ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. ΟΜΙΛΙΑ Αʹ. Τὸν μὲν πρῶτον λόγον ἐποιησ

 ΟΜΙΛΙΑ Βʹ. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον τες: Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστά νεις τὴν βασιλείαν τῷ Ἰσραήλ αʹ. Ὅταν τι μέλλωσιν

 ΟΜΙΛΙΑ Γʹ. Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν. αʹ. Τότε, φησὶ

 ΟΜΙΛΙΑ Δʹ. Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεν τηκοστῆς, ἦσαν ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό: καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος. αʹ. Τίς ἐστιν αὕτη

 ΟΜΙΛΙΑ Εʹ. Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσα λὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. αʹ. Οὓς ξένους εἶπεν ἀνωτέ

 ΟΜΙΛΙΑ Ϛʹ. Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους τούτους. αʹ. Οὐκ ἔστι κολακεία τὸ ῥῆμα: ἀλλ' ἐπειδὴ καθήψατο αὐτῶν σφοδρῶς, ἀνίησιν αὐτοὺς λοιπ

 ΟΜΙΛΙΑ Ζʹ. Ἀκούσαντες δὲ τοὺς λόγους τούτους, κατενύγη σαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους: Τί ποιήσωμεν, ἄνδρες ἀδε

 ΟΜΙΛΙΑ Ηʹ. Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαι νον εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. αʹ. Πανταχοῦ φαίνονται οὗτοι πολλὴν ἔχον

 ΟΜΙΛΙΑ Θʹ. Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν: Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ

 ΟΜΙΛΙΑ Ιʹ. Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ. αʹ. Οὔπω τῶν προτέρων ἀναπνεύσαντες πειρασμῶν, εὐθέ

 ΟΜΙΛΙΑ ΙΑʹ. Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. αʹ. Οὐχὶ φιλοτιμίας ἕνεκεν δι

 ΟΜΙΛΙΑ ΙΒʹ. Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀπο στόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρα κλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρ χοντος αὐτ

 ΟΜΙΛΙΑ ΙΓʹ. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀ

 ΟΜΙΛΙΑ ΙΔʹ. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀν θρώπους γενέσθ

 ΟΜΙΛΙΑ ΙΕʹ. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. αʹ. Ὅρα, πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος καὶ τὰ π

 ΟΜΙΛΙΑ ΙϚʹ. Ἐλάλησε δὲ οὕτως ὁ Θεὸς λέγων, ὅτι Ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρα κόσια: καὶ

 ΟΜΙΛΙΑ ΙΖʹ. Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπ έστειλε

 ΟΜΙΛΙΑ ΙΗʹ. Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν. αʹ. Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρημένων ἀφορμὴν εἰς τὸ

 ΟΜΙΛΙΑ ΙΘʹ. Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέ γων: Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γά

 ΟΜΙΛΙΑ Κʹ. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι: Ἀνανία. Ὁ δὲ εἶπεν: Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸ

 ΟΜΙΛΙΑ ΚΑʹ. Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς: καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μα θητής.

 ΟΜΙΛΙΑ ΚΒʹ. Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκα τοντάρχης, ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ

 ΟΜΙΛΙΑ ΚΓʹ. Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς: καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος

 ΟΜΙΛΙΑ ΚΔʹ. Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπε σε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περι τομῆς πι

 ΟΜΙΛΙΑ ΚΕʹ. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενο μένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λ

 ΟΜΙΛΙΑ ΚϚʹ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννο

 ΟΜΙΛΙΑ ΚΖʹ. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίν

 ΟΜΙΛΙΑ ΚΗʹ. Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμ

 ΟΜΙΛΙΑ ΚΘʹ. Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν: Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβού μενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τού τ

 ΟΜΙΛΙΑ Λʹ. Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. αʹ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν Οὐχὶ τότε ἐθαυμάσθ

 ΟΜΙΛΙΑ ΛΑʹ. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί

 ΟΜΙΛΙΑ ΛΒʹ. Διέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰου δαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ

 ΟΜΙΛΙΑ ΛΓʹ. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων: Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐ

 ΟΜΙΛΙΑ ΛΔʹ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡ

 ΟΜΙΛΙΑ ΛΕʹ. Τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πό λεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελ θούσαις

 ΟΜΙΛΙΑ ΛϚʹ. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόμενοι ὕμνουν τὸν Θεόν: καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥσ

 ΟΜΙΛΙΑ ΛΖʹ. Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε

 ΟΜΙΛΙΑ ΛΗʹ. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύ λου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεω ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲ

 ΟΜΙΛΙΑ ΛΘʹ. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύα ζον, οἱ δὲ εἶπον: Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶ

 ΟΜΙΛΙΑ Μʹ. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειρά μενο

 ΟΜΙΛΙΑ ΜΑʹ. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. αʹ. Ὅρα πανταχοῦ ἑαυ

 ΟΜΙΛΙΑ ΜΒʹ. Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέ

 ΟΜΙΛΙΑ ΜΓʹ. Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσά μενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν. αʹ. Ἔδει π

 ΟΜΙΛΙΑ ΜΔʹ. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκα λέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς: Ὑμεῖς ἐπί

 ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποι κοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι

 ΟΜΙΛΙΑ ΜϚʹ. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν

 ΟΜΙΛΙΑ ΜΖʹ. Εἶπε δὲ ὁ Παῦλος: Ἐγώ εἰμι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολί της: δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς

 ΟΜΙΛΙΑ ΜΗʹ. Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ, εὐ χομένου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι αὐτόν: Σπεῦσον, καὶ ἔξελ

 ΟΜΙΛΙΑ ΜΘʹ. Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδου καίων: τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ: Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι,

 ΟΜΙΛΙΑ Νʹ. Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τ

 ΟΜΙΛΙΑ ΝΑʹ. Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών: Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς.

 ΟΜΙΛΙΑ ΝΒʹ. Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόν των εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις κα

 ΟΜΙΛΙΑ ΝΓʹ. Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς: καὶ ἀναχωρήσαν τες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν

 ΟΜΙΛΙΑ ΝΔʹ. Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλαν θρωπίαν ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελά βοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ

 ΟΜΙΛΙΑ ΝΕʹ. Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας, συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συν ελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς: Ἄνδρες ἀ

Homily XXXVI.

Acts XVI. 25, 26

“And at midnight Paul and Silas prayed, and sang praises unto God: and the prisoners heard them. And suddenly there was a great earthquake, so that the foundations of the prison were shaken, and immediately all the doors were opened, and every one’s bands were loosed.”

What could equal these souls? These men had been scourged, had received many stripes, they had been misused, were in peril of their lives, were thrust into the inner prison, and set fast in the stocks: and for all this they did not suffer themselves to sleep, but kept vigil all the night. Do you mark what a blessing tribulation is? But we, in835    Mod. text ἡμεῖς δὲ οὐδὲ ἐν ἁπαλοῖς κ. τ. λ. but Sav. justly rejects οὐδὲ, and even Ben. omits it in the Latin. our soft beds, with none to be afraid of, pass the whole night in sleep. But belike this is why they kept vigil, because they were in this condition. Not the tyranny of sleep could overpower them, not the smart of pain could bow them, not the fear of evil east them into helpless dejection: no, these were the very things that made them wakeful: and they were even filled with exceeding delight. “At midnight,” it says, “and the prisoners listened to them:” it was so strange and surprising! “And suddenly there was a great earthquake, so that the foundations of the prison were shaken, and immediately, all the doors were opened, and every one’s bands were loosed. And the keeper of the prison awaking out of his sleep, and seeing the prison doors open, drew out his sword, and would have killed himself, supposing that the prisoners had been fled.” (v. 27.) There was an earthquake, that the keeper should be roused from sleep, and the doors flew open, that he should wonder at what had happened: but these things the prisoners saw not: otherwise they would all have fled:836    The explanation of Chrys. that Paul and Silas could not have known that the doors were open, else they would have escaped, is clearly out of harmony with the narrative. The unwillingness of Paul (v. 37) to go forth from the prison without an explicit vindication from the authorities who had imprisoned him without just cause, shows that he was not bent upon an escape. This would be all the more true in view of the miraculous interposition in their behalf.—G.B.S. but the keeper of the prison was about to slay himself, thinking the prisoners were escaped. “But Paul cried with a loud voice, saying, Do thyself no harm: for we are all here” (v. 28.) (b) “Then he called for lights, and sprang in, and came trembling, and fell down before Paul and Silas; and brought them out, and said, Sirs, what must I do to be saved?” (v. 29, 30.) Do you mark how the wonder overpowered him? (a) He wondered more at Paul’s kindness; he was amazed at his manly boldness, that he had not escaped when he had it in his power, that he hindered him from killing himself.837    i.e. “The miracle amazed him, but he was more astonished at Paul’s boldness, was more moved to admiration by his kindness.” But besides the transposition marked by the letters, the clauses of (a) may perhaps be better re-arranged thus: “He more marvelled at Paul’s boldness, in not escaping etc., he was amazed at his kindness in hindering,” etc. (c) “And they said, believe on the Lord Jesus Christ, and thou shalt be saved, and thy house. And they spake unto him the word of the Lord, and to all that were in his house.” (v. 31, 35) and (so) immediately gave proof of their kindness towards him. “And he took them the same hour of the night and washed their stripes; and was baptized, he and all his, straightway.” (v. 33.) He washed them, and was himself baptized, he and his house. “And when he had brought them into his house, he set meat before them, and rejoiced, believing in God with all his house. And when it was day, the magistrates sent the sergeants, saying, Let those men go.” (v. 34, 35.) It is likely the magistrates had learnt what had happened, and did not dare of themselves to dismiss them. “And the keeper of the prison told these words to Paul, saying, the magistrates have sent to let you go: now therefore depart, and go in peace. But Paul said unto them, they have beaten us openly uncondemned, being Romans, and have cast us into prison; and now do they thrust as out privily? nay verily; but let them come themselves and fetch us out. And the sergeants told these words unto the magistrates: and they feared, when they heard that they were Romans. And they came and besought them, and brought them out, and desired them to depart out of the city. And they went out of the prison, and entered into the house of Lydia: and when they had seen the brethren, they comforted them, and departed.” (v. 36–40.) Even838    The report seems to be defective, but the meaning may be, that in taking this high tone with the magistrates the Apostle was not influenced by personal feelings; but acted thus for the assurance of Lydia and the other believers, by letting it be seen that they were not set at liberty upon their own request. In the recapitulation another consideration is mentioned, viz. in respect of the jailer.—Mod. text “perhaps for the sake of Lydia and the other brethren: or also putting them in fear that they may not, etc., and that they may set the others also in a posture of boldness.” Then, Τριπλοῦν, ἀγαπητοὶ, κ. τ. λ. the third point being καὶ δημοσί& 139·. We reject this καὶ though all our mss. have it. We have also transferred the ἀγαπητοὶ, which is out of place here to the beginning of the recapitulation. upon the declaration of the magistrates Paul does not go out, but for the sake both of Lydia and the rest he puts them in fear: that they may not be supposed to have come out upon their own request, that they may set the rest in a posture of boldness. The impeachment was twofold: that “being Romans,” and “uncondemned,” they had openly cast them into prison. You see that in many things they took their measures as men.

(Recapitulation) “And at midnight,” etc. (v. 25.) Let us compare, beloved, with that night these nights of ours, with their revellings, their drunkenness, and wanton excesses, with their sleep which might as well be death, their watchings which are worse than sleep. For while some sleep without sense or feeling, others lie awake to pitiable and wretched purpose, plotting deceits, anxiously thinking about money, studying how they may be revenged upon those who do them wrong, meditating enmity, reckoning up the abusive words spoken during the day: thus do they rake up the smouldering embers of wrath, doing things intolerable.839    τὰ ἀφορητὰ ἐργαζόμενοι: perhaps, “in imagination wreaking upon their enemies an intolerable revenge.” Mark how Peter slept. (ch. xii. 6.) Both there, it was wisely ordered (that he should be asleep); for the Angel came to him, and it behooved that none should see what happened; and on the other hand it was well ordered here (that Paul should be awake), in order that the keeper of the prison might be prevented from killing himself. “And suddenly there was a great earthquake.” (v. 26.) And why did no other miracle take place? Because this was, of all others, the thing sufficient for his conversion, seeing he was personally in danger: for it is not so much miracles that overpower us, as the things which issue in our own deliverance. That the earthquake should not seem to have come of itself, there was this concurrent circumstance, bearing witness to it: “the doors were opened, and all their bonds were loosed.” And it appears in the night-time; for the Apostles did not work for display, but for men’s salvation. “And the keeper of the prison,” etc. (v. 27.) The keeper was not an evil-disposed man that he “thrust them into the inner prison,” (v. 24) was because of his “having received such a command,” not of himself. The man840    Mod. text “And why did not Paul shout before this? The man was all in a tumult of perturbation, and would not have received (what was said). Therefore when he saw him about to kill himself, he is beforehand with him, and shouts saying, “We are all here.” Therefore also, “Having asked,” it says, “for lights, he sprang in, and fell before Paul and Silas.” The keeper falls at the feet of the prisoner. And he brings them out, and says, “Sirs,” etc. But the question, Διὰ τί μὴ πρὸ τούτου; evidently cannot be meant for ἐβόησεν ὁ Παῦλος. The meaning is, “Why did he not sooner ask, ‘What shall I do to be saved?’ Observe his first impulse is to kill himself—such was the tumult of his thoughts. Suddenly awaked, he sees the doors open, and supposes the prisoners were escaped. Therefore Paul shouted to him, to reassure him on that point, until he could satisfy himself with his own eyes: as, it says, ‘He called for lights,’ for that purpose: and then indeed, relieved of that fear, he is overcome with awe: and falls down at the feet of his prisoner saying, ‘What shall I do to be saved?’ Why, what had they said? Nothing more: but the religious awe now seizes him: for he does not think all is right and no need to trouble himself any further, because he finds himself safe from the temporal danger.” For this is the meaning of ὅρα αὐπὸν οὐκ, ἐπειδὴ διεσώθη, ἐπὶ τούτῳ στέργοντα, ἀλλὰ τὴν δύναμιν ἐκπλαγέντα: not as Ben. vide illum non ab hoc diligere quod servatus esset, sed quod de virtute obstupesceret. was all in a tumult of perturbation. “What shall I do to be saved?” he asks. Why not before this? Paul shouted, until he saw, and is beforehand with him saying, “We are all here. And having called for lights,” it says, “he sprang in, and fell down at the feet” of the prisoner; he, the prison keeper, saying, “Sirs, what must I do to be saved?” (v. 28–30.) Why, what had they said? Observe, he does not, on finding himself safe, think all is well; he is overcome with awe at the miraculous power.

Do you mark841    This is the sequel to what was said above: “It is not so much miracles that overpower or convince us (αἱρεῖ), as the sense of benefits received.” For, they saw the miracle of dispossession wrought upon the girl, and they cast the doers of it into prison: whereas here the jailer sees but the doors open (the prisoners safe, the Apostle’s manliness in not escaping, and their kindness to himself), and he is converted. The doors were open, and the door of his heart (like Lydia’s) was opened: the prisoner’s chains were loosed, and worse chains were loosed from himself: he called for a light, but the true light was lighted in his own heart. what happened in the former case, and what here? There a girl was released from a spirit, and they cast them into prison, because they had liberated her from the spirit. Here, they did but show the doors standing open, and it opened the doors of his heart, it loosed two sorts of chains; that (prisoner)842    ἧψεν ἐκεῖνος τὸ φῶς. Edd. (from D. F.) ἐκεῖνο. kindled the (true) light; for the light in his heart was shining. “And he sprang in, and fell before them;” and he does not ask, How is this? What is this? but straightway he says, “What must I do to be saved?” What then answers Paul? “Believe on the Lord Jesus Christ, and thou shalt be saved, thou and thine house.” (v. 31.) For this above all, wins men: that one’s house also should be saved. “And they spake the word to him, and to all that were in his house. And he took them the same hour of the night, and washed their stripes,” etc. (v. 32, 33), washed them and was washed: those he washed from their stripes, himself was washed from his sins: he fed and was fed.843    ἔθρεψε καὶ ἐτράφη: probably meaning the Holy Eucharist immediately after the baptism. So above p. 219, τοσαῦτα μυστήρια, in the case of Lydia. “And rejoiced,” it says: although there was nothing but words only and good hopes: “having believed in God with all his house (v. 34): this was the token of his having believed—that he was released of all. What worse than a jailer, what more ruthless, more savage? He entertained them with great honor. Not, because he was safe, he made merry, but, having believed God. (a) “Believe on the Lord,” said the Apostle: therefore it is that the writer here says, “Having believed.844    Edd. “Having believed, that he may not seem to be liberated,” etc., as if this (b) were said of the jailer. (Here again the method of the derangement is 1, 3, 5: 2, 4, 6: as in p. 213, note 5, 220, note 2).—(d) Now therefore,” it says, “depart, and go in peace” (v. 36): that is, in safety, fearing no man. (b) “But Paul said unto them” (v. 37): that he may not seem to be receiving his liberty as one condemned, and as one that has done wrong: therefore it is that he says, “Having openly beaten us uncondemned,” etc.—that it may not be matter of grace on their part. (e) And besides, they wish the jailer himself to be out of danger, that he may not be called to account for this afterwards. And they do not say, “Having beaten us,” who have wrought miracles: for they (the magistrates) did not even heed these: but, that which was most effectual to shake their minds, “uncondemned, and being Romans.” (c) Observe how diversely grace manages things: how Peter went out, how Paul, though both were Apostles. “They feared,” (v. 38) it says: because the men were Romans, not because they had unjustly cast them into prison,845    In two respects the treatment of Paul and Silas at Philippi was unjust. It was contrary to natural justice to punish them “uncondemned”—without a fair and impartial trial. Moreover the Lex Valeria (254 U. C.) forbade the punishment of Roman citizens with whips and rods. It was this last violation of law which, upon reflection, the magistrates wished to hush up. Hence their eager desire that Paul and Silas go free forthwith. Every hour of detention was an accusation against themselves.—G.B.S. “And besought them to depart out of the city” (v. 39): begged them as a favor. And they went to the house of Lydia, and having confirmed her, so departed. For it was not right to leave their hostess in distress and anxiety. But they went out, not in compliance with the request of those rulers, but hasting to the preaching: the city having been sufficiently benefited by the miracle: for it was fit they should not be there any longer. For in the absence of them that wrought it, the miracle appeared greater, itself crying out more loudly: the faith of the jailer was a voice in itself. What equal to this? He is put in bonds, and looses, being bound: looses a twofold bond: him that bound him, he looses by being bound. These are indeed works of (supernatural) grace.

(f) Let us constantly bear in mind this jailer,846    All our mss. δεσμοφύλακος, but Savile δεσμώτου. adopted by Ben. We retain the old reading—Mod. text “What say the heathen? how being a prisoner,” etc. Then: “Καὶ τίνα, φησὶ, πεισθῆναι ἐχρῆν, ἢ μιαρὸν κ. τ. λ. And what man (say they) was (more) to be persuaded than, etc. Moreover, they allege this also: for who but a tanner τίς γὰρ ἢ βυρσεὺς).…believed?”—We take τίνα to be acc. plur. sc. δόγματα. The heathen objection is this, You may see by the character of the first converts, such as this jailer, what is the character of the doctrines: “Since what doctrines behooved (a man like this) to be persuaded of?” St. Chrys. says, “Let us bear in mind this jailer—not to dwell upon the miracle, but to consider how his prisoner persuaded him: how he induced a man like this not only to receive the doctrines, but to submit to the self-denying rule of the Gospel. The heathen raise a prejudice against the Gospel from the very fact, that such men as these were converted. What, say they, must be the teaching to be received by a wretched creature like this jailer? The doctrines were well matched with their first converts, tanner, purple-seller, eunuch,” etc. (So in the remarkable argument on this same subject in the Morale of Hom. vii. in 1 Cor. p. 62, E. “but it is objected: Those who were convinced by them were slaves, women, nurses, eunuchs:” whence it seems, as here, that the case of the eunuch, Acts viii. was made a reproach, as if he must needs be a person of inferior understanding). not the miracle: how, prisoner as he was (the Apostle), persuaded his jailer. What say the heathen? “And of what things,” say they, “was such a man as this to be persuaded—a vile, wretched creature, of no understanding, full of all that is bad and nothing else, and easily brought over to anything? For these, say they, are the things, a tanner, a purple-seller, an eunuch, slaves, and women believed.” This is what they say. What then will they be able to say, when we produce the men of rank and station, the centurion, the proconsul, those from that time to the present, the rulers themselves, the emperors? But for my part, I speak of something else, greater than this: let us look to these very persons of no consideration. “And where is the wonder?” say you. Why, this, I say, is a wonder. For, if a person be persuaded about any common things, it is no wonder: but if resurrection, a kingdom of heaven, a life of philosophic self-command, be the subjects, and, discoursing of these to persons of mean consideration, one persuades them, it will be more wonderful than if one persuaded wise men. For when there is no danger attending the things of which one persuades people, then (the objector) might with some plausibility allege want of sense on their part: but when (the preacher) says—to the slave, as you will have it—“If thou be persuaded by me, it is at thy peril, thou wilt have all men for thine enemies, thou must die, thou must suffer evils without number,” and yet for all this, convinces that man’s soul, there can be no more talk here of want of sense. Since, if indeed the doctrines contained what was pleasant, one might fairly enough say this: but if, what the philosohers would never have chosen to learn, this the slave does learn, then is the wonder greater. And, if you will, let us bring before us the tanner himself, and see what were the subjects on which Peter conversed with him: or if you will, this same jailer. What then said Paul to him? “That Christ rose again,” say you; “that there is a resurrection of the dead, and a kingdom: and he had no difficulty in persuading him, a man easily led to anything.” How? Said he nothing about the mode of life; that he must be temperate, that he must be superior to money, that he must not be unmerciful, that he must impart of his good things to others? For it cannot be said, that the being persuaded to these things also was from the want of power of mind; no, to be brought to all this required a great soul. For be it so, that as far as the doctrines went, they were rendered more apt to receive these by their want of intelligence: but to accept such a virtuous, self-denying rule of life, how could that be owing to any defect of understanding? So that the less understanding the person may have, if nevertheless he is persuaded to things, to which even philosophers were unable to persuade their fellow-philosophers, the greater the wonder—when women and slaves are persuaded of these truths, and prove it by their actions, of which same truths the Platos and all the rest of them were never able to persuade any man. And why say I, “any man?” Say rather, not themselves even: on the contrary, that money is not to be despised, Plato persuaded (his disciples) by getting, as he did, such an abundance of property, and golden rings, and goblets; and that the honor to be had from the many is not to be despised, this Socrates himself shows, for all that he may philosophize without end on this point: for in everything he did, he had an eye to fame. And if you were conversant with his discourses, I might go at great length into this subject, and show what a deal of insincerity (εἰρωνείαν) there was in them,—if at least we may believe what his disciple says of him,—and how that all his writings have their ground-work in vainglory. But, leaving them, let us direct the discourse to our own selves. For besides the things that have been said, there is this also to be added, that men were persuaded of these things to their own peril. Be not thou therefore shameless, but let us think over that night, the stocks, and the hymns of praise. This let us also do, and we shall open for ourselves—not a prison, but—heaven. If we pray, we shall be able even to open heaven. Elias both shut and opened heaven by prayer. (James v. 17.) There is a prison in heaven also. “Whatsoever,” He saith, “ye shall bind on earth, shall be bound in heaven.” (Matt. xvi. 19.) Let us pray by night, and we shall loose these bonds. For that prayers loose sins, let that widow convince us, let that friend convince us, who at that untimely hour of the night persists and knocks (Luke xi. 5): let Cornelius convince us, for, “thy prayers,” it says, “and thine alms are come up before God.” (ch. x. 4.) Let Paul convince us, who says, “Now she that is a widow indeed and desolate, trusteth in God, and continueth in supplications night and day.” (1 Tim. v. 5.) If he speaks thus of a widow, a weak woman, much more would he of men. I have both before discoursed to you on this, and now repeat it: let us arouse ourselves during the night: though thou make not many prayers, make one with watchfulness, and it is enough, I ask no more: and if not at midnight, at any rate at the first dawn. Show that the night is not only for the body, but also for the soul: do not suffer it to pass idly, but make this return to thy Master: nay rather (the benefit) itself returns to thee. Say, if we fall into any difficult strait, to whom do we not make request? and if we soon obtain our request, we breathe freely again. What a boon were it for thee, to have a friend to go to with thy request, who shall be ready to take it as a kindness, and to be obliged to thee for thy asking? What a boon, not to have to go about and seek one to ask of, but to find one ready? to have no need of others through whom thou mayest solicit? What could be greater than this? Since here is One who then does most, when we make not our requests of others than Himself: just as a sincere friend then most complains of us for not trusting in his friendship, when we ask of others to make request to him. Thus also let us act.847    οὕτω καὶ ἡμεῖς: which mod. text needlessly expands into: “(Thus also we) act in the case of those who ask of us: we then most oblige them, when they approach us by themselves not by others.” “But what,” you will ask, “if I should have offended Him?” Cease to give offence, and weep, and so draw near to Him, and thou wilt quickly render Him propitious as to thy former sins. Say only, I have offended: say it from thy soul and with a sincere mind, and all things are remitted to thee. Thou dost not so much desire thy sins to be forgiven, as He desires to forgive thee thy sins. In proof that thou dost not so desire it, consider that thou hast no mind either to practice vigils, or to give thy money freely: but He, that He might forgive our sins, spared not His Only-begotten and True Son, the partner of His throne. Seest thou how He more desires to forgive thee thy sins (than thou to be forgiven )? Then let us not be slothful, nor put off this any longer. He is merciful and good: only let us give Him an opportunity.

And (even) this (He seeks), only that we may not become unprofitable, since even without this He could have freed us from them: but like as we (with the same view) devise and arrange many things for our servants to do, so does He in the matter of our salvation. “Let us anticipate His face with thanksgiving.” (Ps. xcv. 2. “Let us come before His presence.” E.V.), since He is good and kind. But if thou call not upon Him, what will He do? Thou dost not choose to say, Forgive; thou wilt not say it from thy heart, but with thy mouth only. What is it, to call in truth? (To call) with purpose of heart, with earnestness, with a sincere mind; just as men say of perfumes, “This is genuine, and has nothing spurious,” so here. He who truly calls on Him, he who truly prays to Him, continually attends to it, and desists not, until he obtain (his request): but he who does it in a merely formal manner (ἀφοσιούμενος), and even this only by way of fulfilling a law, does not call in truth. Whosoever thou art, say not only, “I am a sinner,” but be earnest also to rid thyself of this character; say not this only, but also grieve. If thou grievest, thou art in earnest: if thou art not in earnest, thou grievest not: if thou grievest not, thou triflest. What sort of man is he who shall say, “I am sick,” and not to do all to be freed from his sickness? A mighty weapon is Prayer. “If ye,” saith the Lord, “know how to give good gifts to your children, how much more your Father?” (Luke xi. 13.) Then wherefore art thou unwilling to approach Him? He loves thee, He is of more power than all besides. Both willing is He and able, what is there to hinder? Nothing. But then, on our part, let us draw near with faith, draw near, offering the gifts that He desires, forgetfulness of wrongs, kindness, meekness. Though thou be a sinner, with boldness shalt thou ask of Him forgiveness of thy sins, if thou canst show that this has been done by thyself: but though thou be righteous, and possess not this virtue of forgetfulness of injuries, thou art none the better for it. It cannot be that a man who has forgiven his neighbor should not obtain perfect forgiveness: for God is beyond comparison more merciful than we. What sayest thou? If thou sayest, “I have been wronged, I have subdued my anger, I have endured the onset of wrath because of Thy command, and dost Thou not forgive?”848    καὶ σὺ οὐκ ἀφί& 219·ς; Mod. text, οὐκ ἀφήσει καὶ αὐτός; “will not He also forgive?” Full surely He will forgive: and this is plain to all. Therefore let us purge our soul from all resentment. This is sufficient for us, in order that we may be heard; and let us pray with watching and much perseverance, that having enjoyed His bountiful mercy, we may be found worthy of the good things promised, through the grace and mercy of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honor, now and ever, world without end. Amen.

ΟΜΙΛΙΑ ΛϚʹ. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόμενοι ὕμνουν τὸν Θεόν: καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου: ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. αʹ. Τί τούτων ἴσον γένοιτ' ἂν τῶν ψυχῶν; Ἐμαστίχθησαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, εἰς τὴν ἐσωτέραν φυλακήν: καὶ οὐδὲ οὕτω καθεύδειν ἠνείχοντο, ἀλλ' ἐπαννύχιζον. Ὁρᾶτε ὅσον ἡ θλῖψις ἀγαθόν; Ἡμεῖς δὲ οὐδὲ ἐν ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νύκτα καθεύδομεν. Τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἦσαν. Οὐχ ἡ τοῦ ὕπνου τυραννὶς αὐτοὺς εἷλεν, οὐχ ἡ ἀλγηδὼν ἔκαμψεν, οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' αὐτὰ δὴ ταῦτα πολλῷ μᾶλλον ἦν τὰ διεγείροντα αὐτοὺς, καὶ ἡδονῆς πληροῦντα πολλῆς. Κατὰ δὲ τὸ μεσονύκτιον ὕμνουν τὸν Θεὸν, φησὶν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ξένον γὰρ ἐδόκει εἶναι καὶ παράδοξον. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου: ἀνεῴχθησάν τε παραχρῆμα πᾶσαι αἱ θύραι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Σεισμὸς ἐγένετο, ὥστε ἀφυπνισθῆναι ἐκεῖνον, καὶ αἱ θύραι ἀνεῴχθησαν, ὥστε θαυμάσαι τὸ γεγονός. Ταῦτα οἱ δεσμῶται οὐχ ἑώρων: ἦ γὰρ ἂν ἔφυγον ἅπαντες. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος, λέγων: Μηδὲν πράξῃς σεαυτῷ κακόν: ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ἐθαύμασε μᾶλλον τὴν φιλανθρωπίαν Παύλου: ἐξεπλάγη τὴν ἀνδρείαν, ὅτι καὶ φυγεῖν δυνάμενος οὐκ ἔφυγε, καὶ ὅτι αὐτὸν ἐκώλυσε τῆς σφαγῆς. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, ἔφη: Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Εἶδες πῶς αὐτὸν εἷλε τὸ θαῦμα; Οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἐκ τοῦ εὐθέως λαλῆσαι αὐτῷ ἐπεδείξαντο τὴν περὶ αὐτὸν φιλανθρωπίαν. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν. Καὶ ἐβαπτίσθη αὐτὸς, καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα. Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον, παρέθηκε τράπεζαν, καὶ ἠγαλλιᾶτο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Ἔλουσεν αὐτοὺς, ὥσπερ ἀμειβόμενος τὴν χάριν, καὶ τιμῶν αὐτοὺς δι' ὧν ἐποίει. Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους, λέγοντες: Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. Ἔγνωσαν ἴσως τὸ γεγονὸς οἱ στρατηγοὶ, καὶ οὐκ ἐτόλμων ἀφ' ἑαυτῶν ἀφεῖναι. Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον φήσας, ὅτι Ἀπεστάλκασιν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε. Νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς: Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν. Καὶ νῦν λάθρα ἡμᾶς ἐκβάλλουσι; Οὐ γάρ: ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα: καὶ ἐφοβήθησαν ἀκούσαντες, ὅτι Ῥωμαῖοί εἰσι. Καὶ ἐξελθόντες παρεκάλεσαν αὐτοὺς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς, εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς, καὶ ἐξῆλθον. Καὶ τῶν στρατηγῶν δηλωσάντων ὁ Παῦλος οὐκ ἐξέρχεται: τάχα διὰ τὴν Λυδίαν, καὶ τοὺς ἄλλους ἀδελφούς: ἢ καὶ φοβῶν αὐτοὺς, ἵνα μὴ νομισθῶσιν ἠξιωκότες ἀπολελύσθαι, καὶ ἵνα καὶ τοὺς ἄλλους ἐν παῤῥησίᾳ καταστήσωσι. Τριπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους, καὶ δημοσίᾳ ἔβαλον εἰς φυλακήν. Ὁρᾷς, ὅτι καὶ ἀνθρώπινα κατεσκεύαζον πολλά. Ἐξετάσωμεν πρὸς ἐκείνην τὴν νύκτα ταύτας τὰς νύκτας, ἔνθα κῶμοι καὶ μέθαι καὶ ἀσέλγειαι, ἔνθα ὕπνος θανάτου οὐδὲν διεστηκὼς, ἔνθα ἀγρυπνίαι ὕπνου χαλεπώτεραι. Οἱ μὲν γὰρ καθεύδουσιν ἀνεπαισθήτως, οἱ δὲ ἐγρηγόρασιν ἐλεεινῶς καὶ ἀθλίως, δόλους ῥάπτοντες, ὑπὲρ χρημάτων φροντίζοντες, ὅπως ἀμύνωνται τοὺς ἀδικοῦντας σπουδάζοντες, ἔχθραν μελετῶντες, ῥήματα ὑβριστικὰ μεθ' ἡμέραν ἀναλεγόμενοι: οὕτω τὸ πῦρ σκαλεύουσι τῆς ὀργῆς, τὰ ἀφόρητα ἐργαζόμενοι. Σκόπει πῶς Πέτρος ἐκάθευδεν. Οἰκονομικῶς ἐκεῖνο γέγονεν: ὁ ἄγγελος γὰρ παρεγένετο, καὶ οὐδένα ἐχρῆν ἰδεῖν τὸ γενόμενον: καὶ τοῦτο πάλιν καλῶς, ἵνα κωλυθῇ ὁ δεσμοφύλαξ ἀνελεῖν ἑαυτόν. Καὶ διὰ τί μὴ ἄλλο σημεῖον γέγονεν; Ὅτι τοῦτο μάλιστα αὐτὸν ἐφελκύσαι καὶ πεῖσαι ἱκανὸν ἦν, ὅπου γε καὶ αὐτὸς ἐκινδύνευσεν ἂν, εἰ μὴ γέγονεν: οὐ γὰρ οὕτω τὰ θαύματα ἡμᾶς αἱρεῖ, ὡς τὰ εἰς σωτηρίαν ἡμετέραν ἥκοντα. Ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γεγενῆσθαι ὁ σεισμὸς, ἐπηκολούθησε καὶ τοῦτο ἐκείνῳ μαρτυροῦν. Καὶ ἐν νυκτὶ φαίνεται: οὐδὲν γὰρ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν ἐποίουν. Οὐκ ἦν πονηρὸς ὁ δεσμοφύλαξ: ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, παραγγελίαν τοιαύτην λαβὼν, οὐκ ἀφ' ἑαυτοῦ. Καὶ διὰ τί μὴ πρὸ τούτου ἐβόησεν ὁ Παῦλος; Θορύβου μεστὸς ὁ ἄνθρωπος ἦν καὶ ταραχῆς, καὶ οὐκ ἂν παρεδέξατο. Διὰ τοῦτο, ὅτε εἶδεν ἑαυτὸν μέλλοντα ἀναιρεῖν, προκαταλαμβάνει καὶ βοᾷ, λέγων: Πάντες ἐσμὲν ἐνθάδε. Διὰ τοῦτο καὶ Αἰτήσας φῶτα εἰσεπήδησε, καὶ προσέπεσε τῷ Παύλῳ, φησὶ, καὶ τῷ Σίλᾳ. Εἰς τοὺς πόδας προσπίπτει τοῦ δεσμώτου ὁ φύλαξ. Καὶ προάγει αὐτοὺς ἔξω καὶ λέγει: Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ, Τί γὰρ εἶπον; Ὅρα αὐτὸν οὐκ ἐπειδὴ διεσώθη ἐπὶ τούτῳ στέργοντα, ἀλλὰ τὴν δύναμιν ἐκπλαγέντα. βʹ. Εἶδες τί ἐκεῖ γέγονε, καὶ τί ἐνταῦθα; Ἐκεῖ παιδίσκη ἀπηλλάγη πνεύματος, καὶ εἰς δεσμωτήριον ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίμονος: ἐνταῦθα μόνον ἔδειξαν θύρας ἀνεῳγυίας, καὶ ἤνοιξεν αὐτοῦ τῆς καρδίας τὰς θύρας, ἔλυσε δεσμὰ διπλᾶ, ἧψεν ἐκεῖνο τὸ φῶς: τὸ γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ φῶς ἔλαμπε. Καὶ εἰσεπήδησε καὶ προσέπεσε, καὶ οὐκ ἐρωτᾷ, Πῶς τοῦτο γέγονε; Τί γέγονεν; ἀλλ' εὐθέως φησί: Τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Τί οὖν ὁ Παῦλος: Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ, φησὶ, σὺ καὶ ὁ οἶκός σου. Μάλιστα τοῦτο τοὺς ἀνθρώπους ἐφέλκεται τὸ καὶ τὸν οἶκον αὐτοῦ σωθῆναι. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἔλουσεν αὐτοὺς, καὶ ἐλούθη: ἐκείνους μὲν ἀπὸ τῶν πληγῶν ἔλουσεν, αὐτὸς δὲ ἀπὸ τῶν ἁμαρτιῶν ἐλούθη: ἔθρεψε καὶ ἐτράφη. Καὶ ἠγαλλιᾶτο, φησί: καίτοι οὐδὲν ἦν, ἀλλὰ ῥήματα μόνον καὶ ἐλπίδες χρησταί. Τοῦτο σημεῖον ἦν τοῦ πεπιστευκέναι αὐτὸν, ὅτι πάντων ἀφέθη. Τί δεσμοφύλακος χεῖρον; τί δὲ ὠμότερον; τί δὲ ἀγριώτερον; Ἀλλ' ὅμως μετὰ πολλῆς αὐτοὺς ὑπεδέξατο τῆς τιμῆς. Οὐκ ἐπειδὴ ἐσώθη, εὐφράνθη, ἀλλὰ Πεπιστευκὼς τῷ Θεῷ. Πίστευσον, φησὶν, ἐπὶ τὸν Κύριον. Διὰ τοῦτο εἶπε, Πεπιστευκὼς τῷ Θεῷ, ἵνα μὴ δόξῃ ὡς κατάδικος ἀπολύεσθαι, καὶ ὡς ἡμαρτηκώς. Διὰ τοῦτο λέγουσι: Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους, ἔβαλον εἰς φυλακὴν, ἵνα μὴ μόνον τῆς χάριτος, ἀλλὰ καὶ αὐτῶν ᾖ τὸ πρᾶγμα. Ὅρα διάφορα τὴν χάριν οἰκονομοῦσαν, πῶς ἐκεῖνος ἐξῆλθε, πῶς οὗτος, καίτοι ἀμφότεροι ἀπόστολοι. Ἐφοβήθησαν, φησί. Φοβοῦνται, ὅτι Ῥωμαῖοί εἰσιν, οὐχ ὅτι ἀδίκως ἐνέβαλον. Καὶ ἠρώτων αὐτοὺς ἐξελθεῖν ἀπὸ τῆς πόλεως. Χάριν ᾔτησαν ταύτην. Οἱ δὲ ἐλθόντες πρὸς τὴν Λυδίαν, καὶ βεβαιώσαντες αὐτὴν, οὕτως ἐξῆλθον. Οὐ γὰρ ἔδει τὴν ξενοδόχον ἀφεῖναι ἐν ἀγῶνι καὶ μερίμνῃ. Ἐξῆλθον δὲ, οὐκ ἐκείνοις πειθόμενοι, ἀλλὰ ἐπὶ τὸ κήρυγμα σπεύδοντες, τῆς πόλεως διὰ τοῦ θαύματος ἱκανῶς ὠφεληθείσης: ἔδει γὰρ μὴ παραμένειν λοιπόν. Τὸ γὰρ θαῦμα μεῖζον φαίνεται, τῶν ἐργασαμένων ἀποδημησάντων αὐτὸ μᾶλλον βοῶν: ἡ γὰρ τοῦ δεσμοφύλακος πίστις ἀντὶ φωνῆς ἦν. Τί τούτου ἴσον; Δεσμεῖται καὶ λύει δεδεμένος, λύει διπλοῦν δεσμόν: τὸν δήσαντα ἔλυσε διὰ τοῦ δεθῆναι. Ὄντως ταῦτα χάριτος ἔργα. Νῦν οὖν, φησὶν, ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνῃ: τουτέστι, μετὰ ἀσφαλείας, μηδὲν δεδοικότες. Ἄλλως δὲ καὶ τοῦτον ἔξω κινδύνου βούλονται γενέσθαι, ἵνα μὴ μετὰ ταῦτα ἐγκαλῆται. Καὶ οὐ λέγουσι, Δείραντες ἡμᾶς ἔβαλον εἰς φυλακὴν, θαύματα ἐργασαμένους: οὐδὲ γὰρ τούτοις προσεῖχον: ἀλλ' ὃ μάλιστα αὐτῶν σεῖσαι τὴν διάνοιαν ἐδύνατο, Ἀκατακρίτους, φησὶ, καὶ Ῥωμαίους ὑπάρχοντας. Τούτου μνημονεύωμεν τοῦ δεσμώτου διαπαντὸς, μὴ τοῦ θαύματος. Τί ἐροῦσιν Ἕλληνες, πῶς δεσμώτης ὢν τὸν δεσμοφύλακα ἔπεισε; Καὶ τίνα, φησὶ, πεισθῆναι ἐχρῆν, ἢ μιαρὸν ἄνθρωπον καὶ ταλαίπωρον καὶ οὐκ ἔχοντα νοῦν, μυρίων γέμοντα κακῶν καὶ εὐπαράγωγον; Ἔτι καὶ ταῦτα προφέρουσι: Τίς γὰρ, ἢ βυρσεὺς, πορφυρόπωλις, εὐνοῦχος, δεσμοφύλαξ, δοῦλοι καὶ γυναῖκες ἐπίστευσαν; Τί οὖν εἰπεῖν δυνήσονται, ὅταν καὶ τοὺς ἐν ἀξιώμασι παραγάγωμεν, τὸν ἑκατόνταρχον, τὸν ἀνθύπατον, τοὺς ἐξ ἐκείνου μέχρι τοῦ νῦν, αὐτοὺς τοὺς κρατοῦντας, τοὺς βασιλεῖς; Ἐγὼ δὲ ἕτερον λέγω τούτου μεῖζον: αὐτοὺς τοὺς εὐτελεῖς ἴδωμεν. Καὶ ποῦ τὸ θαυμαστὸν, φησί; Τοῦτο μὲν οὖν θαυμαστόν: ἂν μὲν γὰρ πεισθῇ τις περὶ τῶν τυχόντων, οὐδὲν θαυμαστόν: ὅταν δὲ περὶ ἀναστάσεως, περὶ βασιλείας οὐρανῶν, περὶ βίου φιλοσόφου ἀνδράσιν εὐτελέσι διαλέγηται καὶ πείθῃ, θαυμαστότερον ἔσται, ἢ εἰ σοφοὺς ἔπειθεν. Ὅταν γὰρ μὴ ᾖ κίνδυνος, καὶ πείθῃ τις, καλῶς τὴν ἄνοιαν εἰς μέσον φέρουσιν: ὅταν δὲ λέγῃ τῷ δούλῳ κατὰ σὲ, ὅτι, Ἂν πεισθῇς ἐμοὶ, κινδυνεύεις, πάντας ἕξεις πολεμίους, δεῖ σε ἀποθανεῖν, μυρία παθεῖν κακὰ, εἶτα οὕτως ἕλῃ τὴν ψυχὴν ἐκείνου, οὐκ ἔτι τοῦτο ἀνοίας. Εἰ μὲν γὰρ τὰ δόγματα ἡδονὴν εἶχεν, εἰκότως ἄν τις τοῦτο εἶπεν: εἰ δὲ, ὅπερ οὐκ ἂν εἵλοντο φιλόσοφοι μαθεῖν, τοῦτο ὁ δοῦλος μανθάνει μεῖζον τὸ θαῦμα. Καὶ εἰ βούλεσθε, τὸν βυρσοδέψην αὐτὸν εἰς μέσον ἐνέγκωμεν, καὶ ἴδωμεν τί αὐτῷ διελέγετο ὁ Πέτρος: ἢ εἰ θέλεις αὐτὸν τοῦτον τὸν δεσμοφύλακα. Τί οὖν αὐτῷ εἶπεν ὁ Παῦλος; Ὅτι ὁ Χριστὸς ἀνέστη, φησὶν, ὅτι ἀνάστασίς ἐστι νεκρῶν, ὅτι βασιλεία: καὶ ἔπεισεν εὐκόλως εὐπαράγωγον ὄντα. Τί οὖν; περὶ βίου οὐδὲν εἶπεν, ὅτι σωφρονεῖν δεῖ, ὅτι χρημάτων κρατεῖν, ὅτι μὴ εἶναι ὠμὸν, ὅτι τὰ αὑτοῦ διδόναι ἑτέροις; Οὐ γὰρ δὴ καὶ τὸ ταῦτα πεισθῆναι ἀνοίας ἦν, ἀλλὰ καὶ μεγάλης ψυχῆς. Ἔστω γὰρ τὰ δόγματα ὑπὸ ἀνοίας μᾶλλον αὐτοὺς παραδέχεσθαι: τὸ βίον οὕτω φιλόσοφον καταδέχεσθαι, ποίας ἀνοίας ἦν! Ὥστε ὅσῳ ἂν ἀνόητος ᾖ ὁ πειθόμενος, πείθηται δὲ ταῦτα, ἃ μηδὲ φιλόσοφοι πεῖσαι ἴσχυσαν τοὺς φιλοσόφους, μεῖζον τὸ θαῦμα γίνεται, μάλιστα δὲ ὅταν καὶ γυναῖκες καὶ δοῦλοι πείθωνται, καὶ διὰ τῶν ἔργων ταῦτα ἐπιδείκνυνται, ἅπερ Πλάτωνες καὶ πάντες ἐκεῖνοι οὐδένα πεῖσαι ἴσχυσαν. Καὶ τί λέγω, ὅτι οὐδένα; Οὐδὲ ἑαυτούς. Ὅτι γὰρ χρημάτων οὐ δεῖ καταφρονεῖν, Πλάτων ἔπεισε, τοσαύτην περιουσίαν καὶ πλῆθος χρημάτων καὶ δακτυλίους χρυσοῦς καὶ φιάλας περιποιησάμενος: ὅτι δὲ δόξης οὐ χρὴ καταφρονεῖν τῆς παρὰ τῶν πολλῶν, Σωκράτης αὐτοῖς, κἂν μυρία φιλοσοφῇ περὶ τούτου, δείκνυσι: πάντα γὰρ πρὸς δόξαν ὁρῶν ἐποίει. Καὶ εἴ γε τῶν ἐκείνου λόγων ἔμπειροι ἦτε, πολὺν ἂν τὸν ὑπὲρ τούτων ἐκίνησα λόγον, καὶ ἔδειξα πολλὴν παρ' αὐτοῖς τὴν εἰρωνείαν, εἴ γε οἷς ὁ μαθητὴς αὐτοῦ λέγει πείθεσθαι χρὴ, καὶ πῶς ἀπὸ κενοδοξίας πάντα αὐτῷ τὰ γράμματα τὴν ὑπόθεσιν ἔχει. Ἀλλ' ἐκείνους ἀφέντες, πρὸς ἡμᾶς αὐτοὺς διαλεχθῶμεν. Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἔστιν εἰπεῖν, ὅτι καὶ μετὰ κινδύνων ταῦτα ἐπείθοντο. Μὴ οὖν ἀναισχύντει, ἀλλ' ἐννοήσωμεν ἐκείνην τὴν νύκτα, τὸ ξύλον, τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν σπουδάζωμεν καὶ ἡμεῖς, καὶ ἀνοίξομεν ἡμῖν οὐχὶ δεσμωτήριον, ἀλλ' οὐρανόν. Ἂν εὐχώμεθα, καὶ τὸν οὐρανὸν ἀνοῖξαι δυνησόμεθα. Ἠλίας καὶ ἔκλεισε καὶ ἤνοιξε τὸν οὐρανὸν τῇ εὐχῇ. Ἔστι καὶ ἐν οὐρανῷ δεσμωτήριον. Ὅσα ἂν, φησὶ, δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Εὐχώμεθα κατὰ νύκτα, καὶ λύσομεν ταῦτα τὰ δεσμά. Ὅτι γὰρ εὐχαὶ ἁμαρτήματα λύουσι, πειθέτω ἡμᾶς ἡ χήρα, πειθέτω ἡμᾶς ἐκεῖνος ὁ φίλος ὁ ἀωρὶ τῶν νυκτῶν ἐπιμένων καὶ κρούων, πειθέτω ἡμᾶς Κορνήλιος: Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ: πειθέτω ἡμᾶς Παῦλος, λέγων: Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι νυκτὸς καὶ ἡμέρας. Εἰ περὶ χήρας ἐκεῖνος δὲ ταῦτα λέγει, ἀσθενοῦς γυναικὸς, πολλῷ μᾶλλον περὶ ἀνδρῶν. Καὶ ἤδη διελέχθην ὑμῖν, καὶ νῦν ἐρῶ: Διεγειρώμεθα τὴν νύκτα: κἂν μὴ πολλὰς εὐχὰς ποιῇς, μίαν ποίησον μετὰ νήψεως, καὶ ἀρκεῖ: οὐδὲν πλέον ἀπαιτῶ: κἂν μὴ μεσονύκτιον, πρὸς αὐτὸν γοῦν τὸν ὄρθρον. Δεῖξον, ὅτι οὐ τοῦ σώματος μόνον ἐστὶν ἡ νὺξ, ἀλλὰ καὶ τῆς ψυχῆς: μὴ ἀνάσχῃ παρελθεῖν αὐτὴν ἀργῶς, ἀλλ' ἄμειψαι τὸν Δεσπότην ἀμοιβὴν ταύτην: μᾶλλον δὲ καὶ αὐτὴ εἰς σὲ περιέρχεται. Εἰπὲ δή μοι, εἰ πράγματι περιπέσοιμεν χαλεπῷ, τίνα οὐκ ἀξιοῦμεν; κἂν ταχέως τῆς αἰτήσεως τύχωμεν, ἀναπνέομεν. Τίς σοι δῷ ἕτοιμον εἶναι τὸν ἀξιούμενον χάριν σοι ἔχειν ὅτι ἀξιοῖς; τίς σοι δῷ μὴ περιιέναι καὶ ζητεῖν τίνα ἀξιώσεις, ἀλλ' εὑρεῖν ἕτοιμον; μὴ ἑτέρων δεῖσθαι, ἵνα δι' ἐκείνων ἀξιώσῃς; Τί τούτου μεῖζον; Οὗτος γὰρ τότε μάλιστα ποιεῖ, ὅταν μὴ ἑτέρων δεηθῶμεν: καθάπερ φίλος γνήσιος τότε μάλιστα ἡμῖν ἐγκαλεῖ ὡς οὐ θαῤῥοῦσιν αὐτοῦ τῇ φιλίᾳ, ὅταν ἑτέρων πρὸς αὐτὸν δεηθῶμεν τῶν ἀξιούντων. Οὕτω καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν ἡμᾶς ἀξιούντων: τότε μάλιστα αὐτοῖς χαριζόμεθα, ὅταν δι' ἑαυτῶν ἡμῖν, καὶ οὐ δι' ἑτέρων προσίωσι. Τί οὖν, φησὶν, ἂν προσκεκρουκὼς ὦ; Παῦσαι προσκρούων καὶ δάκρυσον, καὶ οὕτω πρόσελθε, καὶ ταχέως ἐπὶ τοῖς προτέροις αὐτὸν ἵλεων ποιήσεις. Εἰπὲ μόνον, ὅτι Προσέκρουσα: εἰπὲ ἐκ ψυχῆς καὶ γνησίας διανοίας, καὶ πάντα λέλυται. Οὐκ ἐπιθυμεῖς οὕτως ἀφεθῆναι σὺ τὰς ἁμαρτίας σου, ὡς αὐτὸς ἐπιθυμεῖ ἀφεῖναί σου τὰ ἁμαρτήματα. Ὅτι γὰρ οὐκ ἐπιθυμεῖς σὺ, ἐννόησον ὅτι οὐδὲ ἀγρυπνεῖν καταδέχῃ οὐδὲ χρήματα προΐεσαι: αὐτὸς δὲ, ἵνα ἀφῇ ἡμῶν τὰς ἁμαρτίας, τοῦ Μονογενοῦς οὐκ ἐφείσατο, τοῦ γνησίου Παιδὸς, τοῦ συνθρόνου. Ὁρᾷς, ὅτι αὐτὸς μᾶλλον ἐπιθυμεῖ ἀφεῖναί σοι τὰ ἁμαρτήματα; Μὴ δὴ ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα. Φιλάνθρωπός ἐστι καὶ ἀγαθός: μόνον ἀφορμὴν αὐτῷ δῶμεν, καὶ τοῦτο, ἵνα ἡμεῖς μὴ ἄχρηστοι γενώμεθα, ἐπεὶ καὶ χωρὶς τούτου ἀπέλυσεν ἄν: ἀλλ' ὥσπερ ἡμεῖς ἐπὶ τῶν οἰκετῶν τῶν ἡμετέρων μυρία πλάττομεν καὶ συντίθεμεν: οὕτω καὶ αὐτὸς ἐπὶ τῆς ἡμετέρας σωτηρίας ποιεῖ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὅτι χρηστός ἐστι καὶ ἐπιεικής. Ἐὰν δὲ μὴ ἐπικαλῇ ἐν ἀληθείᾳ, μηδὲ θέλῃς εἰπεῖν ἐκ καρδίας ὅτι Ἄφες, ἀλλ' ἀπὸ στόματος, τί ποιήσει αὐτός; Τί ἐστιν, ἐν ἀληθείᾳ καλεῖν; Μετὰ προαιρέσεως, μετὰ προθυμίας, μετὰ διανοίας εἰλικρινοῦς: οἷον ἐπὶ τῶν μύρων λέγουσιν, ἀληθινόν ἐστιν, οὐδὲν ἔχει νόθον: οὕτω καὶ ἐκεῖ. Ὁ ὄντως αὐτὸν καλῶν, καὶ ὁ ὄντως αὐτοῦ δεόμενος, προσεδρεύει διαπαντὸς, οὐκ ἀφίσταται ἕως ἂν λάβῃ: ὁ δὲ ἁπλῶς ἀφοσιούμενος, καὶ αὐτῷ τούτῳ νόμον πληρῶν, οὐκ ἐν ἀληθείᾳ καλεῖ. Πᾶς ὅστις ἂν ᾖς, μὴ λέγε, ὅτι Ἁμαρτωλός εἰμι, μόνον, ἀλλὰ καὶ σπούδαζε ἀπαλλάξαι σαυτὸν ταύτης τῆς δόξης: μὴ λέγε, ἀλλὰ καὶ ἄλγει. Εἰ ἀλγεῖς, σπουδάζεις: εἰ μὴ σπουδάζεις, οὐκ ἀλγεῖς: εἰ μὴ ἀλγεῖς, χλευάζεις. Τίς λέγων ὅτι Νοσῶ, οὐ πάντα ποιεῖ ὥστε ἀπαλλαγῆναι; Μέγα ὅπλον εὐχή. Εἰ ὑμεῖς οἴδατε, φησὶ, δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν; Διὰ τί οὐ θέλεις προσελθεῖν; Φιλεῖ σε, δύναται πάντων πλέον: καὶ βούλεται καὶ δύναται, τί τὸ κωλύον; Οὐδέν. Οὐκοῦν προσίωμεν μετὰ πίστεως, προσίωμεν τὰ δῶρα προσφέροντες ἃ βούλεται, ἀμνησικακίαν, χρηστότητα, πραότητα: Κἂν ἁμαρτωλὸς ᾖς, μετὰ παῤῥησίας αὐτὸν ἀπαιτήσεις τὴν συγχώρησιν τῶν ἁμαρτημάτων, ἔχων δεῖξαι παρὰ σαυτῷ τοῦτο γεγενημένον: ἂν δὲ δίκαιος ᾖς, καὶ τοῦτο μὴ ἔχῃς τὸ ἀμνησικακεῖν, οὐδὲν ὤνησας. Οὐκ ἔστιν ἄνθρωπον ἀφέντα τῷ πλησίον, μὴ ἀκριβοῦς τυχεῖν τῆς ἀφέσεως: φιλανθρωπότερος γὰρ ἡμῶν ἀσυγκρίτως ἐστὶν ὁ Θεός: τοῦτο παντὶ δῆλον. Τί λέγεις; Ἐὰν εἴπῃς, Ἠδικήθην, ὀργῆς ἐκράτησα, θυμοῦ ἐπήρειαν ἔπαθον διὰ τὸ σὸν πρόσταγμα, οὐκ ἀφήσει καὶ αὐτός; Πάντως γοῦν ἀφήσει. Ὥστε καθαρίσωμεν τὴν ψυχὴν τῆς μνησικακίας. Ἀρκεῖ τοῦτο ἡμῖν πρὸς τὸ ἀκουσθῆναι, καὶ μετὰ νήψεως προσευχώμεθα, καὶ πολλῆς τῆς προσεδρίας, ἵνα δαψιλοῦς τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀπολαύσαντες, καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.