ἀνὴρ σοφίας θησαυρὸς ὡς Ἕλλην διεβλήθη, τὴν κλῆσιν Ἰσοκάσιος, κοιαίστωρ τὴν ἀξίαν· κἀντεῦθεν ἀπογυμνωθεὶς τιμῆς τε καὶ χρημάτων ἐπάρχῳ τῷ τῆς πόλεως ἐκδίδοται πρὸς κρίσιν. ὡς οὖν εἰσήγετο γυμνὸς ὡς δοῦλος μαστιγίας, ὡς χειροδέσμητος λῃστὴς περιηγκωνισμένος, ὁ δικαστὴς ἀνέκραγεν, ἐπεγγελῶν τῷ πάθει, "γινώσκεις, Ἰσοκάσιε, πόθεν ἐξεκυλίσθης, καὶ ποῦ σε νῦν κατήγαγεν ὁ κύβος ὁ τῆς τύχης;" ὁ δὲ σὺν παραστήματι καρδίας ἐλευθέρῳ εὐθήκτους ἐποιήσατο τούτῳ τὰς ἀποκρίσεις. "οἶδα τὸ πολυπλάνητον τῆς τύχης τῆς ἀστάτου, καὶ σύνοιδα μηδέν τί με καινὸν καθυποστῆναι· θνητὴν γὰρ περικείμενος καὶ γεηρὰν οὐσίαν ὑπέπεσον καὶ πάθεσι φύσεως ἀνθρωπίνης. σὺ δ' ἐπιγνοὺς τὸν κύλινδρον καὶ τὸν τροχὸν τοῦ βίου ἐξένεγκε τὴν δίκην μοι τοιαύτην κρινομένῳ, ὁποίαν κρίνων σὺν ἐμοὶ τὴν ψῆφον ἀπεφαίνου." ὄχλος οὐκοῦν ὁ παρεστὼς θαυμάσαντες τὸν ἄνδρα, καὶ τὴν σοφὴν ἀπόκρισιν αὐτοῦ καταπλαγέντες ὡς φιλελεύθερον ὁμοῦ καὶ πλήρη παρρησίας, ἐκεῖθεν ἀφαρπάσαντες αὐταῖς σὺν χειροπέδαις εἰς τὸν ναὸν τὸν ἱερὸν μετὰ κραυγῆς εὐφήμου ἀπάγουσιν καὶ τῷ λουτρῷ τῷ θείῳ τελειοῦσιν. ὡς ἄρα πᾶς τῆς ἀρετῆς τὸ χρῆμα δυσωπεῖται, ἀλλογενής, ἰθαγενής, Ἕλλην, ἀλλόθρους, Σκύθης· μόνη γὰρ δύναται κοσμεῖν τοὺς ἐραστὰς καὶ σώζειν. Ὁ μὲν οὖν Ἰσοκάσιος οὕτω κακῶν ἐρρύσθη ὁ δ' Ἄσπαρ ἐφαπτόμενος χλαμύδος βασιλείου "ὦ βασιλεῦ" ἐπέλεγε μεθ' ὅσης ἀναιδείας, "οὐ χρὴ τὸν περικείμενον τὴν πορφυρᾶν χλαμύδα ψευδηγορεῖν καὶ πλάττεσθαι ματαιοκρότους λόγους. πλήρου μοι τὴν ὑπόσχεσιν ἣν πάλαι καθυπέσχου, συνθέμενος ἀναγαγεῖν τὸν ἕνα μοι τῶν παίδων εἰς ὕψος τὸ τοῦ Καίσαρος καὶ τὴν ἐντεῦθεν δόξαν." πρὸς ὃν ἀνθυπεκρούετο σοφῶς ὁ βασιλεύων "οὐ χρὴ τὸν περικείμενον τὴν πορφυρᾶν χλαμύδα παρά τινος κατάρχεσθαι καὶ δοῦλον χρηματίζειν." Οὗτος ὁ κράτωρ θησαυροὺς εὑρὼν πολυταλάντους, ὅλας θαλάσσας εἴπῃ τις καὶ ποταμοὺς χρημάτων, πόλεμον αὐτεπάγγελτον καὶ μάχην φρικαλέαν καὶ στόλον μυριόστολον καὶ ποντοπόρον ὄχλον καὶ σμῆνος ὑγροκέλευθον καὶ πλῆθος θαλασσόπλουν κατὰ Λιβύων συγκροτεῖ καὶ κατὰ Γιζερίχου, καὶ στρατηγὸν ἐφίστησι κράτορα τοῦ πολέμου τὸν ἀδελφὸν τῆς γαμετῆς Βερίνης Βασιλίσκον. ἡ στολαρχία τοιγαροῦν ἐφόβει καὶ τοὺς πόρρω, ἐκάλυπτε τὴν θάλασσαν τοῖς λαίφεσι τῶν πλοίων, ἐστενοχώρει τὴν ὑγρὰν σκάφεσιν ἁλιπλόοις. ἦσαν τοξόται, πελτασταί, ναυμάχοι, πεζομάχοι, ὑπὲρ τὴν ἄμμον εἰς πληθύν, τὸ θράσος ὑπὲρ θῆρα. ἀλλὰ τυραννικώτατον τὸ σθένος τοῦ χρυσίου, ἀλλὰ δυναμικώτερον μυρίων στρατευμάτων. τοῦτο καὶ πόλιν εὔπυργον ἐκ βάθρων ἀνασκάπτει, τοῦτο καὶ δόμους ὄλλυσι, τοῦτο κἀν τοῖς πολέμοις ὅλων ἐθνῶν ἀφανισμὸν καινοτομεῖν ἰσχύει, καὶ πάντα δύναται κυκᾶν καὶ στρέφειν καὶ συγχέειν. ἄφυκτόν ἐστι βέλεμνον, βάλλει κατὰ καρδίας, καὶ χειροδέσμη δύσλυτος, ἄρρηκτος ποδακάκη. δύναται γλῶσσαν ἄφωνον τιθέναι λαλιστάτην καὶ στόμα τὸ περίτρανον εἰς ἀφωνίαν τρέπειν. τούτῳ συμμάχῳ χρώμενος Γιζέριχος ὁ Λίβυς τὸν τηλικοῦτον ἴσχυσε καταποντῶσαι στόλον. ὁ Βασιλίσκος γὰρ πολλῷ φαρμακευθεὶς χρυσίῳ ἔβλεψε πρῶτος εἰς φυγὴν κατὰ τὰς ὑποσχέσεις, κἀντεῦθεν ἀνετράπησαν τὰ πράγματα Ῥωμαίοις, καὶ τὸν Ἰνδοὺς φοβήσαντα καὶ τοὺς ἐν Βρεττανίᾳ καὶ πᾶν ἔθνος καὶ πᾶσαν γῆν στόλον τὸν φρικαλέον μόνη χρυσίου στιλβηδὼν ἴσχυσεν ἀφανίσαι ἄνευ χειρῶν, ἄνευ βελῶν, ἄτερ ὁπλοφορίας. Καὶ ταῦτα μὲν συνέβησαν Ῥωμαίοις ἐν Λιβύῃ· ὁ δὲ Ῥωμαίων βασιλεύς, οὗτος αὐτὸς ὁ Λέων, οὐκ εὐτυχήσας ἄρρενος γόνου πατὴρ γενέσθαι, τὴν θυγατέρα ζεύγνυσι Ζήνωνι πατρικίῳ, ἐξ Ἰσαυρίας ἕλκοντι τὰς ῥίζας τὰς τοῦ γένους. τῇ δὲ παιδὶ τοῦ Λέοντος κλῆσις ἦν Ἀριάδνη. ἐκ ταύτης δὲ τῷ Ζήνωνι παῖς ἄρρην ἐκυήθη Λέων ὀνομαζόμενος, ὁμώνυμος τῷ πάππῳ· ὅνπερ καὶ προσλαβόμενος ὁ βασιλεὺς καὶ πάππος, καὶ παριδὼν τὸν Ζήνωνα καὶ φίλτρον θυγατρίου, χειρίζει τῷ θυγατριδῷ τῆς βασιλείας σκῆπτρα. δυσεντερίᾳ γὰρ ληφθεὶς οἴχεται σὺν τῇ νόσῳ,
36