ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. ΟΜΙΛΙΑ Αʹ. Τὸν μὲν πρῶτον λόγον ἐποιησ

 ΟΜΙΛΙΑ Βʹ. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον τες: Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστά νεις τὴν βασιλείαν τῷ Ἰσραήλ αʹ. Ὅταν τι μέλλωσιν

 ΟΜΙΛΙΑ Γʹ. Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν. αʹ. Τότε, φησὶ

 ΟΜΙΛΙΑ Δʹ. Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεν τηκοστῆς, ἦσαν ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό: καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος. αʹ. Τίς ἐστιν αὕτη

 ΟΜΙΛΙΑ Εʹ. Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσα λὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. αʹ. Οὓς ξένους εἶπεν ἀνωτέ

 ΟΜΙΛΙΑ Ϛʹ. Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους τούτους. αʹ. Οὐκ ἔστι κολακεία τὸ ῥῆμα: ἀλλ' ἐπειδὴ καθήψατο αὐτῶν σφοδρῶς, ἀνίησιν αὐτοὺς λοιπ

 ΟΜΙΛΙΑ Ζʹ. Ἀκούσαντες δὲ τοὺς λόγους τούτους, κατενύγη σαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους: Τί ποιήσωμεν, ἄνδρες ἀδε

 ΟΜΙΛΙΑ Ηʹ. Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαι νον εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. αʹ. Πανταχοῦ φαίνονται οὗτοι πολλὴν ἔχον

 ΟΜΙΛΙΑ Θʹ. Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν: Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ

 ΟΜΙΛΙΑ Ιʹ. Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ. αʹ. Οὔπω τῶν προτέρων ἀναπνεύσαντες πειρασμῶν, εὐθέ

 ΟΜΙΛΙΑ ΙΑʹ. Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. αʹ. Οὐχὶ φιλοτιμίας ἕνεκεν δι

 ΟΜΙΛΙΑ ΙΒʹ. Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀπο στόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρα κλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρ χοντος αὐτ

 ΟΜΙΛΙΑ ΙΓʹ. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀ

 ΟΜΙΛΙΑ ΙΔʹ. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀν θρώπους γενέσθ

 ΟΜΙΛΙΑ ΙΕʹ. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. αʹ. Ὅρα, πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος καὶ τὰ π

 ΟΜΙΛΙΑ ΙϚʹ. Ἐλάλησε δὲ οὕτως ὁ Θεὸς λέγων, ὅτι Ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρα κόσια: καὶ

 ΟΜΙΛΙΑ ΙΖʹ. Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπ έστειλε

 ΟΜΙΛΙΑ ΙΗʹ. Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν. αʹ. Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρημένων ἀφορμὴν εἰς τὸ

 ΟΜΙΛΙΑ ΙΘʹ. Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέ γων: Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γά

 ΟΜΙΛΙΑ Κʹ. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι: Ἀνανία. Ὁ δὲ εἶπεν: Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸ

 ΟΜΙΛΙΑ ΚΑʹ. Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς: καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μα θητής.

 ΟΜΙΛΙΑ ΚΒʹ. Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκα τοντάρχης, ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ

 ΟΜΙΛΙΑ ΚΓʹ. Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς: καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος

 ΟΜΙΛΙΑ ΚΔʹ. Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπε σε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περι τομῆς πι

 ΟΜΙΛΙΑ ΚΕʹ. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενο μένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λ

 ΟΜΙΛΙΑ ΚϚʹ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννο

 ΟΜΙΛΙΑ ΚΖʹ. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίν

 ΟΜΙΛΙΑ ΚΗʹ. Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμ

 ΟΜΙΛΙΑ ΚΘʹ. Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν: Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβού μενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τού τ

 ΟΜΙΛΙΑ Λʹ. Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. αʹ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν Οὐχὶ τότε ἐθαυμάσθ

 ΟΜΙΛΙΑ ΛΑʹ. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί

 ΟΜΙΛΙΑ ΛΒʹ. Διέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰου δαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ

 ΟΜΙΛΙΑ ΛΓʹ. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων: Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐ

 ΟΜΙΛΙΑ ΛΔʹ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡ

 ΟΜΙΛΙΑ ΛΕʹ. Τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πό λεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελ θούσαις

 ΟΜΙΛΙΑ ΛϚʹ. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόμενοι ὕμνουν τὸν Θεόν: καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥσ

 ΟΜΙΛΙΑ ΛΖʹ. Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε

 ΟΜΙΛΙΑ ΛΗʹ. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύ λου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεω ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲ

 ΟΜΙΛΙΑ ΛΘʹ. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύα ζον, οἱ δὲ εἶπον: Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶ

 ΟΜΙΛΙΑ Μʹ. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειρά μενο

 ΟΜΙΛΙΑ ΜΑʹ. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. αʹ. Ὅρα πανταχοῦ ἑαυ

 ΟΜΙΛΙΑ ΜΒʹ. Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέ

 ΟΜΙΛΙΑ ΜΓʹ. Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσά μενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν. αʹ. Ἔδει π

 ΟΜΙΛΙΑ ΜΔʹ. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκα λέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς: Ὑμεῖς ἐπί

 ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποι κοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι

 ΟΜΙΛΙΑ ΜϚʹ. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν

 ΟΜΙΛΙΑ ΜΖʹ. Εἶπε δὲ ὁ Παῦλος: Ἐγώ εἰμι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολί της: δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς

 ΟΜΙΛΙΑ ΜΗʹ. Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ, εὐ χομένου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι αὐτόν: Σπεῦσον, καὶ ἔξελ

 ΟΜΙΛΙΑ ΜΘʹ. Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδου καίων: τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ: Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι,

 ΟΜΙΛΙΑ Νʹ. Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τ

 ΟΜΙΛΙΑ ΝΑʹ. Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών: Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς.

 ΟΜΙΛΙΑ ΝΒʹ. Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόν των εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις κα

 ΟΜΙΛΙΑ ΝΓʹ. Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς: καὶ ἀναχωρήσαν τες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν

 ΟΜΙΛΙΑ ΝΔʹ. Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλαν θρωπίαν ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελά βοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ

 ΟΜΙΛΙΑ ΝΕʹ. Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας, συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συν ελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς: Ἄνδρες ἀ

Homily XXXVII.

Acts XVII. 1, 2, 3

“Now when they had passed through Amphipolis and Apollonia, they came to Thessalonica, where was a synagogue of the Jews: and Paul, as his manner was, went in unto them, and three sabbath days reasoned with them out of the Scriptures, opening and alleging that Christ must needs have suffered, and risen again from the dead; and that this Jesus, whom I preach unto you, is Christ.”

Again they haste past the small cities, and press on to the greater ones, since from those the word was to flow as from a fountain into the neighboring cities. “And Paul, as his manner was, went into the synagogue of the Jews.” Although he had said, “We turn to the Gentiles” (ch. xiii. 46), he did not leave these alone: such was the longing affection he had towards them. For hear him saying, “Brethren, my heart’s desire and prayer to God for Israel is, that they might be saved” (Rom. x. 1): and, “I wished myself accursed from Christ for my brethren.” (ib. ix. 3.) But he did this849    This seems meant to refer to the sequel of the passage cited, Rom. ix. 4. “who are Israelites, to whom pertaineth the adoption and the glory…and the promises:” then τοῦτο ἐποίει refers to ἐβουλόμην, indicatively, “I wished:” but καὶ τοῦτο (mod. text omits τοῦτο), “And this solicitude he showed for the sake of the Gentiles also, to whom the unbelief of the Jews might be a stumbling-block:”—unless καὶ τοῦτο refers to v. 3, the discourse of Christ’s death and resurrection—that the Cross might not be an offence to the devout Greeks. because of God’s promise and the glory: and this, that it might not be a cause of offence to the Gentiles. “Opening,” it says, “from the Scriptures, he reasoned with them for three sabbaths, putting before them that the Christ must suffer.” Do thou mark how before all other things he preaches the Passion: so little were they ashamed of it, knowing it to be the cause of salvation. “And some of them believed, and consorted with Paul and Silas; and of the devout Greeks a great multitude, and of the chief women not a few.” (v. 4.) The writer mentions only the sum and substance of the discoursing: he is not given to redundancy, and does not on every occasion report the sermons. “But the Jews which believed not (the best texts omit “which believed not”), moved with envy, took unto them certain lewd fellows of the baser sort, and gathered a company, and set all the city on an uproar, and assaulted the house of Jason, and sought to bring them out to the people. And when they found them not, they drew Jason and certain brethren unto the rulers of the city, crying, These that have turned the world upside down are come hither also; whom Jason hath received: and these all do contrary to the decrees of Cæsar, saying that there is another king, one Jesus.” (v. 5–7.) Oh! what an accusation! again they get up a charge of treason against them, “saying, there is another king (one) Jesus. And they troubled the people and the rulers of the city, when they heard these things. And when they had taken security of Jason, and of the other, they let them go.” (v. 8, 9.) A man worthy to be admired, that he put himself into danger, and sent them away from it. “And the brethren immediately sent away Paul and Silas by night unto Berea: who coming thither went into the synagogue of the Jews. These were more noble,” it says, “than they of Thessalonica: more noble,” i.e. more gentle (ἐπιεικέστεροι) (in their behavior): “in that they received the word with all readiness,” and this not inconsiderately, but with a strictness wherein850    μετὰ ἀκριβείας ἔνθα πάθος οὐκ ἦν. It is not easy to see what else this can mean. Below in the Recapitulation οὐ ῥ& 192·μῃ οὐδὲ ζήλῳ.—Mod. text “With exactness they explored the Scriptures—for this is the meaning of ἀνέκρινον—wishing from them to derive assurance rather concerning the Passion: for they had already believed.” The last statement, like some other additions in the mod. text, seems to be borrowed from the Catena (Ammonius) whence it is adopted also by Œcumenius: but this was certainly not Chrysostom’s meaning. was no passion, “searching the Scriptures whether these things were so.” (v. 10, 11.) “Therefore many of them believed; also of honorable women which were Greeks, and of men, not a few. But when the Jews of Thessalonica had knowledge that the word of God was preached of Paul at Berea, they came thither also, and stirred up the people. And then immediately the brethren sent away Paul to go as it were to the sea: but Silas and Timotheus abode there still.” (v. 12–14.) See how he at one time gives way, at another presses on, and in many things takes his measures upon human considerations. “And they that conducted Paul brought him unto Athens: and receiving a commandment unto Silas and Timotheus for to come to him with speed, they departed.” (v. 15.) But let us look again at what has been said.

(Recapitulation.) “Three sabbath-days,” it says, being the time when they had leisure from work, “he reasoned with them, opening out of the Scriptures” (v. 2): for so used Christ also to do: as on many occasions we find Him reasoning from the Scriptures, and not on all occasions (urging men) by miracles. Because to this851    πρὸς τοῦτο, i.e. the working of miracles. Not only it did not win them: they set themselves against it, taxing the doers of the miracles with imposture and magical art, etc.—Mod. text “For because to Him (τοῦτον, Christ) they were opposed, and slandered Him that He was a deceiver and juggler, therefore it is that He also reasons from the Scriptures. For he that attempts to persuade by miracles alone may well be suspected: but he that persuades from the Scriptures,” etc. indeed they stood in a posture of hostility, calling them deceivers and jugglers; but he that persuades men by reasons from the Scriptures, is not liable to this imputation. And on many occasions we find (Paul) to have convinced men simply by force of teaching: and in Antioch “the whole city was gathered together” (ch. xiii. 44): so852    A. B. οὕτω μέγα τι καὶ τοῦτο ἐστι καὶ τὸ πᾶν. C. omits this: we place it after ἴσχυσανin the next sentence, where mod. text has it. This thought is brought out more fully below, p. 230. The persuading men by telling them that which even with miracles was hard to believe—a Messiah crucified!—was itself a miracle. great a thing is this also, for indeed this itself is no small miracle, nay, it is even a very great one. And that they might not think that they did it all by their own strength, but rather that God permitted it,853    ἀλλ᾽ ὁ Θεὸς συνεχώρησεν, if not corrupt, must mean “but that God permitted all: i.e. that all depended on God’s permission, not on their strength,—δύο ἐγένετο, i.e. some believed v. 4., others opposed, v. 5. The sense is confused in the mss. and Edd. by the transposition of the sentences marked c and a. In c, verse 2is substituted for v. 4, which we restore. In b, we read τῷ τε (A. B. τό τε) οἰκονομίαν εἶναι καὶ τὸ καλεῖσθαι for καὶ τῷ καλ. The meaning is, And so by reason of the fact that τὸ καλεῖσθαι is itself οἰκονομία—that is of God’s ordering, according to His own pleasure, who are called and who not—the preachers are not left either to think too much of themselves when they succeed, ὡς αὐτοὶ καθελόντες, nor to be terrified by failure ὡς, ὑπεύθυνοι, as if they were responsible for men’s unbelief.—Mod. text, “And that they may not think that they did it all by their own strength, God suffers them to be driven away (ἐλαύνεσθαι). For two things came of this: they neither etc. nor etc. So (much) was even the being called a matter of God’s ordering. ‘And of the devout Greeks,’” etc. two things resulted, namely, “Some of them were persuaded,” etc. (c) “And of devout Greeks a great multitude, and of the chief women not a few:”854    The “devout Greeks” would include such as were Jewish proselytes and such as were worshippers of the true God and attended the synagogue services, without being connected with Judaism. The “first women” were probably female proselytes to Judaism. These heard the Apostle with interest, but the more ardent and fanatical Jews, reinforced by the baser element—the loungers from the market place, made a tumult of opposition.—G.B.S. but those others did the contrary: “the Jews moved with envy,” etc. (v. 4, 5) (b) and, from the fact that the being called was itself a matter of God’s fore-ordering, (a) they neither thought great things of themselves as if the triumph were their own, nor were terrified as being responsible (for all). But how comes it that he said, “That we should go unto the heathen, and they unto the circumcision” (Gal. ii. 9), and yet discoursed to the Jews? (α) He did this as a thing over and above. (β) For855    Between the Exposition and the Moral, the original editor or transcriber has thrown together a set of disconnected notes. These are here inserted in what seems to be their proper connection. In the mss. and Edd, the parts lie in the order as shown by the letters α, β prefixed. he did other things also more than he was obliged. For instance, Christ ordained that they should “live by the Gospel” (1 Cor. ix. 14; i. 17), but our Apostle did it not: Christ sent him not to baptize, yet he did baptize. Mark how he was equal to all. Peter to the circumcision, he to the Gentiles, to the greater part. (α) Since if it was necessary for him to discourse to Jews, how said he again: “For He that wrought effectually in him toward the circumcision, the same was mighty also in me toward the Gentiles” (Gal. ii. 8)? In the same way as those Apostles also had intercourse with the Gentiles, though they had been set apart for the circumcision, so likewise did our Apostle. The more part of his work indeed was with the Gentiles: still he did not neglect the Jews either, that they might not seem to be severed from them. And how was it, you will ask, that he entered in the first place into the synagogues, as if this were his leading object? True; but he persuaded the Gentiles through the Jews, and from the things which he discoursed of to the Jews. And he knew, that this was most suitable for the Gentiles, and most conducive to belief. Therefore he says: “Inasmuch as I am the “Apostle of the Gentiles.” (Rom. xi. 13.) And his Epistles too all fight against the Jews.—“That the Christ,” he says, “must needs have suffered.” (v. 3.) If there was a necessity for His suffering, there was assuredly a necessity for His rising again: for the former856    We adopt the reading of B. ἐκεῖνο, “the suffering;” τούτου, “the rising again.” The others, ἐκείνου, τοῦτο: reversing Chrysostom’s meaning. was far more wonderful than the latter. For if He gave Him up to death Who had done no wrong, much rather did He raise Him up again. “But the Jews which believed not took unto them certain of the baser sort, and set all the city on an uproar (v. 5): so that the Gentiles were more in number. The Jews thought not themselves enough to raise the disturbance: for because they had no reasonable pretext, they ever effect such purposes by means of uproar, and by taking to themselves base men. “And when they found them not,” it says, “they haled Jason and certain brethren.” (v. 6.) O the tyranny! dragged them without any cause out of their houses. “These all,” say they, “do contrary to the decrees of Cæsar” (v. 7): for since they spoke nothing contrary to what had been decreed, nor made any commotion in the city, they bring them under a different charge: “saying that there is another king, one Jesus.857    The accusation is artfully made. They are accused of the crimen majestatis—treason against Cæsar. The Jews knew well that to accuse them of disturbing their worship or opposing their opinions would produce no effect. To arouse the Roman feeling against them it was necessary to prevent their teaching concerning the Kingship of Jesus so as to make it seem to the rulers of this free city as a treasonable doctrine against the Roman state.—G.B.S. And they troubled the people,” etc. (v. 8.) And what are ye afraid of, seeing He is dead? (β) “And when they had taken security,” etc. (v. 9.) See how by giving security Jason sent Paul away: so that he gave his life (to the hazard) for him.858    “When they had taken security”—λάβοντες τὸ ἱκανὸν, a legal term—satisfactionem accipere, it is doubtful if, as Chrys. supposes, Jason became surety in person. The surety was more probably a deposit of money and had for its object the guaranty that the peace should be kept, and nothing done contrary the Emperor and the state.—G.B.S.(α) “And brethren,” etc. (v. 10.) See how the persecutions in every case extend the preaching. “Now these,” it says, “were more noble than those in Thessalonica” (v. 11): i.e. they were not (men) practising base things, but some859    Mod. text mistaking the meaning, has: “But they indeed were persuaded, but these do just the contrary, making an uproar among them.” were convinced, and the others (who were not), did nothing (of that sort). (β) “Daily,” it says, “searching the Scriptures whether these things were so:” not merely upon a sudden impetus or (burst of) zeal. “More noble,” it says: i. e. in point of virtue(α)“Therefore many of them,” etc. (v. 12.) And here again are Greeks. (β) “But when the Jews of Thessalonica,” etc. (v. 13), because there were lewd persons there. And yet that city was greater. But it is no wonder in the greater city the people were worse: nay, of course to the greater city there go the worse men, where the occasions of disturbances are many. And as in the body, where the disease is more violent for having860    Edd. καθάπερ γὰρ ἐν σώματι, ὅταν ἡ νόσος χαλεπωτέρα ᾖ, πλείονα ἔχει τὴν ὕλην καὶ τὴν τροφήν. Neander, der heil. Chrysost. t. i. p. 2. note, corrects the passage thus, καθάπερ γὰρ ἐν σώματι ἡ νόσος χαλεπωτέρα, ὅταν πλ. ἔχοι τὴν ὕλην. But A. C. preserve the true reading ἔχουσα. more matter and fuel, just so is it here. (α) But look, I beg you, how their fleeing was providentially ordered, not from cowardice: otherwise they would have ceased to preach, and would not have exasperated them still more. But from this (flight) two things resulted: both the rage of those (Jews) was quenched, and the preaching spread. But in terms befitting their disorderly conduct, he says, “Agitating the multitude.” (β) Just what was done at Iconium—that they may have the additional condemnation of destroying others besides themselves. (ch. xiv. 2, 19.) This is what Paul says of them: “Forbidding to preach to the Gentiles, to fill up their sins alway, for the wrath is come upon them to the uttermost.” (1 Thess. ii. 16.) Why did he not stay? for if (at Lystra, ch. xiv. 19, 21) there, where he was stoned, he nevertheless stayed a long time, much more here. Why? (The Lord) did not wish them to be always doing signs; for this is itself a sign, not less than the working of signs—that being persecuted, they overcame without signs. So that just as now He prevails without signs, so was it on many occasions His will to prevail then. Consequently neither did the Apostles run after signs: as in fact he says himself, “We preach Christ crucified” (1 Cor. i. 23)—to them that crave signs, to them that crave wisdom, we give that which cannot even after signs persuade, and yet we do persuade! So that this was a mighty sign. See then, how when the preaching is extended, they are not in a hurry to run after signs.861    Of the Edd. Savile alone has adopted the true reading πῶς οὐ ταχέως ἐπιτρέχουσι τοῖς σημείοις, preserved by B. The other mss. and Edd. omit οὐ. For it was right that thenceforth the believers should be mighty signs to the rest. Howbeit, by retreating and advancing they did these things. (α) “And immediately,” it says, “the brethren sent away Paul.” (v. 14.) Here now they send Paul alone: for it was for him they feared, lest he should suffer some harm, the head and front of all being in fact none other than he. (β) “They sent him away,” it says, “as it were to the sea:” that it might not be easy for them to seize him. For862    Here again Savile (with B.) has the true reading οὔπω γὰρ, the rest οὕτω. at present they could not have done much by themselves; and with him they accomplished and achieved many things. For the present, it says, they wished to rescue him. (α) So far is it from being the case, that (supernatural) Grace worked all alike on all occasions: on the contrary, it left them to take their measures upon human judgment, (only) stirring them up and rousing them out of sleep, and making them to take pains.863    Here (because it seems unsuitable to refer this to χάρις, i.e. supernatural grace, or special miraculous interposition,) B. substitutes, ἀλλ᾽ ἵνα πεῖραν λάβωσι, διανιστῶσαν αὐτοὺς καὶ διυπνίζουσαν καὶ εἰς μέριμναν ἐμβάλλουσαν, ἐποίει αὐτοὺς καὶ ἀνθρώπινα πάσχειν, “but in order that they may get experience, rousing and waking, and making them take pains, (the Lord) made them to suffer (or be affected) after the manner of men.”—Below, for “Philippi” the same has “Athens.” Thus, observe, it brought them safe only as far as Philippi, but no more after that. “And receiving,” it says, “a commandment unto Silas and Timotheus for to come to him with all speed, they departed.” (v. 15.) For though he was a Paul, nevertheless he needed them. And with good reason are they urged by God to go into Macedonia, for there lay Greece moreover bright (before them). (ch. xvi. 9.)

See what zeal the rest of the disciples showed with respect to their leaders: not as it is now with us, who are separated and divided into great and small: some of us exalted, while others are envious: for this is the reason why those are envious, because we are puffed up, because we will not endure to be put upon a par with them. The reason why there is harmony in the body, is because there is no puffing up: and there is no puffing up, because the members are of necessity made to stand in need of each other, and the head has need of the feet. And God has made this to be the case with us, and, for all that, we will not endure it: although even without this, there ought to be love among us. Hear ye not how they that are without accuse us when they say, “Needs make friendships?” The laity have need of us; and we again exist for them. Since teacher or ruler would not exist, if there were not persons to be taught, nor would he perform his part, for it would not be possible. As the land has need of the husbandman, and the husbandman of the land, so is it here. What reward is there for the teacher to receive, when he has none to produce that he has taught? and what for the taught, who have not had the benefit of the best teaching? So that we need each other alike in turn, both the governed, them that govern,864    mss. καὶ ἄρχοντες ἀρχομένων, καὶ ἡγουμενοι (mod. text ἡγούμενος) ὑπηκόων. and leaders, them that obey: for rulers are for the sake of many. Since no one is sufficient to do anything by himself alone, whether need be to ordain (χειροτονἥσαι), or to examine men’s counsels and opinions, but they become more honorable by assembly and numbers. For instance, the poor need givers, the givers again need receivers. “Considering one another” he says, “to provoke unto love and to good works.” (Heb. x. 24.) On this account the assembly of the whole Church has more power: and what each cannot do by himself singly, he is able to do when joined with the rest. Therefore most necessary are the prayers offered up, here, for the world, for the Church, from the one end of the earth to the other, for peace, for those who are in adversities. And Paul shows this when he says, “That for the gift bestowed upon us by the means of many persons thanks may be given by many on our behalf” (2 Cor. i. 11); that is, that He might confer the favor on many. And often he asks for their prayers. See also what God says with regard to the Ninevites: “And shall not I spare that city, wherein dwell more than six score thousand persons?” (Jonah iv. 11.) For if, “where two or three,” He says, “are gathered together in My Name” (Matt. xviii. 20), they prevail much, how much more, being many? And yet thou mayest prevail, though thou be but one; yet not equally so. For why art thou but one? Why dost thou not make many? Why dost thou not become the maker of love? Why dost thou not create (κατασκευάζεις) friendship? Thou lackest the chief excellence of virtue. For as men’s being bad by agreement together more provokes God; so for men to be good by unanimity delights Him more. “Thou shalt not follow a multitude,” He says, “to do evil.” (Ex. xxiii. 2.) “They are all gone out of the way, they are together become unprofitable” (Rom. iii. 12), and have become as it were men singing in concert in their wickedness. Make for thyself friends in preference to domestics, and all besides. If the peacemaker is a son of God, how much more he who makes friends also? (Matt. v. 9.) If he who reconciles only is called a son of God, of what shall not he be worthy, who makes friends of those who are reconciled? Let us engage ourselves in this trade, let us make those who are enemies to each other friends, and those who are not indeed enemies, but are not friends, them let us bring together, and before all, our own selves. For as he who is at enmity in his house, and has differences with his wife, carries no authority when reconciling others, but will be told, “Physician, heal thyself” (Luke iv. 23), so will a man be told in this case. What then is the enmity that is in us? That of the soul against the body, that of vice against virtue. This enmity let us put an end to, this war let us take away, and then being in peace we shall also address others with much boldness of speech, our conscience not accusing us. Anger fights against gentleness, love of money against contempt of it, envy against goodness of heart. Let us make an end of this war, let us overthrow these enemies, let us set up these trophies, let us establish peace in our own city. We have within us a city and a civil polity, and citizens and aliens many: but let us banish the aliens, that our own people may not be ruined. Let no foreign nor spurious doctrine enter in, no carnal desire. See we not that, if any enemy has been caught in a city, he is judged as a spy? Then let us not only banish aliens, but let us drive out enemies also. If we see one, let us deliver up to the ruler, (that is), to conscience (τᾥ νᾥ), that imagination which is indeed an alien, a barbarian, albeit tricked out with the garb of a citizen. For there are within us many imaginations of this kind, which are by nature indeed enemies, but are clad in sheep’s skins. Just as the Persians, when they have put off the tiara, and the drawers, and the barbarian shoes, and put on the other dress which is usual with us, and have shorn themselves close, and converse in our own tongue, conceal war under their outward garb: but once apply the tortures (βασάνους or “tests”), and thou bringest to light what is hidden: so here, examine (or “put to the test,”) by torture again and again such an imagination as this, and thou wilt quickly see that its spirit is that of a stranger. But to show you also by way of example the sort of spies which the devil sends into us to spy out what is in us, come let us strip one of them, and examine it strictly at the tribunal: and if you please, let us bring forward some of those which were detected by Paul. “Which things,” he says, “have indeed a show of wisdom in will-worship, and humility, and neglecting of the body: not in any honor to the satisfying of the flesh.” (Col. ii. 23.) The devil wished to bring in Judaism: now if he had introduced it in its own form, he would not have carried his point. Accordingly, mark how he brought it about. “You must neglect the body,” he says: “this is (the true) philosophy, not to admit of meats, but to guard against them: this is humility.” And now again in our own times, in the case of the heretics, he wished to bring us down to the creature. See then how he dressed up his deceit. Had he said, “Worship a creature,” he would have been detected: but what says he? “God” (viz. the Son and the Holy Ghost), he says, “is a created being.” But let us lay bare for the decision of the judges the meaning of the Apostolic writings: there let us bring him: themselves will acknowledge both the preaching and the language. Many make gains “that they may have wherewith to give to the poor,” unjust gains: this too is a wicked imagination. But let us undress it, let us convict it, that we may not be taken by it, but that having escaped all the devices of the devil, and holding to the sound doctrines with strictness, we may be able both to pass in safety through this life present, and to obtain the good things promised, through the grace and mercy of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Ghost, be glory, might, honor, now and ever, world without end. Amen.

ΟΜΙΛΙΑ ΛΖʹ. Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία δι ελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, διανοίγων καὶ πα ρατιθέμενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν, καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστι Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. αʹ. Πάλιν τὰς μὲν μικρὰς παρατρέχουσι πόλεις, ἐπὶ δὲ τὰς μείζους ἐπείγονται, ἐκεῖθεν καθάπερ ἔκ τινος πηγῆς μέλλοντος τοῦ λόγου διαῤῥέειν εἰς τὰς πλησίον. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων. Καίτοι εἰπὼν, ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη, οὐκ ἠφίει τούτους: πολὺν γὰρ πρὸς αὐτοὺς εἶχε πόθον. Ἄκουε γὰρ αὐτοῦ λέγοντος: Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν: καὶ, Εὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου. Ἐποίει δὲ τοῦτο διὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ τὴν δόξαν, καὶ ἵνα μὴ σκάνδαλον ᾖ τοῦτο τοῖς Ἕλλησι. Καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, διανοίγων καὶ παρατιθέμενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. Ὁρᾷς, ὅτι πρὸ πάντων τὸ πάθος κηρύττει: οὕτως οὐκ ᾐσχύνοντο, ἀλλ' ᾔδεσαν τοῦτο σωτήριον ὄν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. Τὸ κεφάλαιον εἶπε τῆς διαλέξεως: οὕτως ἀπέριττός ἐστιν, οὐ πανταχοῦ τὰς δημηγορίας αὐτοῦ λέγων. Ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν: ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον: μὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυραν τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες, ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων: καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν. Ὢ τῆς κατηγορίας! πάλιν εἰς καθοσίωσιν διέβαλλον αὐτοὺς, λέγοντες εἶναι, φησὶν, ἕτερον βασιλέα Ἰησοῦν. Ἐτάραξαν δὲ τὸν ὄχλον, καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα: καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς. Θαυμαστὸς ὁ ἀνὴρ, εἰς κίνδυνον ἑαυτὸν ἐκδοὺς καὶ ἐκπέμψας αὐτούς. Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν: οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων. Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ' ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Εὐγενέστεροι, φησί: τουτέστιν, ἐπιεικέστεροι. Καὶ ὅρα, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας ἀνηρεύνων τὰς Γραφὰς (τοῦτο γάρ ἐστι τὸ, Ἀνέκρινον), βουλόμενοι ἀπ' αὐτῶν πληροφορίαν μᾶλλον περὶ τοῦ πάθους λαβεῖν: ἤδη γὰρ ἦσαν πιστεύσαντες. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι, ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλθη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους. Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν: ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. Ὅρα αὐτὸν καὶ ὑποχωροῦντα καὶ ἐνιστάμενον, καὶ πολλὰ ἀνθρωπίνως ποιοῦντα. Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἐπὶ σάββατα τρία, φησὶ, διελέχθη αὐτοῖς, διανοίγων ἀπὸ τῶν Γραφῶν. Καλῶς, ὅτε ἤργουν. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ἐποίει, ἄνω καὶ κάτω ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ οὐ πανταχοῦ ἀπὸ τῶν σημείων. Ἐπειδὴ γὰρ πρὸς τοῦτον ἐναντίως εἶχον, καὶ ὡς πλάνον καὶ γόητα διέβαλλον, διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν Γραφῶν διαλέγεται. Ὁ μὲν γὰρ ἀπὸ τῶν σημείων ἐπιχειρῶν μόνων πείθειν, εἰκότως ὑποπτεύεται: ὁ δὲ ἀπὸ τῶν Γραφῶν, πείθων, οὐκ ἔχει ταύτην τὴν ὑπόνοιαν. Καὶ πολλαχοῦ εὑρίσκομεν ἀπὸ διδασκαλίας αὐτὸν πείσαντα: καὶ ἐν Ἀντιοχείᾳ δὲ πᾶσα διδάσκοντι αὐτῷ συνήχθη ἡ πόλις: οὕτω μέγα τι καὶ τοῦτό ἐστι, καὶ οὐ μικρὸν σημεῖον, ἀλλὰ καὶ σφόδρα ἐστὶ μέγα τοῦτο. Καὶ ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοὶ ἴσχυσαν τὸ πᾶν, συγχωρεῖ αὐτοὺς ὁ Θεὸς ἐλαύνεσθαι. Δύο γὰρ ἐκ τούτου συνέβαινεν: οὔτε μέγα ἐφρόνουν ὡς αὐτοὶ καθελόντες, οὔτε πάλιν ἐφοβοῦντο ὡς ὑπεύθυνοι: οὕτως οἰκονομίας ἦν καὶ τὸ καλεῖσθαι. Τῶν τε σεβομένων Ἑλλήνων, φησὶ, πολὺ πλῆθος, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων ἐπίστευσαν καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ἐκεῖνοι δὲ τοὐναντίον. Πῶς δὲ λέγων, Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, διελέγετο τοῖς Ἰουδαίοις; Ἐκ περιουσίας τοῦτο ποιῶν. Ἐπεὶ εἰ Ἰουδαίοις διαλέγεσθαι ἐχρῆν, πῶς ἔλεγε πάλιν: Ὁ γὰρ ἐνεργήσας ἐκείνῳ εἰς τὴν περιτομὴν, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη; Ὥσπερ ἐκεῖνοι καὶ ἔθνεσιν ὡμίλησαν, καίτοι γε εἰς τὴν περιτομὴν ἀφωρισμένοι: οὕτω καὶ οὗτος. Τὸ μὲν οὖν πλέον ἐν αὐτοῖς: πλὴν οὐδὲ ἐκείνων ἠμέλησεν, ἵνα μὴ δόξωσι διεσχίσθαι. βʹ. Καὶ πῶς, φησὶ, προηγουμένως εἰς τὰς συναγωγὰς εἰσῄει; Ἀλλ' Ἕλληνας ἔπειθε διὰ τῶν Ἰουδαίων, ἐξ ὧν Ἰουδαίοις διελέγετο. Ἤ|δει δὲ, ὅτι τοῦτο μάλιστα ἔθνεσιν ἦν πρὸς πίστιν προσαγωγόν. Διὰ τοῦτο ἔλεγεν, Ἐφ' ὅσον εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος. Καὶ αἱ ἐπιστολαὶ δὲ αὐτοῦ πρὸς Ἰουδαίους πᾶσαί εἰσιν ἀπομαχόμεναι. Ὅτι τὸν Χριστὸν, φησὶν, ἔδει παθεῖν. Εἰ παθεῖν ἔδει, πάντως καὶ ἀναστῆναι: πολλῷ γὰρ ἐκείνου θαυμασιώτερον τοῦτο. Εἰ γὰρ τὸν οὐδὲν ἠδικηκότα εἰς θάνατον ἐξέδωκε, πολλῷ μᾶλλον ἀνέστησεν αὐτόν. Προσλαβόμενοι δέ τινας τῶν ἀγοραίων οἱ ἀπειθοῦντες Ἰουδαῖοι, ἐθορύβουν τὴν πόλιν, φησίν. Ὥστε πλείους ἦσαν οἱ Ἕλληνες. Καὶ προσλαμβάνουσί τινας, ἐπειδὴ οὐκ ἐνόμισαν ἑαυτοὺς ἀρκεῖν πρὸς τὴν στάσιν οἱ Ἰουδαῖοι, καὶ ἐπειδὴ οὐκ εἶχον αἰτίαν εὔλογον. Θορύβῳ ἀεὶ τὰ τοιαῦτα ἀνύουσι, καὶ προσλήψει ἀνδρῶν πονηρῶν. Μὴ εὑρόντες δὲ αὐτοὺς, φησὶν, ἔσυραν τὸν Ἰάσονα. Ὢ τῆς τυραννίδος! ἀπὸ τῶν οἰκιῶν εἷλκον αὐτοὺς ἁπλῶς. Οὗτοι πάντες ἀπέναντι τῶν τοῦ Καίσαρος δογμάτων πράσσουσι, βασιλέα, φησὶ, λέγοντες ἕτερον εἶναι Ἰησοῦν. Ἐπειδὴ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμένοις, οὐδὲ παρεκίνουν τὴν πόλιν, ἐφ' ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι, καὶ εἰς καθοσίωσιν διαβάλλουσι. Καὶ τί φοβεῖσθε, εἴ γε τέθνηκεν; Ὅρα τοὺς διωγμοὺς πανταχοῦ τὸ κήρυγμα ἐκτείνοντας. Οὗτοι μὲν οὖν, φησὶν, εὐγενέστεροι ἦσαν τῶν ἐν Θεσσαλονίκῃ: τουτέστιν, οὐδὲν πονηρὸν πράττοντες: ἀλλ' οἱ μὲν ἐπείσθησαν, οὗτοι δὲ καὶ τὸ ἐναντίον ποιοῦσι θορυβοῦντες αὐτούς. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν Ἑλληνίδων, φησὶ, γυναικῶν. Πάλιν ἐνταῦθα πιστεύουσιν Ἕλληνες. Σὺ δέ μοι θέα, ὅτι οἰκονομικῶς ἔφυγον οὐ δειλιῶντες: ἦ γὰρ ἂν ἐπαύσαντο κηρύττοντες, καὶ οὐχὶ μᾶλλον παρώξυναν. Ἀλλ' ἐκ τούτου δύο ἐγένετο: καὶ ἐκείνων ὁ θυμὸς ἐσβέννυτο, καὶ τὸ κήρυγμα ἐπεδίδου. Ἀξίως δὲ τῆς ἀταξίας αὐτῶν εἶπεν: ὅτι ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους, τὴν ἀκάθεκτον μανίαν αὐτῶν αἰνιττόμενος. Εὐθέως δὲ ἐξαπέστειλαν τὸν Παῦλον οἱ ἀδελφοὶ πορεύεσθαι, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Ἐνταῦθα λοιπὸν τὸν Παῦλον πέμπουσι μόνον: περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν, μή τι πάθῃ, τὸ κεφάλαιον αὐτῶν αὐτὸ ὄν: οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει, ἀλλ' εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα. Ὅρα γοῦν, ἕως Φιλίππων ἔσωσε μόνον, ἐντεῦθεν δὲ οὐκ ἔτι. Καὶ λαβόντες ἐντολὴν, φησὶ, πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Καὶ τοῦτο εἰκότως. Εἰ γὰρ καὶ Παῦλος ἦν, ὅμως ἐδεῖτο ἐκείνων. Ἄρα καλῶς ἠπείγοντο εἰς Μακεδονίαν ὑπὸ τοῦ Θεοῦ: λαμπρὰ γὰρ ἦν καὶ ἡ Ἑλλὰς λοιπόν: ἐπεὶ καὶ ἄλλα περιττὰ ἐποίει. Ὁ Χριστὸς διέταξεν ἐκ τοῦ εὐαγγελίου ζῇν, οὗτος δὲ αὐτὸ οὐκ ἐποίει: ὁ Χριστὸς οὐκ ἀπέστειλεν αὐτὸν βαπτίζειν, οὗτος δὲ ἐβάπτιζεν. Ὅρα πῶς ἀντίῤῥοπος πάντων ἦν Πέτρος εἰς τὴν περιτομὴν, οὗτος εἰς τὰ ἔθνη, εἰς τὸ πλέον μέρος. Καὶ λαβόντες τὸ ἱκανὸν, φησὶ, παρὰ τοῦ Ἰάσονος, ἀπέλυσαν αὐτούς. Ὅρα πῶς ἱκανὰ δοὺς Ἰάσων ἐξέπεμψε Παῦλον, ὥστε τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτοῦ. Οὗτοι, φησὶν, ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ: τουτέστι, κατὰ τὴν ἀρετὴν ὄντες τοῦτο καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν. Οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, φησὶ, τὸ καθ' ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Οὐχ ἁπλῶς ῥύμῃ οὐδὲ ζήλῳ. Καίτοι μείζων ἡ πόλις ἦν, ἀγοραῖοι ἄνθρωποι ἦσαν ἐν αὐτῇ: θαυμαστὸν δὲ οὐδὲν καὶ εἰ ἐν μείζονι χείρους εἰσί. Μάλιστα μὲν οὖν εἰς τὴν μείζονα χείρους εἶναι εἰκὸς, ἔνθα πολλαὶ τῶν ταραχῶν αἱ ἀφορμαί. Καθάπερ γὰρ ἐν σώματι, ὅταν ἡ νόσος χαλεπωτέρα ᾖ, πλείονα ἔχει τὴν ὕλην καὶ τὴν τροφήν: οὕτω δὴ καὶ ἐνταῦθα, ὅπερ ἐν Ἰκονίῳ γέγονε, καὶ νῦν γίνεται. Καὶ ἐξέρχεται ὁ Παῦλος, ἵνα καὶ τῆς ἑτέρων ἀπωλείας δίκην δῶσι. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε: Κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλεῖν. Καὶ διὰ τί μὴ ἐνέμειναν, φησὶν, ἐνταῦθα; διὰ τί μὴ σημεῖα ἐποίησαν; Εἰ γὰρ ἐκεῖ, ἔνθα ἐλιθάζετο, ἔμενεν ἱκανὸν χρόνον, πολλῷ μᾶλλον ἐνταῦθα. Διὰ τί; Οὐκ ἀεὶ ἐβούλετο τούτους σημεῖα ποιεῖν Θεός: τοῦ γὰρ σημεῖα ποιεῖν οὐχ ἧττον σημεῖον τὸ διωκομένους περιγενέσθαι χωρὶς σημείων. Ὥστε καθάπερ νῦν χωρὶς σημείων κρατεῖ, οὕτω καὶ τότε πολλαχοῦ ἐβούλετο κρατεῖν. Οὐ τοίνυν οὐδὲ οἱ ἀπόστολοι ἐπέτρεχον τοῖς σημείοις, ὅπερ οὖν καὶ αὐτός φησιν: Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Τοῖς σημεῖα ζητοῦσι, τοῖς σοφίαν, ταῦτα διδόαμεν, ἃ μηδὲ μετὰ σημείων δύναται πεῖσαι, καὶ πείθομεν. Ὥστε μέγα τοῦτο σημεῖον ἦν. Ὅρα γοῦν ἐπιταθέντος τοῦ κηρύγματος, πῶς ταχέως ἐπιτρέχουσι τοῖς σημείοις. Ἔδει γὰρ λοιπὸν διὰ τοὺς πιστεύσαντας μείζονα εἶναι σημεῖα τῶν λοιπῶν: διὸ καὶ γίνονται: ἀλλὰ τῷ ὑποχωρεῖν καὶ ἐπιέναι ταῦτα ἐποίουν. Ἐξαπέστειλαν αὐτὸν, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Τί δήποτε; Ὥστε μὴ γενέσθαι αὐτοῖς εὔκολον τὴν κατάληψιν. Οὕτω γὰρ καθ' ἑαυτοὺς μέγα τι ἔπραξαν ἂν, καὶ μετ' ἐκείνου πολλὰ ἤνυσαν καὶ κατώρθωσαν. Τέως ἐκεῖνον ἐξαρπάσαι ἐβούλοντο. γʹ. Ὅρα πόσῃ καὶ οἱ λοιποὶ μαθηταὶ περὶ τοὺς κορυφαίους ἐχρῶντο τῇ σπουδῇ: ἀλλ' οὐχ ὥσπερ νῦν κεχωρίσμεθα, διῃρήμεθα μεγάλοι καὶ μικροί: οἱ μὲν ἐπαιρόμεθα, οἱ δὲ φθονοῦμεν: διὰ τοῦτο κἀκεῖνοι φθονοῦσιν, ὅτι ἡμεῖς τετυφώμεθα, οὐκ ἀνεχόμεθα ἰσηγορεῖσθαι μετ' αὐτῶν. Διὰ τοῦτο ἐν τῷ σώματι ἡ συμφωνία ἐστὶν, ἐπειδὴ οὐκ ἔστι φυσίωσις: οὐκ ἔστι δὲ φυσίωσις, ἐπειδὴ εἰς ἀνάγκην τοῦ χρείαν ἀλλήλων ἔχειν τὰ μέλη καθέστηκε: καὶ ἡ κεφαλὴ τῶν ποδῶν δεῖται, καὶ οἱ πόδες τῆς κεφαλῆς. Καὶ ἡμῖν τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ οὐδὲ οὕτως ἀνεχόμεθα: ἔδει μὲν γὰρ καὶ χωρὶς τούτου ἀγάπην εἶναι. Ἢ οὐκ ἀκούετε αὐτῶν τῶν ἔξω διαβαλλόντων ἡμᾶς, ὅταν λέγωσιν: αἱ χρεῖαι φιλίαι; Οἱ λαϊκοὶ δέονται ἡμῶν: ἡμεῖς δὲ πάλιν δι' αὐτούς ἐσμεν. Οὕτω καὶ διδάσκαλος καὶ ἄρχων οὐκ ἂν εἴη, μὴ τῶν διδασκομένων ὄντων καὶ τῶν ἀρχομένων, οὐδ' ἂν ἐπιδείξαιτο τὰ αὐτοῦ: οὐ γὰρ ἂν δύναιτο. Καθάπερ ἡ γῆ τοῦ γεωργοῦ, καὶ ὁ γεωργὸς δεῖται τῆς γῆς: οὕτω καὶ ἐνταῦθα. Ποῖον γὰρ ἔχει μισθὸν διδάσκαλος, οὐκ ἔχων ἐπιδεῖξαι τοὺς διδαχθέντας; ποῖον δὲ οἱ διδασκόμενοι, μὴ ἀπολαύσαντες διδασκαλίας ἀρίστης; Ὥστε ὁμοίως ἀλλήλων χρῄζομεν πάλιν, καὶ ἄρχοντες ἀρχομένων, καὶ ἡγούμενος ὑπηκόων: ἄρχοντες μὲν γὰρ πολλῶν ἕνεκεν. Οὐδεὶς γὰρ ἀρκεῖ καθ' ἑαυτόν τι πρᾶξαι, ἄν τε χειροτονῆσαι δέῃ, ἄν τε βουλὰς σκέψασθαι καὶ γνώμας, ἀλλὰ τιμιώτεροι γίνονται ἀπὸ τῆς συνόδου καὶ τοῦ πλήθους. Οἷον, οἱ πένητες τῶν διδόντων χρῄζουσιν, οἱ διδόντες τῶν λαμβανόντων πάλιν. Ἀλλήλους, φησὶ, κατανοοῦντες εἰς παροξυσμὸν ἀγάπης, καὶ καλῶν ἔργων. Διὰ τοῦτο μείζονα δύναται τὸ κοινὸν τῆς Ἐκκλησίας, καὶ ἅπερ καθ' ἑαυτὸν οὐ δύναταί τις, μετὰ τῶν ἄλλων γινόμενος ἰσχύει. Διὰ τοῦτο μάλιστα ἀναγκαῖαι αἱ εὐχαὶ ἐνταῦθα γίνονται ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῆς Ἐκκλησίας τῆς ἐπὶ περάτων, ὑπὲρ τῆς εἰρήνης, ὑπὲρ τῶν ἐν συμφοραῖς. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ λέγων: Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα ἐν πολλῷ προσώπῳ διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν: τουτέστιν, ἵνα πολλοῖς χαρίσηται. Καὶ πολλάκις αὐτῶν τὰς εὐχὰς ἐπιζητεῖ. Ὅρα καὶ ἐπὶ τῶν Νινευϊτῶν τί φησιν ὁ Θεός: Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως, ἐν ᾖ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες; Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, φησὶν, εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ δὲ δύο μέγα ἰσχύουσι, πόσῳ μᾶλλον πλείους; Εἰ δὲ καὶ εἷς ὢν ἰσχύσεις, ἀλλ' οὐχ ὁμοίως. Διὰ τί δὲ καὶ εἷς εἶ; διὰ τί οὐκ ἐργάζῃ πολλούς; διὰ τί μὴ γίνῃ δημιουργὸς ἀγάπης; διὰ τί μὴ κατασκευάζεις φιλίαν; Τὸ μέγιστον τῆς ἀρετῆς ἐγκώμιον οὐκ ἔχεις. Ὥσπερ γὰρ τὸ ἐκ συνθήκης εἶναι κακοὺς, μᾶλλον παροξύνει τὸν Θεόν: οὕτω καὶ τὸ ἐν ὁμονοίᾳ εἶναι ἀγαθοὺς, μᾶλλον εὐφραίνει. Οὐκ ἔσῃ, φησὶ, μετὰ πολλῶν ἐπὶ κακίᾳ. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ ἐγένοντο ὡς ᾄδοντες ἐν ταῖς κακίαις αὐτῶν. Κατασκεύασόν σοι φίλους πρὸ τῶν οἰκείων, πρὸ τῶν ἄλλων ἁπάντων. Εἰ ὁ εἰρηνοποιὸς, υἱὸς Θεοῦ: ὁ καὶ φίλους κατασκευάζων, πόσῳ μᾶλλον; εἰ ὁ καταλλάττων μόνον, υἱὸς Θεοῦ καλεῖται: ὁ τοὺς καταλλαττομένους φίλους ποιῶν, τίνος οὐκ ἔσται ἄξιος; Ταύτην ποιώμεθα τὴν ἐμπορίαν, φίλους ποιῶμεν ἀλλήλοις τοὺς ἐχθροὺς, καὶ τοὺς οὐκ ἐχθροὺς μὲν, οὐ φίλους δὲ, καὶ τούτους συναγάγωμεν, καὶ πρὸ πάντων ἡμᾶς αὐτούς. Καθάπερ γὰρ ὁ ἐν τῇ οἰκίᾳ ἔχθραν ἔχων, καὶ πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ διεστηκὼς, οὐκ ἔστιν ἀξιόπιστος ἑτέρους καταλλάττων, ἀλλ' ἀκούσεται: Ἰατρὲ, Θεράπευσον σεαυτόν: οὕτω δὴ καὶ ἐνταῦθα ἀκούσεται. Τίς οὖν ἐστιν ἡμῖν ἡ ἔχθρα; Ἡ τῆς ψυχῆς πρὸς τὸ σῶμα, ἡ τῆς κακίας πρὸς τὴν ἀρετήν. Ταύτην καταλύσωμεν, τοῦτον ἀνέλωμεν τὸν πόλεμον, καὶ τότε μετ' εἰρήνης καὶ τοῖς ἄλλοις διαλεξόμεθα μετὰ πολλῆς τῆς παῤῥησίας, οὐ κατηγοροῦντος ἡμῶν τοῦ συνειδότος. Μάχεται θυμὸς ἐπιεικείᾳ, μάχεται χρημάτων ἔρως ὑπεροψίᾳ χρημάτων, μάχεται βασκανία χρηστότητι. Τοῦτον λύσωμεν τὸν πόλεμον, τούτους κατενέγκωμεν τοὺς ἐχθροὺς, ταῦτα στήσωμεν τὰ τρόπαια, ἐν τῇ πόλει τῇ ἡμετέρᾳ κατασκευάσωμεν εἰρήνην. Πόλις γὰρ ἡμῖν ἐστι καὶ πολιτεία, καὶ πολῖται καὶ ξένοι πολλοί: ἀλλὰ ξενηλασίαν ποιήσωμεν, ὥστε μὴ τοὺς οἰκείους φθείρεσθαι. Μηδὲν ἀλλότριον μηδὲ νόθον ἐπεισίτω δόγμα, μηδὲν φρόνημα σαρκικόν. Οὐχ ὁρῶμεν, ὅτι τῶν πολεμίων τις ἐν ταῖς πόλεσιν ἂν ἁλῷ, ὡς κατάσκοπος κρίνεται; Οὐκοῦν ξενηλασίαν ποιώμεθα: μᾶλλον δὲ μὴ ξενηλασίαν μόνον, ἀλλὰ καὶ τοὺς πολεμίους ἀπελαύνωμεν. Ἂν ἴδωμέν τινα, παραδῶμεν τῷ ἄρχοντι τῷ νῷ, τὸν λογισμὸν ἐκεῖνον, τὸν βεβαρβαρωμένον μὲν, κατεσκευασμένον δὲ ἐσθῆτι πολιτικῇ. Πολλοὶ παρ' ἡμῖν λογισμοὶ τοιοῦτοι, φύσει μὲν ἐχθροὶ, περιβεβλημένοι δὲ δορὰν προβάτων. Καθάπερ οἱ Πέρσαι τὴν τιάραν περιελόντες καὶ τὰς ἀναξυρίδας καὶ τὰ ὑποδήματα τὰ βαρβαρικὰ, τὴν ἄλλην στολὴν τὴν ἡμῖν ἐπιχώριον ὑπελθόντες, καὶ κειράμενοι ἐν χρῷ, καὶ τῇ συνήθει γλώττῃ διαλεγόμενοι, κρύπτουσι τῷ σχήματι τὸν πόλεμον: ἂν δὲ βασάνους εὐθέως προσαγάγῃς, τὸ κρυπτόμενον ἔδειξας: οὕτω καὶ ἐνταῦθα, βασάνισον μυριάκις τὸν τοιοῦτον λογισμὸν, καὶ ταχέως ὄψει τὸ βαρβαρικὸν φρόνημα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος ὑμῖν δείξω τοὺς τοιούτους κατασκόπους, οὓς προκαθίησιν ὁ διάβολος ἰδεῖν τὰ ἐν ἡμῖν, φέρε ἕνα ἀποδύσωμεν, καὶ ἐπὶ τοῦ δικαστηρίου ἐξετάσωμεν μετὰ ἀκριβείας: καὶ εἰ βούλεσθε, τῶν ὑπὸ Παύλου φωραθέντων τινὰς παραγάγωμεν. Ἅτινά ἐστι, φησὶ, λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδείᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Οἷον, ἐβούλετο Ἰουδαϊσμὸν εἰσαγαγεῖν ὁ διάβολος: εἰ μὲν οὖν αὐτόθεν αὐτὸν εἰσήγαγεν, οὐκ ἂν ἔπεισεν. Ὅρα τοίνυν πῶς αὐτὸν κατεσκεύασε. Δεῖ τοῦ σώματος ἀφειδεῖν, φησί. Φιλοσοφία τοῦτό ἐστι, τὸ μὴ προσίεσθαι βρῶμα, ἀλλὰ παρατηρεῖν: ταπεινοφροσύνη τοῦτό ἐστι. Καὶ νῦν δὲ πάλιν ἐπὶ τῶν αἱρετικῶν ἐβούλετο ἡμᾶς εἰς τὴν κτίσιν καταγαγεῖν. Ὅρα γοῦν πῶς κατεσκεύασε τὸν δόλον: Εἰ εἶπεν, ὅτι Κτίσιν προσκύνει, ἑάλω ἄν: ἀλλὰ τί; Ὁ Θεὸς, φησὶ, κτιστός ἐστιν. Ἀλλὰ ἀποδύσωμεν παρὰ τῇ ψήφῳ τῶν δικαζόντων τὸν νοῦν τῶν Γραφῶν τῶν ἀποστολικῶν: ἐκεῖ αὐτὸν ἀγάγωμεν: αὐτοὶ ἐπιγνώσονται καὶ τὸ κήρυγμα καὶ τὴν λαλιάν. Πολλοὶ κέρδη κερδαίνουσιν, ἵνα ἔχωσι διδόναι πένησι, κέρδη ἄδικα: καὶ οὗτος χαλεπὸς ὁ λογισμός. Ἀλλ' ἀποσκευασώμεθα αὐτὸν, ἐλέγξωμεν, ἵνα μὴ ἁλῶμεν, ἀλλὰ πάσας διαφυγόντες τὰς μηχανὰς τοῦ διαβόλου δυνηθῶμεν μετὰ ἀκριβείας τὰ ὑγιῆ δόγματα κατέχοντες, μετὰ ἀσφαλείας καὶ τὸν παρόντα βίον διανύσαι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.