ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. ΟΜΙΛΙΑ Αʹ. Τὸν μὲν πρῶτον λόγον ἐποιησ

 ΟΜΙΛΙΑ Βʹ. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον τες: Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστά νεις τὴν βασιλείαν τῷ Ἰσραήλ αʹ. Ὅταν τι μέλλωσιν

 ΟΜΙΛΙΑ Γʹ. Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν. αʹ. Τότε, φησὶ

 ΟΜΙΛΙΑ Δʹ. Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεν τηκοστῆς, ἦσαν ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό: καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος. αʹ. Τίς ἐστιν αὕτη

 ΟΜΙΛΙΑ Εʹ. Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσα λὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. αʹ. Οὓς ξένους εἶπεν ἀνωτέ

 ΟΜΙΛΙΑ Ϛʹ. Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους τούτους. αʹ. Οὐκ ἔστι κολακεία τὸ ῥῆμα: ἀλλ' ἐπειδὴ καθήψατο αὐτῶν σφοδρῶς, ἀνίησιν αὐτοὺς λοιπ

 ΟΜΙΛΙΑ Ζʹ. Ἀκούσαντες δὲ τοὺς λόγους τούτους, κατενύγη σαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους: Τί ποιήσωμεν, ἄνδρες ἀδε

 ΟΜΙΛΙΑ Ηʹ. Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαι νον εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. αʹ. Πανταχοῦ φαίνονται οὗτοι πολλὴν ἔχον

 ΟΜΙΛΙΑ Θʹ. Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν: Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ

 ΟΜΙΛΙΑ Ιʹ. Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ. αʹ. Οὔπω τῶν προτέρων ἀναπνεύσαντες πειρασμῶν, εὐθέ

 ΟΜΙΛΙΑ ΙΑʹ. Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. αʹ. Οὐχὶ φιλοτιμίας ἕνεκεν δι

 ΟΜΙΛΙΑ ΙΒʹ. Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀπο στόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρα κλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρ χοντος αὐτ

 ΟΜΙΛΙΑ ΙΓʹ. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀ

 ΟΜΙΛΙΑ ΙΔʹ. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀν θρώπους γενέσθ

 ΟΜΙΛΙΑ ΙΕʹ. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. αʹ. Ὅρα, πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος καὶ τὰ π

 ΟΜΙΛΙΑ ΙϚʹ. Ἐλάλησε δὲ οὕτως ὁ Θεὸς λέγων, ὅτι Ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρα κόσια: καὶ

 ΟΜΙΛΙΑ ΙΖʹ. Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπ έστειλε

 ΟΜΙΛΙΑ ΙΗʹ. Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν. αʹ. Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρημένων ἀφορμὴν εἰς τὸ

 ΟΜΙΛΙΑ ΙΘʹ. Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέ γων: Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γά

 ΟΜΙΛΙΑ Κʹ. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι: Ἀνανία. Ὁ δὲ εἶπεν: Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸ

 ΟΜΙΛΙΑ ΚΑʹ. Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς: καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μα θητής.

 ΟΜΙΛΙΑ ΚΒʹ. Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκα τοντάρχης, ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ

 ΟΜΙΛΙΑ ΚΓʹ. Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς: καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος

 ΟΜΙΛΙΑ ΚΔʹ. Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπε σε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περι τομῆς πι

 ΟΜΙΛΙΑ ΚΕʹ. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενο μένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λ

 ΟΜΙΛΙΑ ΚϚʹ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννο

 ΟΜΙΛΙΑ ΚΖʹ. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίν

 ΟΜΙΛΙΑ ΚΗʹ. Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμ

 ΟΜΙΛΙΑ ΚΘʹ. Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν: Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβού μενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τού τ

 ΟΜΙΛΙΑ Λʹ. Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. αʹ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν Οὐχὶ τότε ἐθαυμάσθ

 ΟΜΙΛΙΑ ΛΑʹ. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί

 ΟΜΙΛΙΑ ΛΒʹ. Διέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰου δαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ

 ΟΜΙΛΙΑ ΛΓʹ. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων: Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐ

 ΟΜΙΛΙΑ ΛΔʹ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡ

 ΟΜΙΛΙΑ ΛΕʹ. Τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πό λεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελ θούσαις

 ΟΜΙΛΙΑ ΛϚʹ. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόμενοι ὕμνουν τὸν Θεόν: καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥσ

 ΟΜΙΛΙΑ ΛΖʹ. Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε

 ΟΜΙΛΙΑ ΛΗʹ. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύ λου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεω ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲ

 ΟΜΙΛΙΑ ΛΘʹ. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύα ζον, οἱ δὲ εἶπον: Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶ

 ΟΜΙΛΙΑ Μʹ. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειρά μενο

 ΟΜΙΛΙΑ ΜΑʹ. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. αʹ. Ὅρα πανταχοῦ ἑαυ

 ΟΜΙΛΙΑ ΜΒʹ. Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέ

 ΟΜΙΛΙΑ ΜΓʹ. Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσά μενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν. αʹ. Ἔδει π

 ΟΜΙΛΙΑ ΜΔʹ. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκα λέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς: Ὑμεῖς ἐπί

 ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποι κοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι

 ΟΜΙΛΙΑ ΜϚʹ. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν

 ΟΜΙΛΙΑ ΜΖʹ. Εἶπε δὲ ὁ Παῦλος: Ἐγώ εἰμι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολί της: δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς

 ΟΜΙΛΙΑ ΜΗʹ. Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ, εὐ χομένου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι αὐτόν: Σπεῦσον, καὶ ἔξελ

 ΟΜΙΛΙΑ ΜΘʹ. Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδου καίων: τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ: Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι,

 ΟΜΙΛΙΑ Νʹ. Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τ

 ΟΜΙΛΙΑ ΝΑʹ. Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών: Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς.

 ΟΜΙΛΙΑ ΝΒʹ. Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόν των εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις κα

 ΟΜΙΛΙΑ ΝΓʹ. Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς: καὶ ἀναχωρήσαν τες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν

 ΟΜΙΛΙΑ ΝΔʹ. Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλαν θρωπίαν ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελά βοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ

 ΟΜΙΛΙΑ ΝΕʹ. Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας, συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συν ελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς: Ἄνδρες ἀ

Homily XXXV.

Acts XVI. 13, 14

“And on the sabbath we went out of the city by a river side, where prayer was wont (Chrys. “was thought likely”) to be made; and we sat down, and spake unto the women which resorted thither. And a certain woman named Lydia, a seller of purple, of the city of Thyatira, which worshipped God, heard us: whose heart the Lord opened, that she attended unto the things which were spoken of Paul.”

See again Paul judaizing. “Where816    mss. and Edd. place οὗ ἐν. προσευχὴ εἶναι after ἀπὸ τοῦ τόπου, so that it reads, “See Paul again judaizing both from the time and from the place.” Chrys. here explains the ἐνομίζετο (in the sense “was thought”): viz. St. Paul expected to find a congregation assembled for prayer, both because the place was set apart for that purpose, and because it was the sabbath. it was thought,” it says, both from the time and from the place, “that prayer would be.—Out of the city, by a river side:” for it is not to be supposed that they prayed only where there was a synagogue; they also prayed out of synagogue, but then for this purpose they set apart, as it were, a certain place, because as Jews they were more corporeal—and, “on the sabbath-day,” when it was likely that a multitude would come together.817    Two variations of text occur in v. 13, which materially affect the meaning. Modern critics read πύλης St. πόλεως—“they went outside the gate” and ἐνομίζομεν instead of ἐνομίζετο—“where we supposed there was a place of prayer.” (So B. C. א, R.V., Tischendorf, Westcott and Hort.) If the reading ἐνομίζετο is retained, it more probably means; “where a place of prayer was wont to be” rather than (as Chrys.) “where, it was thought, that prayer would be.” The προσευχαι were places of prayer situated often in the open air, and chosen in the neighborhood of streams on account of the custom of washing the hands before prayer. They served the purposes of synagogues in places where they did not exist.—G.B.S. “And we sat down, and spake to the women which resorted thither.” Mark again the freedom from all pride. “And a certain woman:” a woman and she of low condition, from her trade too: but mark (in her) a woman of elevated mind (φιλόσοφον). In the first place, the fact of God’s calling her bears testimony to her: “And when she was baptized,” it says, “she and her household”—mark how he persuaded all of them—“she besought us, saying, If ye have judged me to be faithful to the Lord, come into my house, and abide there. And she constrained us818    ἀλλ᾽ αὐτοὺς ἀφῆκε κυρίους εἶναι, καὶ. Mod. text, οὐκ ἀφῆκε κ. ἐ. ἀλλὰ καὶ.” (v. 15): then look at her wisdom, how she importunes (δυσωπεἵ), the Apostles how full of humility her words are, how full of wisdom. “If ye have judged me faithful,” she says. Nothing could be more persuasive. Who would not have been softened by these words? She did not request (or, “claim”) did not entreat simply: but she left them to decide, and (yet) exceedingly forced them: “And she constrained us,” it says, by those words. And again in a different way: for see how she straightway bears fruit, and accounts it a great gain. “If ye have judged me,” that is, That ye did judge me is manifest, by your delivering to me such (holy) mysteries (i.e. sacraments, see p. 225, note 3): and she did not dare to invite them before this. But why was there any unwillingness on the part of Paul and those with them, that they should need to be constrained? It was either by way of calling her to greater earnestness of desire, or because Christ had said, “Enquire who is worthy, and there abide.” (Luke x. 8.) (It was not that they were unwilling), but they did it for a purpose.819    ᾽Αλλὰ δἰ οἰκονομίαν ἐποίουν, B. Cat. “their seeming reluctance was ‘economy.’” A. C., ῞Ολα δἰ οἰκ. ἐπ. Mod. text, ῞Ωστε πάντα δἰ οἰκ. ἐπ.—“And it came to pass,” it says, “as we went to prayer, a certain damsel possessed with a spirit of divination met us,820    Most critical editions read in v. 16. πύθωνα st. πύθωνος (following A. B. C. א). In this case the word is in apposition with πνεῦμα and has the force of an adjective, “having a Pythonic spirit,” in allusion to the serpent which was said to have guarded Delphi and to have been slain by Apollo. From this feat the God was called Pythius, and in his temple the priestess was called “the Pythian,” as being inspired by Apollo. Hence the term became equivalent to a δαιμονίον μαντικόν. In later times the power of the ventriloquist was attributed to such a Pythonic spirit (as by Plutarch) and the LXX. render the word אוב by ἐγγαστρίμυθος in accordance with this view. Meyer maintains that this damsel had the power of ventriloquism which the people attributed to a πνεῦμα πύθωνα. The apostle did not share this opinion but treated the case as one of demoniacal possession.—G.B.S.which brought her masters much gain by soothsaying: the same followed Paul and us, and cried, saying, These men are the servants of the most high God, which show unto us the way of salvation.” (v. 16, 17.) What may be the reason that both the demon spoke these words, and Paul forbade him? Both the one acted maliciously, and the other wisely: the demon wished in fact to make himself credible.821    B. and Cat. ἐβούλετο λοιπὸν ἀξιόπιστον ἑαυτὸν (B. αὐτὸν) ποιεῖν. The other mss. ἐβούλετο (ἐβουλεύετο A.C.) γὰρ μὴ ἀξ. αὐτὸν ποιεῖν: wished to make him (Paul) not credible. That the former is the true reading, is shown by what follows: ἵνα στήσῃ τὰ ὑπὲρ ἑαυτοῦ: i.e., to gain credit with the believers in order to deceive them afterwards. In the next clause, we read with Cat. and Sav. τὰ καθ᾽ ἑαυτοῦ, our mss. ἑαυτοὺς, and so the other Edd. For if Paul had admitted his testimony, he would have deceived many of the believers, as being received by him: therefore he endures to speak what made against himself, that he may establish what made for himself: and so the demon himself uses accommodation (συγκαταβάσει) in order to destruction. At first then, Paul would not admit it, but scorned it, not wishing to cast himself all at once upon miracles; but when it continued to do this, and pointed to their work (καὶ τὸ ἔργον ἐδείκνυ) “who preach unto us the way of salvation,” then he commanded it to come out. For it says, “Paul being grieved, turned and said to the spirit, I command thee in the name of Jesus Christ to come out of her. And he came out the same hour. (a)822    The scribe has copied the parts in the order 1, 3, 5: 2, 4, 6. See p. 213, note 5. And when her masters saw that the hope of their gains was gone, they caught Paul and Silas.” (v. 18, 19.) (d) So then Paul did all, both miracles and teaching, but of the dangers Silas also is partaker. And why says it, “But Paul being grieved?” It means, he saw through the malice of the demon, as he saith, “For we are not ignorant of his devices.” (2 Cor. ii. 11.) (b) “And when her masters saw that the hope of their gains was gone.” Everywhere money the cause of evils. O that heathen cruelty! they wished the girl to be still a demoniac, that they might make money by her. “They caught Paul and Silas,” it says, “and dragged them into the marketplace unto the rulers, and brought them unto the magistrates, saying, These men, being Jews, do exceedingly trouble our city!” (v. 20): by doing what? Then why did you not drag them (hither) before this? “Being Jews:” the name was in bad odor. “And teach customs, which are not lawful for us to receive, neither to observe, being Romans.” (v. 21.) They made a charge of treason of it (εἰς καθοσίωσιν ἤγαγον). (e) Why did they not say, Because they cast out the demon, they were guilty of impiety against God? For this was a defeat to them: but instead of that, they have recourse to a charge of treason (ἐπὶ καθοσίωσιν): like the Jews when they said, “We have no king but Cæsar: whoso maketh himself a king speaketh against Cæsar.” (John xix. 14, 12.) (c) “And the multitude rose up together against them: and the magistrates rent off their clothes, and commanded to beat them.” (v. 22.) O the irrational conduct! They did not examine, did not allow them to speak. And yet, such a miracle having taken place, ye ought to have worshipped them, ought to have held them as saviors and benefactors. For if money was what ye wished, why, having found so great wealth, did ye not run to it? This makes you more famous, the having power to cast out demons than the obeying them. Lo, even miracles, and yet love of money was mightier. (f) “And when they had laid many stripes upon them, they cast them into prison.”—great was their wrath—“charging the jailer to keep them safely” (v. 23): “who, having received such a charge, thrust them into the inner prison, and made their feet fast in the stocks.” (v. 24.) Observe, he also again thrust them into the “inner” prison: and this too was done providentially, because823    Edd. have ᾽Επειδὴ γὰρ, and join this sentence with the following. The compiler of the Catena perceived that the Recapitulation begins with the next sentence, which he therefore gives to v. 13, though he repeats it wrongly under v. 24.—Mod. text, inserts the ᾽Αλλ᾽ ἴδωμεν κ. τ. λ. before Γνύη, φ., πορφυρόπωλις. there was to be a great miracle.824    This is the first recorded instance of the persecution of Christians by the Roman power. Hitherto the persecutions have proceeded from the Jews and here it is inflicted upon the Christians because they are considered to be Jews who were now under special disfavor, having been shortly before banished from Rome by Claudius.—G.B.S.

(Recapitulation.) “Out of the city.” (v. 13.) The place was convenient for hearing the word, aloof from troubles and dangers. (b) “On the sabbath.” As there was no work going on, they were more attentive to what was spoken. (a) “And a certain woman, named Lydia, a seller of purple” (v. 14): observe how the writer of the history is not ashamed of the occupations (of the converts): (c) moreover neither was this city of the Philippians a great one. Having learnt these things, let us also be ashamed of no man. Peter abides with a tanner (ch. ix. 43): (Paul) with a woman who was a seller of purple, and a foreigner. Where is pride? “Whose heart the Lord opened.” Therefore we need God, to open the heart: but God opens the hearts that are willing: for there are hardened hearts to be seen.825    Here mod. text. “But let us look over again what has been said. ‘A woman,’ it says, ‘a seller of purple,’” etc. “So that she attended to the things which were spoken of Paul.” The opening, then, was God’s work, the attending was hers: so that it was both God’s doing and man’s. And she was baptized (v. 15), and receives the Apostles with such earnestness of entreaty; with more than that used by Abraham. And she speaks of no other token than that whereby she was saved (Gen. xviii. 3): she says not, “If ye have judged me” a great, a devout woman; but what? “faithful to the Lord:” if to the Lord, much more to you. “If ye have judged me:” if ye do not doubt it. And she says not, Abide with me, but, “Come into my house and abide:” with great earnestness (she says it). Indeed a faithful woman!—“A certain damsel possessed with a spirit of Python.” (v. 16.) Say, what is this demon? The god, as they call him, Python: from the place he is so called. Do you mark that Apollo also is a demon? And (the demon) wished to bring them into temptation: (therefore) to provoke them, “the same followed Paul and us, and cried, saying, These men are the servants of the most high God, which show unto us the way of salvation.” (v. 17.) O thou accursed, thou execrable one! if then thou knowest that it is “His way of salvation” that “they show,” why dost thou not come out freely? But just what Simon wished, when he said, “Give me, that on whomsoever I lay my hands, he may receive the Holy Ghost” (ch. viii. 19), the same did this demon: since he saw them becoming famous, here also he plays the hypocrite: by this means he thought to be allowed to remain in the body, if he should preach the same things. But if Christ “receive not testimony from man,” (John v. 34), meaning John, much less from a demon. “Praise is not comely in the mouth of a sinner” (Ecclus. xv. 9), much less from a demon. For826    mss. and Edd. τὸ γὰρ κηρύττειν οὐκ ἀνθρώπων ἀλλὰ Πν. ᾽Επεὶ οὖν ἀλαζονικῶς ἐποίουν βοῶντες κ. τ. λ. The passage needs emendation. We read οὐκ for οὖν. “They did not catch at praise, least of all from a demon: for they were no braggarts, knowing that the power to preach was not of men,” etc. that they preach is not of men, but of the Holy Ghost. Because they did not act in a spirit of boasting. “And Paul being grieved,” etc. By their clamor and shouting they thought to alarm them (the magistrates): saying, “These men do exceedingly trouble our city.” (v. 18–20.) What sayest thou? Dost thou believe the demon? Why not here also? He saith, They are “servants of the most high God;” thou sayest, “They exceedingly trouble our city:” he saith, “They show us the way of salvation;” thou sayest, “They teach customs which are not lawful for us to receive.” (v. 21.) Observe, how they do not attend even to the demon, but look only to one thing, their covetousness. But observe them (Paul and Silas), how they do not answer, nor plead for themselves; (b) “For when,” saith he, “I am weak, then am I strong. My grace is sufficient for thee, for My strength is made perfect in weakness” (2 Cor. xii. 9): so that by reason of their gentleness also they should be admired. (a) “And the magistrates,” etc., “charging the jailer to keep them safely” (v. 22): that they may be the means827    ἵνα μείζονος θαύματος αἴτιοι γένωνται. B. Cat. Sav. marg. The other mss. read ἵνα μείζονος ἄξιοι θαύμ. γ., “They forbear to answer, so as to become worthy of more admiration.” Hence this clause has been transposed. We refer it to v. 23. “The magistrates give order for their safe custody, thereby becoming the means of a greater miracle.” of a greater miracle. (c) The stricter the custody, the greater the miracle. It was probably from the wish to cut short the disturbance, that the magistrates did these things; because they saw the crowd urgent, and wished to stay their passion at the instant, therefore they inflicted the stripes: at the same time it was their wish to hear the matter, and that was why they cast them into prison and gave charge “to keep them safely.” And, it says, “he made them fast in the stocks” (v. 24), (το ξύλον) as we should say, the nervum (νέρβον).

What tears do not these things call for! (Think) what they suffer, while we (live) in luxury, we in theatres, we perishing and drowning (in dissolute living), seeking always idle amusement, not enduring to suffer pain for Christ, not even as far as words, not even as far as talk. These things I beseech you let us ever call to mind, what things they suffered, what things they endured, how undismayed they were, how unoffended. They were doing God’s work, and suffered these things! They did not say, Why do we preach this, and God does not take our part? But even this was a benefit to them, even apart828    B. C , καὶ χωρὶς τῆς ἀληθειας, ἐν αὐτῷ τῷ πράγματι. A. and mod. text, καὶ χ. τῆς βοηθείας αὐτῷ. τῷ. πρ., “even without the Divine succour, even though that had been withheld, yet their sufferings were ipso facto a benefit.” But this alteration is not necessary. “Even apart from the Truth which they preached,—irrespectively of the fact that they were preachers of the Truth—their sufferings were a benefit. Even though they were deceived, and not preachers of the Truth, they gained by suffering: it made them strong,” etc. from the truth, in the thing itself; it made them more vigorous, stronger, intrepid. “Tribulation worketh endurance.” (Rom. v. 4.) Then let us not seek loose and dissolute living. For as in the one case the good is twofold, that the sufferers are made strong, and that the rewards are great; so in the other the evil is twofold, that such are rendered more enervated, and that it is to no good, but only evil. For nothing can be more worthless than a man who passes all his time in idleness and luxury. For the man untried, as the saying is, is also unapproved; unapproved not only in the contests, but also in everything else. Idleness is a useless thing, and in luxury itself nothing is so unsuited to the end proposed as the leading a luxurious life: for it palls with satiety, so that neither the enjoyment of the viands is so great, nor the enjoyment of relaxation, but all becomes vapid, and runs to waste.

Then let us not seek after this. For if we will consider which has the pleasanter life, he that is toiled and hardworked, or he that lives in luxury, we shall find it to be the former. For in the first place,829    As no “secondly” follows this “first,” the scribes have supplied the seeming deficiency: thus N. (Sav. marg.) πρῶτον μὲν ὅτι τὸ σῶμα ἀνεπιτήδειον πρὸς πάντα καὶ ἐκνενευρισμένον ἐστί· δευτέρον δὲ ὅτι καὶ—. Mod. text Πρ. μὲν γὰρ τοῦ τοιούτου τὸ σῶμα αὐτὸ ἔκλυτον καὶ πεπλαδηκός· ἔπειτα καὶ—. the bodily senses are neither clear nor sound, but dull (χαὕναι) and languid; and when those are not right, even of health there is plainly no enjoyment. Which is the useful horse, the pampered or the exercised? which the serviceable ship, that which sails, or that which lies idle? which the best water, the running or the stagnant? which the best iron, that which is much used, or that which does no work? does not the one shine bright as silver, while the other becomes all over rusty, useless, and even losing some of its own substance? The like happens also to the soul as the consequence of idleness: a kind of rust spreads over it, and corrodes both its brightness and everything else. How then shall one rub off this rust? With the whetstone of tribulations: so shall one make the soul useful and fit for all things. Else, how, I ask, will she be able to cut off the passions, with her edge turned (ἀνακλώσης) and bending like lead? How shall she wound the devil?—And then to whom can such an one be other than a disgusting spectacle—a man cultivating obesity, dragging himself along like a seal? I speak not this of those who are naturally of this habit, but of those who by luxurious living have brought their bodies into such a condition, of those who are naturally of a spare habit. The sun has risen, has shot forth his bright beams on all sides, and roused up each person to his work: the husbandman goes forth with his spade, the smith with his hammer, and each artisan with his several instruments, and you will find each handling his proper tools; the woman also takes either her distaff or her webs: while he, like the swine, immediately at the first dawn goes forth to feed his belly, seeking how he may provide sumptuous fare. And yet it is only for brute beasts to be feeding from morning to night; and for them, because their only use is to be slaughtered. Nay, even of the beasts, those which carry burdens and admit of being worked, go forth to their work while it is yet night. But this man, rising from his bed, when the (noon-tide) sun has filled the market-place, and people are tired of their several works, then this man gets up, stretching himself out just as if he were indeed a hog in fattening, having wasted the fairest part of the day in darkness. Then he sits there for a long time on his bed, often unable even to lift himself up from the last evening’s debauch, and having wasted (still) more time in this (listlessness), proceeds to adorn himself, and issues forth, a spectacle of unseemliness, with nothing human about him, but with all the appearance of a beast with a human shape: his eyes rheumy from the effect of wine,830    Mod. text, “his eyes watery, his mouth smelling of wine.” It is evident that Chrys. is very imperfectly reported here. * * * while the miserable soul, just like the lame, is unable to rise, bearing about its bulk of flesh, like an elephant. Then he comes and sits in (various) places, and says and does such things, that it were better for him to be still sleeping than to be awake. If it chance that evil tidings be announced, he shows himself weaker than any girl; if good, more silly than any child; on his face there is a perpetual yawn. He is a mark for all that would do harm, if not for all men, at least for all evil passions; and wrath easily excites such a man, and lust, and envy, and all other passions. All flatter him, all pay court to him, rendering his soul weaker than it is already: and each day he goes on and on, adding to his disease. If he chance to fall into any difficulty of business, he becomes dust and ashes,831    τέφρα καὶ κόνις γίνεται. Unless there be an hiatus here, the meaning is, he has no more solidity in him than so much ashes and dust. and his silken garments are of no help to him. We have not said all this without a purpose, but to teach you, that none of you should live idly and at random. For idleness and luxury are not conducive to work, to good reputation, to enjoyment.832    Mod. text, πρὸς δόξαν μόνον, πρὸς ἡδονην: “but only to vainglory, to pleasure.” For who will not condemn such a man? Family, friends, kinsfolk (will say), He is indeed a very encumbrance of the ground. Such a man as this has come into the world to no purpose: or rather, not to no purpose, but to ill purpose against his own person, to his own ruin, and to the hurt of others. But that this is more pleasant—let us look to this; for this is the question. Well then, what can be less pleasant than (the condition of) a man who has nothing to do; what more wretched and miserable? Is it not worse than all the fetters in the world, to be always gaping and yawning, as one sits in the market-place, looking at the passers by? For the soul, as its nature is to be always on the move, cannot endure to be at rest. God has made it a creature of action: to work is of its very nature; to be idle is against its nature. For let us not judge of these things from those who are diseased, but let us put the thing itself to the proof of fact. Nothing is more hurtful than leisure, and having nothing to do: indeed therefore hath God laid on us a necessity of working: for idleness hurts everything. Even to the members of the body, inaction is a mischief. Both eye, if it perform not its work, and mouth, and belly, and every member that one could mention, falls into the worst state of disease: but none so much as the soul. But as inaction is an evil, so is activity in things that ought to be let alone. For just as it is with the teeth, if one eats not, one receives hurt to them, and if one eats things unfitting, it jars them, and sets them on edge:833    ποιεῖ αὐτους βρύχειν καὶ ὠμοδιᾷν (r. ὠμωδιᾷν). In Jer. xxxi. (Gr. xxxviii.) 29, the phrase is ὀδόντες τῶν τέκνων ᾑμωδίασαν and so Hippocrat. uses the verb. αἱμωδιᾷν. But as Ed. Par. Ben. 2, remarks, the passage of Jer. is sometimes cited with ὠμωδίασαν; Synops. Athanas. t. ii. 167. Isidor. Pelus. iv. Ep. 4. so it is here; both if the soul be inactive, and if inactive in wrong things, it loses its proper force. Then let us eschew both alike; both inaction, and the activity which is worse than inaction. And what may that be? Covetousness,834    Here, Edd. before Par. Ben. 2, adopt the amplified peroration of D. F. “Covetings, wrath, envyings, strifes, grudgings, emulations, and all the other passions. In these we ought to aim at being inactive, and with all earnestness to do the work of the virtues, that we may attain,” etc. anger, envyings, and the other passions. As regards these, let us make it our object to be inactive, in order that we may obtain the good things promised to us, through the grace and mercy of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honor, now and ever, world without end. Amen.

ΟΜΙΛΙΑ ΛΕʹ. Τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πό λεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελ θούσαις γυναιξί. Καί τις γυνὴ, ὀνόματι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουσεν: ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένας ὑπὸ τοῦ Παύλου. αʹ. Ὅρα πάλιν ἰουδαΐζοντα τὸν Παῦλον, καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ τρόπου. Οὗ ἐνομίζετο, φησὶ, προσευχὴ εἶναι. Οὐ γὰρ δὴ ἔνθα συναγωγὴ ἦν μόνον, ἀλλὰ καὶ ἔξω ηὔχοντο, ὥσπερ τόπον τινὰ ἀφορίζοντες, ἅτε σωματικώτεροι ὄντες Ἰουδαῖοι. Τῇ ἡμέρᾳ δὲ τῶν σαββάτων, ὅτε καὶ ὄχλον εἰκὸς ἦν συνελθεῖν. Καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουσεν: ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. Ὅρα τὸ ἄτυφον πάλιν. Γυνὴ καὶ ταπεινὴ αὕτη, καὶ δῆλον ἀπὸ τῆς τέχνης: ἀλλ' ὅρα τὸ φιλόσοφον αὐτῆς. Πρῶτον μὲν γὰρ αὐτῇ ἐμαρτύρησε τοῦτο, τὸ σέβεσθαι τὸν Θεὸν, ἔπειτα τὸ καλέσαι τοὺς ἀποστόλους αὐτήν. Ὡς δὲ ἐβαπτίσθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα: Κύριοί μου, εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς. Ὡς δὲ ἐβαπτίσθη, φησὶν, αὐτὴ καὶ ἡ οἰκία αὐτῆς. Σκόπει πῶς ἅπαντας ἔπεισε: εἶτα βλέπε σύνεσιν, πῶς δυσωπεῖ τοὺς ἀποστόλους, πόσης ταπεινότητος γέμει τὰ ῥήματα, πόσης σοφίας. Εἰ κεκρίκατέ με, φησὶ, πιστὴν τῷ Κυρίῳ. Οὐδὲν ἐντρεπτικώτερον. Τίνα οὐκ ἂν ἐμάλαξε ταῦτα τὰ ῥήματα; Οὐκ ἠξίωσεν, οὐ παρεκάλεσεν ἁπλῶς, οὐκ ἀφῆκε κυρίους εἶναι, ἀλλὰ καὶ ἠνάγκασε σφοδρῶς: τοῦτο γάρ ἐστι τὸ, Παρεβιάσατο ἡμᾶς: τουτέστι, τούτοις τοῖς ῥήμασιν. Ὅρα πῶς εὐθέως καρποφορεῖ, καὶ κέρδος ἡγεῖται μέγα τὴν κλῆσιν. Ὅτι δὲ πιστὴν ἐκρίνατε, δῆλον ἐκ τοῦ ἐγχειρίσαι μοι τοιαῦτα μυστήρια, οὐκ ἂν ἐγχειρίσαντες, εἰ μὴ τοιαύτην ἐκρίνατε. Καὶ οὐκ ἐτόλμησε πρὸ τούτου καλέσαι, ἀλλ' ὅτε ἐβαπτίσθη: δῆλον ἐντεῦθεν ποιοῦσα, ὅτι οὐκ ἂν ἄλλως ἔπεισε. Διὰ τί δὲ οὐκ ἐβούλοντο οἱ περὶ Παῦλον, ἀλλ' ἀνένευον ὥστε καὶ βιασθῆναι αὐτούς; Ἤτοι ἐκείνην ἐκκαλούμενοι εἰς μείζονα προθυμίαν: ἢ ἐπειδὴ εἶπεν ὁ Χριστὸς, Εἰς ἣν ἂν πόλιν εἰσέλθητε, τίς ἐστιν ἄξιος ἐρωτήσατε, καὶ ἐκεῖ μείνατε. Ὥστε πάντα δι' οἰκονομίαν ἐποίουν. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ ἡμῖν, ἔκραζε λέγουσα: Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Τί δήποτε καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ ὁ Παῦλος ἐκώλυσε; Κἀκεῖνος κακούργως ἐποίει, καὶ οὗτος συνετῶς: ἐβούλετο γὰρ μὴ ἀξιόπιστον αὐτὸν ποιεῖν. Εἰ γὰρ προσήκατο αὐτοῦ τὴν μαρτυρίαν ὁ Παῦλος, πολλοὺς ἂν καὶ τῶν πιστῶν ἠπάτησεν, ἅτε ὑπ' ἐκείνου δεχθείς: διὰ τοῦτο ἀνέχεται τὰ καθ' ἑαυτοὺς εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ αὐτοῦ, καὶ αὐτὸς συγκαταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν. Τὸ μὲν οὖν πρῶτον οὐ προσήκατο Παῦλος, ἀλλὰ διέπτυσεν, οὐ βουλόμενος ἑαυτὸν ἐπιῤῥίπτειν ἁπλῶς τοῖς σημείοις: ὡς δὲ ἐπέμενε τοῦτο ποιῶν ἐπὶ πολλὰς ἡμέρας, καὶ τὸ ἔργον ἐδείκνυ, Οὗτοι οἱ ἄνθρωποι, λέγων, δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας: τότε ἐκέλευσεν αὐτῷ ἐξελθεῖν. Διαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε: Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ' αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον: Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι. Πανταχοῦ τὰ χρήματα αἴτια τῶν κακῶν. Ὢ τῆς ὠμότητος τῆς Ἑλληνικῆς! ἐβούλοντο δαιμονᾷν τὸ κοράσιον, ὥστε χρηματίζεσθαι. Ἐπιλαβόμενοι, φησὶ, τὸν Παῦλον καὶ τὸν Σίλαν, ἔλεγον: Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί ποιήσαντες; διὰ τί οὖν μὴ πρὸ τούτου εἱλκύσατε; Ἰουδαῖοι, φησὶν, ὑπάρχοντες: οὕτω τὸ ὄνομα διεβέβλητο. Καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. Εἰς καθοσίωσιν τὸ πρᾶγμα ἤγαγον. Καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὢ τῆς ἀλογίας! οὐκ ἐξήτασαν, οὐ μετέδωκαν λόγου: καίτοι τοιούτου θαύματος γενομένου δέον προσκυνῆσαι, δέον ὡς σωτῆρας καὶ εὐεργέτας ἔχειν. Εἰ γὰρ χρήματα ἐβούλεσθε, διὰ τί τοιοῦτον πλοῦτον εὑρόντες, μὴ ἐπεδράμετε; Τοῦτο λαμπροτέρους ποιεῖ, τὸ δύνασθαι δαίμονας ἀπελαύνειν, ἢ τὸ αὐτοῖς πείθεσθαι. Ἰδοὺ καὶ σημεῖα, καὶ ἡ φιλοχρηματία πλέον ἴσχυσε. Καὶ οἱ στρατηγοὶ, περιῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐκέλευον ῥαβδίζειν: πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς. Ὁ μὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν: τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοινωνεῖ. Τί ἐστι, Διαπονηθεὶς δὲ ὁ Παῦλος; Τὴν κακουργίαν, φησὶν, ἰδὼν τοῦ δαίμονος, καθὼς αὐτὸς ἀλλαχοῦ λέγει: Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Διὰ τί μὴ εἶπον, ὅτι Τὸν δαίμονα ἐξέβαλον, ὅτι εἰς Θεὸν ἠσέβησαν, ἀλλ' ἐπὶ καθοσίωσιν τρέπονται; Ἧττα αὐτοῖς τοῦτο ἦν. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον: Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Πᾶς ὁ ἑαυτὸν ποιῶν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι. Καὶ ἔβαλον αὐτοὺς, φησὶν, εἰς φυλακήν. Πολὺς ὁ θυμός. Ὃς παραγγελίαν τοιαύτην εἰληφὼς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Ὅρα, κἀκεῖνος πάλιν εἰς τὴν ἐσωτέραν φυλακὴν αὐτοὺς ἐνέβαλε, καὶ τοῦτο οἰκονομικῶς. Ἐπειδὴ γὰρ θαῦμα ἔμελλε γίνεσθαι μέγα, ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὁ ἔξω τῆς πόλεως κρίνεται, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων. Ὅρα πῶς οὐκ αἰσχύνεται τὰ ἐπιτηδεύματα καταλέγειν ὁ τὴν ἱστορίαν γράφων. Ἅτε δὴ καὶ ἀργίας οὔσης, μᾶλλον προσεῖχον τοῖς λεγομένοις: καὶ οὐδὲ ἡ πόλις αὕτη μεγάλη ἡ τῶν Φιλιππησίων. Ταῦτα δὴ μαθόντες καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα. Παρὰ βυρσεῖ μένει Πέτρος, παρὰ πορφυροπώλιδι Παῦλος. Ποῦ ὁ τῦφος; Ἄρα τοῦ Θεοῦ δεόμεθα, ὥστε ἀνοίξαι καρδίαν: ὁ Θεὸς δὲ ἀνοίγει καρδίας τὰς βουλομένας: ἔστι γὰρ καὶ πεπηρωμένας ἰδεῖν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Γυνὴ, φησὶ, πορφυρόπωλις, ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. Τὸ μὲν οὖν ἀνοῖξαι, τοῦ Θεοῦ: τὸ δὲ προσέχειν, αὐτῆς: ὥστε καὶ θεῖον καὶ ἀνθρώπινον ἦν. Ὡς δὲ ἐβαπτίσθη, φησὶ, παρεκάλεσε λέγουσα: Εἰ κεκρίκατέ με. Ὅρα, καὶ βαπτίζεται, καὶ δέχεται τοὺς ἀποστόλους μετὰ τοσαύτης ἱκετηρίας, μετὰ πλείονος ἢ ὁ Ἀβραάμ. Καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκμήριον, ἀλλ' ἐκεῖνο, ἀφ' οὗ ἐσώθη: οὐκ εἶπεν, εἰ μεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ με: ἀλλὰ τί; Πιστὴν τῷ Κυρίῳ: εἰ τῷ Κυρίῳ, πολλῷ μᾶλλον ὑμῖν, εἰ μὴ ἀμφισβητεῖτε. Καὶ οὐκ εἶπε, Παρ' ἐμοὶ, ἀλλ' Εἰς τὸν οἶκόν μου μείνατε, ὥστε δεῖξαι, ὅτι μετὰ πολλῆς τοῦτο ἐποίει προθυμίας. Ὄντως πιστὴ ἡ γυνή. Εἰπὲ δή μοι, τίς οὗτός ἐστιν ὁ δαίμων; Θεὸς, φησὶ, πύθων: ἀπὸ τοῦ τόπου οὕτω λέγεται. Ὁρᾷς, ὅτι καὶ ὁ Ἀπόλλων δαίμων ἐστί; Καὶ ἐπεὶ ἐβούλετο εἰς πειρασμοὺς αὐτοὺς ἐμβαλεῖν, ὥστε μᾶλλον παροξῦναι, παρώρμησε λέγειν. βʹ. Ὦ μιαρὲ καὶ παμμίαρε: εἰ τοίνυν οἶδας, ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί μὴ ἐξίστασαι ἑκών; Ἀλλ' ὅπερ Σίμων ἐβούλετο λέγων: Δότε μοι, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον: τοῦτο καὶ οὗτος ἐποίει: ἐπειδὴ εἶδεν εὐδοκιμοῦντας, καὶ ὧδε ὑποκρίνεται, ταύτῃ προσεδόκησεν ἑαυτὸν ἀφίεσθαι ἐν τῷ σώματι, εἰ τὰ αὐτὰ κηρύξειεν. Εἰ δὲ παρὰ ἀνθρώπου Οὐχ ὡραῖος ὁ αἶνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, πολλῷ μᾶλλον παρὰ δαίμονος: εἰ παρὰ ἀνθρώπων τὴν μαρτυρίαν οὐ λαμβάνει ὁ Χριστὸς, οὐδὲ παρὰ Ἰωάννου, πολλῷ μᾶλλον παρὰ δαίμονος. Τὸ γὰρ κηρύττειν οὐκ ἀνθρώπων, ἀλλὰ Πνεύματος ἁγίου. Ἐπεὶ οὖν ἀλαζονικῶς ἐποίουν βοῶντες, τῇ κραυγῇ καταπλήξειν ἐνόμισαν, λέγοντες: Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί λέγεις; πείθῃ τῷ δαίμονι; διὰ τί οὐχὶ καὶ ἐνταῦθα; Ἐκεῖνος λέγει, ὅτι Δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου: σὺ λέγεις, ὅτι Ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν: ἐκεῖνος λέγει, ὅτι Καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας: σὺ λέγεις, Παραδιδόασιν ἡμῖν ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι. Ὅρα οὐδὲ τῷ δαίμονι αὐτοὺς προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας, τὴν φιλαργυρίαν. Εἵλκυσάν τε αὐτοὺς, φησὶν, εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας: καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὅρα αὐτοὺς οὐκ ἀποκρινομένους οὐδὲ ἀπολογουμένους, ἵνα μείζονος ἄξιοι θαύματος γένωνται. Ὅταν γὰρ, φησὶν, ἀσθενῶ, τότε δυνατός εἰμι. Ἀρκεῖ σοι ἡ χάρις μου: ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε καὶ ἀπὸ τῆς ἐπιεικείας θαυμασθῆναι αὐτοὺς ἐχρῆν. Ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦμα λαμπρότερον. Ἴσως τὴν σύστασιν ἐκκόψαι βουλόμενοι τοῦτο ἐποίουν ἐκεῖνοι. Ἐπειδὴ εἶδον τὸν ὄχλον ἐφεστῶτα, ταῖς μὲν πληγαῖς τὸν θυμὸν τέως στῆσαι ἐβούλοντο, τῷ δὲ εἰς δεσμωτήριον ἐμβαλεῖν καὶ παραγγεῖλαι ἀσφαλῶς τηρεῖν, ἀκοῦσαι ἤθελον τοῦ πράγματος. Καὶ ἠσφαλίσατο, φησὶν, εἰς τὸ ξύλον, ὡς ἂν εἴποι τις, Εἰς τὸν νέρβον. Πόσων δακρύων τὰ νῦν ἄξια; Ἐκεῖνοι μὲν ἔπαθον ὅσα καὶ ἔπαθον, ἡμεῖς δὲ ἐν τρυφῇ, ἡμεῖς δὲ ἐν θεάτροις. Ὅθεν καὶ ἀπολλύμεθα, καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, καὶ οὐδὲ μέχρις ὀνειδισμοῦ διὰ τὸν Χριστὸν ἀνεχόμενοι λυπηθῆναι, οὐδὲ μέχρι λόγου. Τούτοις συνεχῶς ἀναμιμνήσκωμεν ἑαυτοὺς, παρακαλῶ, ὅσα ἔπαθον, ὅσα ὑπέμειναν, πῶς οὐκ ἐθορυβοῦντο, πῶς οὐκ ἐσκανδαλίζοντο. Τὸ τοῦ Θεοῦ ἔργον ἐποίουν, καὶ ταῦτα ἔπασχον. Οὐκ ἔλεγον, Τί τοῦτο κηρύττομεν, καὶ οὐ προΐσταται ἡμῶν ὁ Θεός; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς ὠφέλει, καὶ χωρὶς τῆς βοηθείας αὐτῷ τῷ πράγματι εὐτονωτέρους ἐποίει, ἰσχυροτέρους, ἀκαταπλήκτους. Ἡ θλῖψις, φησὶν, ὑπομονὴν κατεργάζεται. Μὴ δὴ τὸν ὑγρὸν καὶ διακεχυμένον ζητῶμεν βίον. Ὥσπερ γὰρ ἐνταῦθα διπλοῦν τὸ καλὸν, ὅτι τε ἰσχυροὶ γίνονται καὶ ὅτι μεγάλοι οἱ μισθοὶ, οὕτως ἐκεῖ διπλοῦν τὸ κακὸν, ὅτι τε μαλακώτεροι καθίστανται καὶ ὅτι ἐπ' οὐδενὶ χρηστῷ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Οὐδὲν γὰρ ἀχρηστότερον ἀνθρώπου γένοιτ' ἂν ἐν ἀνέσει καὶ τρυφῇ τὸν ἅπαντα διατελοῦντος χρόνον. Ἀνὴρ γὰρ, φησὶν, ἀπείραστος, καὶ ἀδόκιμος: ἀδόκιμος, οὐκ ἐν τοῖς ἀγῶσι τούτοις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἄχρηστον πρᾶγμα ἡ ἄνεσις, καὶ ἐν αὐτῇ δὲ τῇ τρυφῇ οὐδὲν οὕτως ἀνεπιτήδειον, ὡς τὸ τρυφᾷν προσκορὲς γάρ ἐστιν. Οὔτε σιτίων ἡδονὴ τοσαύτη, οὔτε ἀνέσεως, ἀλλὰ πάντα ἐξίτηλα γίνεται καὶ διαῤῥεῖ. Μὴ δὴ ταύτην ἐπιζητῶμεν. Εἰ γὰρ σκοπεῖν θελήσομεν τίς ἥδιον διάγει, ὁ πονούμενος καὶ ταλαιπωρούμενος ἢ ὁ τρυφῶν: τοῦτον μᾶλλον εὑρήσομεν. Πρῶτον μὲν γὰρ τοῦ τοιούτου τὸ σῶμα αὐτὸ ἔκλυτον καὶ πεπλαδηκός: ἔπειτα καὶ αἱ τοῦ σώματος αἰσθήσεις οὔκ εἰσιν εἰλικρινεῖς οὐδὲ ὑγιεῖς, ἀλλὰ χαῦναι καὶ μαλακαί: τούτων δὲ οὐκ οὐσῶν, οὐδὲ τῆς ὑγιείας ἡδονὴ φαίνεται. Ποῖος ἵππος χρήσιμος, ὁ τρυφῶν ἢ ὁ γυμναζόμενος; ποία ναῦς, ἡ πλέουσα ἢ ἡ ἀργοῦσα: ποῖον ὕδωρ, τὸ τρέχον ἢ τὸ ἑστώς; ποῖος σίδηρος, ὁ κινούμενος ἢ ὁ μὴ ἐργαζόμενος; οὐχ ὁ μὲν ἀπολάμπει, καὶ ἀργύρῳ προσέοικεν, ὁ δὲ κατίωται πανταχοῦ ἄχρηστος ὢν, καὶ τῆς ὕλης ἀπολλύς τι τῆς οἰκείας; Τοιοῦτόν τι γίνεται καὶ ἐπὶ τῆς ἀργούσης ψυχῆς: ἰός τις αὐτῆς καταχεῖται, καὶ τρώγει τήν τε λαμπρότητα καὶ τὰ ἄλλα πάντα. Τίνι οὖν ἄν τις τοῦτον ἀποσμήξειε τὸν ἰόν; Τῇ τῶν θλίψεων ἀκόνῃ: αὗται χρήσιμον ἐργάζονται τὴν ψυχὴν καὶ ἐν πᾶσιν ἐπιτηδείαν. Πῶς γὰρ, εἰπέ μοι, δυνήσεται τὰ πάθη τέμνειν, τῆς ἀκμῆς ἀμβλυνθείσης, καὶ μολύβδου δίκην ἐπανακαμπτομένης; πῶς τὸν διάβολον τρώσει; Τίνι δὲ οὐκ ἔστιν ἀηδὴς ἄνθρωπος πολυσαρκίαν ἀσκῶν, φώκης δίκην συρόμενος; γʹ. Οὐ περὶ τῶν φύσει ὄντων τοῦτο λέγω, ἀλλὰ περὶ τῶν ἐκ τῆς τρυφῆς τοιαῦτα κατασκευασάντων τὰ σώματα, περὶ τῶν λεπτῶν κατὰ φύσιν. Ἀνέτειλεν ὁ ἥλιος, λαμπρὰς ἀφῆκε πανταχοῦ τὰς ἀκτῖνας, ἤγειρεν ἕκαστον ἐπὶ τὰ ἔργα: ὁ γεωργὸς τὴν δίκελλαν λαβὼν ἔξεισιν, ὁ χαλκοτύπος τὴν σφῦραν, καὶ τὸ κατάλληλον ἕκαστος τῶν δημιουργῶν, καὶ εὑρήσεις ἕκαστον τὰ οἰκεῖα ὄργανα μεταχειριζόμενον: ἡ γυνὴ ἠλακάτην ἢ τὰ ὑφάσματα: αὐτὸς δὲ καθάπερ ὁ χοῖρος εὐθέως ἀπὸ πρωῒ ἐπὶ βοσκὴν ἔξεισι τῆς γαστρὸς, ζητῶν πῶς τράπεζαν πολυτελῆ κατασκευάσει. Καίτοι τῶν ἀλόγων ἐστὶ μόνον ἀπὸ πρωῒ τρέφεσθαι, ἐπειδὴ πρὸς οὐδέν ἐστι χρήσιμα, ἀλλὰ πρὸς τὸ σφάζεσθαι. Τὰ δὲ νωτοφόρα αὐτῶν καὶ ἐργασίαν ἀναδεχόμενα καὶ αὐτὰ ἀπὸ νυκτῶν ἐπὶ τὸ ἔργον ἔξεισιν. Οὗτος δὲ ἀπὸ τῆς εὐνῆς ἀναστὰς, τοῦ ἡλίου τὴν ἀγορὰν ἐμπλήσαντος, καὶ πάντων κορεσθέντων τῆς οἰκείας ἐργασίας, ἀνίσταται διατεινόμενος, καθάπερ ὄντως ὗς πιαινόμενος, τὸ κάλλιστον τῆς ἡμέρας ἐν σκότει καταναλώσας. Εἶτα κάθηται πολὺν ἐπὶ τῆς εὐνῆς καιρὸν, πολλάκις οὐδὲ ἀνενεγκεῖν δυνάμενος ἀπὸ τῆς ἑσπερινῆς μέθης, καταναλώσας τὸν πλείονα καιρὸν ἐν τούτοις. Εἶτα καλλωπίζει ἑαυτὸν, καὶ πρόεισιν ἀσχημοσύνης θέατρον, οὐδὲν ἔχων ἀνθρώπου, ἀλλὰ πάντα θηρίου ἀνθρωπομόρφου: οἱ ὀφθαλμοὶ δίυγροι, οἴνου τὸ στόμα ἀπόζον, ἡ ταλαίπωρος ψυχὴ καθάπερ ἐπὶ κλίνης βεβλημένη ὑπὸ τῆς ἀμέτρως ἐγχεομένης ἑωλοκρασίας, τὸ μέγεθος τῶν σαρκῶν περιφέρουσα καθάπερ ἐλέφας. Εἶτα ἐλθὼν κάθηται ἐν τόποις, καὶ λέγει τοιαῦτα καὶ ποιεῖ, ὡς βέλτιον εἶναι ἔτι καθεύδειν αὐτὸν ἢ ἐγρηγορέναι. Ἂν δεινὰ ἐπαγγελθῇ, παντὸς κορασίου μαλακώτερος γίνεται: ἂν χρηστὰ, παντὸς παιδίου χαυνότερος: χάσμης αὐτῷ ἡ ὄψις γέμει. Πᾶσι πρόκειται τοῖς βουλομένοις κακῶς ποιεῖν, εἰ καὶ μὴ τοῖς ἀνθρώποις, ἀλλὰ τοῖς πάθεσι: καὶ θυμὸς τὸν τοιοῦτον ἐγείρει ῥᾳδίως, καὶ ἐπιθυμία, καὶ βασκανία, καὶ πάντα. Πάντες κολακεύουσι, πάντες θεραπεύουσι, μαλακωτέραν ἤ ἐστιν ἐργαζόμενοι τὴν ψυχήν: καὶ καθ' ἑκάστην ἡμέραν πρόεισι, πολύ τι τῆς νόσου προσλαμβάνων. Ἂν εἰς πραγμάτων ἐμπέσῃ περίστασιν, τέφρα καὶ κόνις γίνεται, καὶ οὐδὲν αὐτῷ τὰ σηρικὰ ἱμάτια συμβάλλεται. Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα παιδεύσωμεν μηδένα ἀργῶς ζῇν μηδὲ εἰκῇ. Ἡ γὰρ ἀργία καὶ ἡ τρυφὴ πρὸς ἐργασίαν ἀνεπιτήδειον, πρὸς δόξαν μόνον, πρὸς ἡδονήν. Πῶς πάντες τὸν τοιοῦτον οὐ καταγνώσονται, καὶ οἰκεῖοι καὶ φίλοι καὶ συγγενεῖς; τίς δὲ οὐ δικαίως ἐρεῖ, ἄχθος οὗτος ἀρούρας, εἰκῇ παρῆλθεν εἰς τὸν κόσμον ὁ τοιοῦτος: μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς, ἐπὶ λύμῃ ἰδίᾳ, ἐπὶ βλάβῃ ἑτέρων; Τί οὖν ἥδιον αὐτῇ, ἴδωμεν: τοῦτο γάρ ἐστι τὸ ζητούμενον, σχολὴ καὶ ἀπραξία. Καὶ τί ἀηδέστερον γένοιτ' ἂν ἀνθρώπου οὐδὲν ἔχοντος ποιεῖν; τί μοχθηρότερον, τί ταλαιπωρότερον; μυρίων οὐ χεῖρον τοῦτο δεσμῶν, χασμᾶσθαι καὶ κεχηνέναι διαπαντὸς ἐπὶ τῆς ἀγορᾶς καθήμενον ὁρῶντα τοὺς παριόντας; Ἡ γὰρ ψυχὴ φύσιν ἔχουσα τοῦ κινεῖσθαι διαπαντὸς, οὐκ ἀνέχεται ἠρεμεῖν. Ἔμπρακτον τὸ ζῶον τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ κατὰ φύσιν αὐτῷ ἐστι τὸ ἐργάζεσθαι, παρὰ φύσιν δὲ τὸ ἀργεῖν. Μὴ ἀπὸ τῶν νοσούντων τὰ πράγματα δοκιμάζωμεν, ἀλλὰ τοῦ πράγματος πεῖραν λάβωμεν. Οὐδὲν σχολῆς μοχθηρότερον, οὐδὲν ἀργίας: Διὰ τοῦτο εἰς ἀνάγκην ἡμᾶς κατέστησεν ἐργασίας ὁ Θεός. Πάντα γὰρ ἡ ἀργία βλάπτει, καὶ τὰ μέλη τοῦ σώματος αὐτὰ βλάπτει πως ἡ ἀργία. Καὶ γὰρ καὶ ὀφθαλμὸς εἰ μὴ ἐργάζοιτο τὸ αὐτοῦ, καὶ στόμα, καὶ γαστὴρ καὶ πᾶν, ὅ τι ἂν εἴποι τις τῶν μελῶν, εἰς νόσον ἐμπίπτει τὴν ἐσχάτην: οὐδὲν δὲ οὕτως, ὡς ἡ ψυχή. Ὥσπερ δὲ ἀργία κακὸν, οὕτω καὶ ἐργασία ἡ μὴ προσήκουσα. Καθάπερ γὰρ εἴ τις μὴ ἐσθίει, εἰς τοὺς ὀδόντας βλάπτεται, κἂν ἐσθίῃ τὰ μὴ προσήκοντα, ποιεῖ αὐτοὺς αἱμωδιᾷν: οὕτω δὴ καὶ ἐνταῦθα, ἄν τε μὴ ἐργάζηται, ἄν τε ἐργάζηται τὰ μὴ προσήκοντα, τὴν οἰκείαν ἀπόλλυσιν ἰσχύν. Οὐκοῦν ἀμφότερα φεύγειν σπουδάζωμεν, καὶ ἀργίαν καὶ ἐργασίαν ἀργίας χαλεπωτέραν. Ποία δὲ αὕτη ἐστί; Πλεονεξίαι, θυμὸς, βασκανίαι, τὰ λοιπὰ τῶν παθῶν. Ἐν τούτοις τὴν ἀργίαν μεταδιώκωμεν, ἵνα τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.