταῦτα ἀκούσας ὁ τύραννος, καλεῖ καὶ τὸν Χουσὶ, τὸν αὐτομολήσαντα ἐν ὑποκρίσει πρὸς αὐτὸν, καὶ μεταδίδωσι καὶ αὐτῷ τοῦ τῆς βουλῆς λόγου· ὅπερ οὐκ ἦν κατὰ ἀκολουθίαν ἀνθρωπίνην, τὸν ἀθρόον ἐλθόντα, τοῦτον οὕτω τιμῆσαι, καὶ νομίσαι ἀξιόπιστον εἶναι, ὡς καὶ συμβουλῆς ἀξιοῦν πραγμάτων ἕνεκεν τοιούτων· ἀλλ', ὅπερ ἔφθην εἰπὼν, ὅταν ὁ Θεὸς στρατηγῇ, καὶ τὰ δύσκολα εὔκολα γίνεται. Καὶ εἰσάγεται ὁ Χουσὶ, καὶ μεταδίδωσιν αὐτῷ παῤῥησίας, καὶ ἀξιοῖ λέγειν τὸ παριστάμενον. Τί οὖν ὁ Χουσί; 55.83 Οὐδέποτε, φησὶ, διήμαρτεν ὁ Ἀχιτόφελ. Εἶδες σύνεσιν ἀνδρός; Οὐκ εὐθέως αὐτοῦ τὴν γνώμην ἐκβάλλει, ἀλλὰ μετ' ἐγκωμίου. Θαυμάσας γὰρ αὐτὸν πρῶτον, ὡς ἐν τοῖς ἔμπροσθεν χρόνοις καιρίως συμβουλεύοντα, οὕτω τὴν παροῦσαν κακίζει γνώμην Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Θαυμάζω πῶς νῦν διήμαρτεν· οὐ γάρ μοι δοκεῖ συμφέρειν οὗτος ὁ λογισμός. Ἂν μὲν γὰρ νῦν ἐπιθώμεθα, καθάπερ ἄρκτος παροιστρῶσα, θυμοῦ γέμων ὁ πατήρ σου, καὶ ἀπεγνωκὼς τῆς ἑαυτοῦ ζωῆς, καὶ ἐνακμαζούσῃ τῇ ὀργῇ πολεμῶν, οὐδένα τῆς ἑαυτοῦ σωτηρίας ποιήσεται λόγον, καὶ μετὰ πολλῆς ἐμπεσεῖται τῆς σφοδρότητος ἡμῖν. Εἰ δὲ μικρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς προπαρασκευῆς, καὶ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ καὶ μετ' εὐκολίας πάσης, ὥσπερ ἐν σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανάξομεν. Ἐπαινεῖ τὴν γνώμην ὁ Ἀβεσσαλὼμ, καὶ λυσιτελεστέραν εἶναι ἔφησεν αὐτῷ. Ταῦτα δὲ ἔλεγεν ὁ Χουσὶ, βουλόμενος δοῦναι καιρὸν τῷ ∆αυῒδ, ὥστε στῆναι μικρὸν, καὶ ἀναπνεῦσαι, καὶ στράτευμα συναγαγεῖν. Οὕτω τοίνυν ἐκβαλὼν τοῦ Ἀχιτόφελ τὴν γνώμην, διά τινων κεκρυμμένων ἀνδρῶν πέμψας ἀπήγγειλεν ἅπαντα τῷ ∆αυῒδ, καὶ ὅτι τὴν αὐτοῦ γνώμην ἐκύρωσεν ὁ τύραννος τὴν φέρουσαν τῷ ∆αυῒδ τὴν νίκην. Οὕτω γοῦν καὶ ἐγένετο. Ἐπειδὴ γὰρ μικρὸν ἐνέδωκε, παρασκευασάμενος ὁ ∆αυῒδ ἐπέθετο, καὶ τὸ τρόπαιον ἔστησεν. Ὅπερ ὁ Ἀχιτόφελ ἀπὸ πολλῆς συνέσεως καὶ δεινότητος συνορῶν, καὶ ἐντεῦθεν ἤδη τὸ τέλος καταμαθὼν, ὅτι ὄλεθρος ἦν τῷ Ἀβεσσαλὼμ αὕτη ἡ γνώμη, οὐκ ἐνεγκὼν τὴν ἐντεῦθεν ἐπήρειαν, ἀπελθὼν βρόχον ἀνῆψε καὶ ἀπήγξατο, καὶ οὕτω τὸν βίον κατέλυσε.