38
ἀλλ' οὐδὲ ἑτέρα ἂν εὑρεθείη, φησὶν, οὖσα ἐν χερσί μου ἀδικία. Ταῦτα δὲ λέγει, οὐ μεγαληγορῶν, ἀλλ' εἰς ἀνάγκην ἐμπεσὼν τοῦ τὰ ἑαυτοῦ κατορθώματα εἰπεῖν. Ἀλλ' οὐδὲ οὕτω που μέγα τοῦτο πρὸς τὸ μέλλον ῥηθήσεσθαι. Τί δὲ τοῦτό ἐστιν; Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδουσί μοι κακὰ, φησί. Προσέχετε μετὰ ἀκριβείας. Οὐ γὰρ τὸ τυχόν ἐστι τὸ εἰρημένον. Καλὸν μὲν γὰρ τὸ μὴ ἀδικεῖν· πολλῷ δὲ μεῖζον, καὶ φιλοσόφου ψυχῆς, τὸ τὸν ἀδικοῦντα μὴ ἀμύνεσθαι. Καίτοι γε ὁ νόμος τοῦτο παρεῖχεν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ κελεύων, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν· καὶ οὐκ ἦν παράβασις νόμου τὸ γινόμενον· ἀλλ' οὕτω φιλόσοφος ἦν οὗτος, ὡς μὴ μόνον μὴ παραβαίνειν τὸν νόμον, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνειν, καὶ ὑπὲρ τὰ σκάμματα πηδᾷν. Οὐ γὰρ ἐνόμιζεν ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειε τὰ προστάγματα. Ὥσπερ οὖν καὶ Παῦλος ἐποίει, κελευόμενος ἐκ τοῦ Εὐαγγελίου ζῇν, καὶ μὴ ζῶν, ἀλλ' ἀδάπανον τιθεὶς τὸ Εὐαγγέλιον· οὕτω τοίνυν καὶ ὁ μακάριος ∆αυῒδ, τοῦ νόμου διδόντος ἀμύνεσθαι τὸν ἀδικοῦντα, οὐκ ἔμεινεν ἐν τῷ μέτρῳ τούτῳ, ἀλλὰ καὶ ὑπερηκόντισεν. Ἡμεῖς δὲ οὐ τοῦτο ἀπαιτούμεθα μόνον τὸ μὴ ἀνταποδιδόναι, ἀλλὰ καὶ τὸ εὐεργετεῖν. Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ἐπὶ δὲ τοῦ ∆αυῒδ οὐ μικρὸν τὸ μὴ ἀμύνεσθαι, ἀλλὰ καὶ πολλῷ μεῖζον τοῦ νομικοῦ παραγγέλματος. ∆ιό φησιν, Εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου· εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά. Ἐπὶ μὲν γὰρ τοῦ παιδὸς καὶ ἡ φύσις ἐκώλυεν· ἀλλ' εἰ ἑτέρους, φησὶν, ἠδίκησα, ἢ καὶ ἠμυνάμην. Ποίαν οὖν σχοίημεν συγγνώμην ἡμεῖς, ποίαν δὲ ἀπολογίαν, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέτρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευομένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι; Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσος ὁ ἐν τῷ νόμῳ τὰ αὐτὰ κατορθῶν τῷ πρὸ τοῦ νόμου· οὕτως οὔτε ὁ ἐν τῇ χάριτι τῷ ἐν τῷ νόμῳ, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ πολλὴ γίνεται ἡ διαφορά. Τοῦτο δεικνὺς ὁ Παῦλος καὶ ἐπὶ τῆς κακίας, καὶ ἐπὶ τῆς ἀρετῆς, ὅρα κἀκείνους πῶς μειζόνως θαυμάζει, καὶ τούτους μείζονος τιμωρίας ἀξίους ἀποφαίνει εἶναι, οὕτω λέγων· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. εʹ. Εἶδες πῶς τοὺς χωρὶς νόμου κατορθοῦντας ἐπαινεῖ καὶ ἀνακηρύττει; Ὅρα πάλιν καὶ τοὺς ἐν τῇ χάριτι ἁμαρτάνοντας πῶς μείζονος κολάσεως ἀξίους εἶναι 55.87 δείκνυσι τῶν ἐν τῷ νόμῳ διαμαρτόντων, οὕτω λέγων· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος; Καὶ πάλιν τοὺς πρὸ τοῦ νόμου ἐλάττονος δεικνὺς τιμωρίας ἀξίους ὄντας τῶν ἐν τῷ νόμῳ παραβάντων, Ὅσοι, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἡμερώτερον, οὐκ ἔχοντες τὸν νόμον κατήγορον, ἀλλὰ τὴν φύσιν μόνον· Ὅσοι δὲ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· τουτέστι, βαρύτερον, ἔχοντες μετὰ τῆς φύσεως καὶ τὸν νόμον κατήγορον. Ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Εἶδες παῤῥησίαν δικαίου, καὶ ἄριστον συνειδός; Εἰ γὰρ μὴ σφόδρα ἑαυτῷ ἐθάῤῥει, οὐκ ἂν τοιαῦτα ἐπηρᾶτο. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ ἠδίκησα, εἰ ἠμυνάμην, τὰ καὶ τὰ πάθοιμι· καὶ καθ' ἑαυτοῦ τὴν ψῆφον ἐκφέρει, καὶ οὐκ ἀξιοῖ κατὰ τὸ μέτρον κριθῆναι, ἀλλὰ πολλῷ μᾶλλον ὑπὲρ τὴν ἀξίαν διδόναι τὴν δίκην· καὶ ὑπεύθυνον ἑαυτὸν ποιεῖ κολάσει, ἧς ὁ