36
γʹ. Ταῦτα τοίνυν ἅπαντα μαθὼν ὁ ∆αυΐδ, γράφει τὸν ψαλμὸν, εὐχαριστηρίους ὕμνους τῷ Θεῷ ἀναφέρων, καὶ τὸ πᾶν αὐτῷ ἀνατιθεὶς στρατήγημα. ∆ιὸ καὶ ἀρχόμενος οὕτω πώς φησι· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Οὐκ ἐπὶ τῷ Χουσὶ, οὐδὲ ἐπὶ τῇ ἀνθρωπίνῃ σοφίᾳ, οὐδὲ τῇ συνέσει τῇ ἐκείνου, οὐδὲ ἐπὶ τῇ ἐμῇ γνώμῃ, ἀλλ', Ἐπὶ σοί. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιῶμεν, κἂν δι' ἀνθρώπων ἡμῖν κατόρθωμά τι γένηται, ὑπὲρ τούτων εὐχαριστῶμεν τῷ Θεῷ, καὶ τῶν δι' ἡμῶν καὶ τῶν δι' ἑτέρων ἡμῖν εὐεργετημάτων γινομένων. Ἂν γὰρ οὕτω ποιῶμεν, οὐδὲν ἔσται δύσκολον οὐδὲ σκολιόν· ὃ δὴ καὶ ὁ ∆αυῒδ ἐποίει, μονονουχὶ λέγων· Οὐκ ἐν τοῖς ῥήμασι τοῦ Χουσὶ τὴν ἐλπίδα τῆς σωτηρίας εἶχον, ἀλλ' ἐν τῇ συμμαχίᾳ τῇ σῇ. Καὶ ὅρα μεθ' ὅσης διαθέσεως φθέγγεται· ὅπερ αὐτῷ σύνηθες ποιεῖν. Οὐ γὰρ εἶπε, Κύριε ὁ Θεός· ἀλλὰ, Κύριε ὁ Θεός μου· καὶ ἀλλαχοῦ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Καὶ γὰρ καὶ μετὰ πάντων αὐτοῦ χρείαν εἶχεν· ἰδιαζόντως δὲ, διὰ τὴν ὑπερβολὴν τοῦ πόθου. Οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν δικαίων τοῦτο ποιεῖ, καὶ κοινὸς ἁπάντων ὢν Θεὸς, ἰδιαζόντως ἑαυτὸν τῶν δικαίων εἶναι λέγει. Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ,καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ ὅρα φιλόσοφον γνώμην. Εἰπὼν, Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, οὐκ εἶπε, Κόλαζε τὸν πολέμιον, ἄνελε τὸν ἐχθρόν· ἀλλὰ τί; Τὸ ἑαυτοῦ ζητεῖ μόνον, καὶ λέγει, Σῶσόν με, τουτέστι, Μὴ ἀφῇς με κακῶς παθεῖν, ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. Ὅρα πῶς οὐδὲ πάσχων κακῶς, ὀνομαστὶ μέμνηται τοῦ πατραλοίου, καὶ ἐν τῇ συμφορᾷ τὴν φύσιν ἐπιγινώσκων, καὶ ἐν τῷ πολέμῳ τὸν υἱὸν ὁρῶν, καὶ ἐν τοῖς κινδύνοις τῶν σπλάγχνων οὐκ ἐπιλανθανόμενος. Οὕτω φιλόπαις ἦν καὶ φιλόστοργος· μᾶλλον δὲ 55.84 οὕτω φιλόσοφος. Οὐ γὰρ ἡ τῆς φύσεως τυραννὶς, ἀλλ' ἡ τῆς γνώμης ἡμερότης τοιοῦτον αὐτὸν ἐποίει εἶναι μᾶλλον, καὶ τῷ στρατοπέδῳ τὸ πλέον ἐλογίζετο, ἢ τῷ τυράννῳ· διὰ τοῦτό φησι· Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. Ὁρᾷς πῶς οὐδὲ ἐκείνων σφοδρῶς μέμνηται; Οὐ γὰρ εἶπεν, Ἐκτῶν πολεμούντων, τῶν τὰ ἐμὰ διαρπαζόντων, τῶν ἐντρυφώντων τοῖς βασιλείοις τοῖς ἐμοῖς, ἀλλὰ, Τῶν διωκόντων με. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Καὶ μὴν στρατόπεδα συνέλεξε, καὶ πολλοὺς εἶχε μεθ' ἑαυτοῦ· πῶς οὖν λέγει, Μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος; Ὅτι οὐδὲ ἐν συμμαχίας ἡγεῖται μέρει τὴν οἰκουμένην ἅπασαν, εἰ μὴ τῆς ἄνωθεν ἀπολαύσειεν ῥοπῆς, οὐδὲ ἐν ἐρημίᾳ εἶναι, εἰ καὶ μόνος ἦν, τῆς ἐκείνου μετέχων συμμαχίας. ∆ιὸ καὶ ἔλεγεν· Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Τινὲς δὲ κατὰ ἀναγωγὴν τὴν ῥῆσιν ταύτην ἐκλαμβάνοντες, λέοντα καὶ διώκοντας διάβολον καὶ δαίμονας εἶναί φασιν. Ἐπειδὴ γὰρ εἶδε τὸν υἱὸν ἁρπαγέντα ὑπ' αὐτοῦ καὶ καταποθέντα ἀξιοῖ μηδέποτε τοῦτο παθεῖν αὐτὸς, καὶ λέγει καὶ τὴν αἰτίαν, δι' ἢν ἐκεῖνος τοῦτο ἔπαθε. Τίς δὲ ἡ αἰτία; ∆ιὰ τῆς κακίας, φησὶ, τὴν συμμαχίαν τοῦ Θεοῦ ἀπέστησεν ἀφ' ἑαυτοῦ. ∆ιὰ τοῦτο λέγει, Μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Ὅτι δὲ λέων ὁ διάβολος λέγεται παρὰ τῆς Γραφῆς, ἄκουσον λεγούσης αὐτῆς· Ὁ ἐχθρὸς ὑμῶν διάβολος περιέρχεται ὡς λέων ὠρυόμενος καὶ ζητῶν τίνα καταπίῃ. Καὶ αὐτὸς οὗτος ὁ προφήτης ἀλλαχοῦ· Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Πολύτροπον γὰρ τὸ θηρίον· ἀλλ' ἐὰν νήφωμεν, ὁ λέων οὗτος καὶ δράκων πηλοῦ παντὸς εὐτελέστερος ἔσται, καὶ οὐδὲ ἐξ εὐθείας πρὸς ἡμᾶς παρατάξεται, ἀλλὰ κἂν παρατάξηται, καταπατηθήσεται. Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων. Περίεισι μὲν γὰρ μετὰ πολλοῦ τοῦ θυμοῦ, καθάπερ λέων· ἂν δὲ προσβάλλῃ τοῖς τὸν Χριστὸν ἔχουσι, καὶ τὸν σταυρὸν ἐπὶ τοῦ μετώπου, καὶ τὸ πῦρ τοῦ Πνεύματος, καὶ τὴν λαμπάδα τὴν οὐδέποτε σβεννυμένην, οὐδὲ ἀντιβλέψαι δυνήσεται, ἀλλὰ νῶτα δοὺς οἰχήσεται, οὐδὲ μεταστραφῆναι τολμῶν. Καὶ ἵνα μάθῃς ὅτι οὐ κόμπος τὰ εἰρημένα,