39
νόμος αὐτὸν εἴργει. Καὶ ὅρα ποία αὐτή· Ἀποπέσοιμι, φησὶν, ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Τουτέστιν, ἄτιμον, ἀνώνυμον ἀπολέσειε, μετὰ τῆς ζωῆς μου καὶ τὴν δόξαν μου διαφθείρειε. Τί ἐστι, Καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι; Ταπεινώσαι, πατήσαι· γενοίμην ἕτοιμος τοῖς ἐχθροῖς, φησί. Τί γένοιτ' ἂν μιαρώτερον τοῦ Ἀβεσσαλὼμ, ὅστις πατέρα, καὶ πατέρα τοιοῦτον, οὕτως ἥμερον καὶ ἐπιεικῆ, ἐδίωκεν, ἀσελγὴς ὢν καὶ ἀκόλαστος καὶ ὑβριστής; Τί οὖν; οὐκ ἀπέδωκε τοῖς ἀνταποδιδοῦσιν αὐτῷ κακὰ, οὐδὲ ἐμνησικάκησεν; Οὐδαμῶς. Κἂν ἐξετάσῃς τοῦ Σαοὺλ τὴν ἱστορίαν, τότε μάλιστα ὄψει ταύτην τὴν φωνὴν διαλάμπουσαν. Τὸν γὰρ μετὰ μυρίας εὐεργεσίας, καὶ τὰ τρόπαια, καὶ τὰς νίκας ἀδικοῦντα, καὶ ἐπιβουλεύοντα, καὶ ἀνελεῖν καθ' ἑκάστην ἐπιθυμοῦντα τὴν ἡμέραν, λαβὼν εἰς χεῖρας καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις καθεύδοντα, καὶ καθάπερ ἐν δεσμωτηρίῳ συγκεκλεισμένον, καὶ δορυφόρων ἔρημον, πολλῶν ἐγκελευομένων σφάξαι καὶ ἀνελεῖν, ἐφείσατο, καὶ τῆς ὀργῆς ἐκράτησε, καὶ ταῦτα εἰδὼς, ὅτι ἀφεὶς αὐτὸν διαφυγεῖν, πολέμιον ἀφήσει ἑαυτῷ καὶ ἐχθρὸν ἀκατάλλακτον. Ἀλλ' ὅμως οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὔτε ὁ φόβος τῶν μελλόντων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν εἰς τὴν σφαγὴν αὐτὸν ἐξήγαγεν ἐκείνην· ἀλλ' ἐφιλοσόφει, καὶ τῆς χειρὸς ἐκράτει, καὶ τὸν θυμὸν ἐχαλίνου, καὶ ᾑρεῖτο κινδυνεύειν καὶ ἐπιβουλεύεσθαι μᾶλλον, καὶ τῆς πατρίδος αὐτῆς ἐκπεσεῖν καὶ τῆς ἐλευθερίας, ἢ τὸν ἐχθρὸν τὸν εἰκῆ καὶ μάτην αὐτῷ ἐπι 55.88 βουλεύοντα, τὸν μετὰ μυρίας εὐεργεσίας φονῶντα, σφάξαι καὶ ἀνελεῖν. Καὶ ἐξ ἑτέρων δὲ πλειόνων ἔστιν ἰδεῖν τὴν φιλόσοφον αὐτοῦ διάνοιαν· διὸ καὶ ἐπαρᾶται αὐτῷ πολλὰ καὶ χαλεπὰ, οἷον τὸ ἄπρακτον ἐπανελθεῖν, τὸ τοὺς ἐχθροὺς κρατῆσαι μετὰ πολλῆς τῆς παρουσίας αὐτοῦ, τὸ ἀνώνυμον ἀποθανεῖν, τὸ παρὰ πολεμίων τοῦτο παθεῖν, ὃ πολὺ τοῦ θανεῖν χαλεπώτερον εἶναι δοκεῖ· διὸ καὶ μυρία μηχανήματα ποιεῖ, πρὸς τὸ μετὰ τὴν τελευτὴν μνημονεύεσθαι. Ὅρα τοίνυν ὅσα ἑαυτῷ ἐπαρᾶται· τὸ ἀνήνυτα πονεῖν, τὸ ὑπὸ τῶν ἐχθρῶν ἡττηθῆναι, τὸ ἀποθανεῖν, τὸ μηδὲ κοινῇ τῇ τελευτῇ, τὸ καὶ τὴν μνήμην αὐτοῦ ἐξαλειφθῆναι, τὸ μετὰ ἀτιμίας· οὐκ ἂν τοσαῦτα ἑαυτῷ ἐπαρασάμενος, εἰ μὴ σφόδρα ἐθάῤῥει τῷ συνειδότι. Εἰ δὲ ἐχθρὸν εἶχεν, οὐδὲν τοῦτο ἐκείνῳ ἔγκλημα· οὐ γὰρ αὐτὸς παρεῖχε λαβάς. Ποίαν γὰρ λαβὴν ἔδωκε τῷ παιδί; ποίαν τῷ Σαούλ; Οὐχὶ τὸν μὲν ἄξια τιμωρίας πράξαντα, πρὸς καιρὸν σωφρονίσας, ἐπανήγαγε καὶ ἀνεκτήσατο· τὸν δὲ φονῶντα κατ' αὐτοῦ, πολλάκις εἰς χεῖρας λαβὼν διέσωσε; Μὴ τοίνυν τοῦτο σκόπει, εἰ ἐχθροὺς εἶχεν, ἀλλ' εἰ αὐτὸς αὐτοὺς κατεσκεύασεν. Οὔτε γὰρ ὁ Χριστὸς τοῦτο ἐκέλευσε, τὸ μὴ ἐχθροὺς ἔχειν· τούτου γὰρ οὐκ ἐσμὲν κύριοι· ἀλλὰ τὸ μὴ μισεῖν· τούτου γὰρ ἡμεῖς κύριοι, ἐκείνου δὲ οὐ πάντως. Τοῦ δὲ μισεῖσθαι εἰκῆ, οὐκ ἐν ἡμῖν ἡ ἐξουσία κεῖται, ἀλλ' ἐν τοῖς μισοῦσι. Καὶ γὰρ οἱ πονηροὶ τοὺς ἀγαθοὺς μισεῖν εἰώθασιν εἰκῆ καὶ μάτην. Καὶ γὰρ καὶ τὸν Χριστὸν ἐμίσουν εἰκῆ, καθὼς λέγει· Ἐμίσησάν με δωρεάν. Καὶ οἱ ἀπόστολοι τοὺς ψευδαποστόλους εἶχον ἐχθροὺς, καὶ οἱ προφῆται τοὺς ψευδοπροφήτας. Οὐ γὰρ τοῦτο δεῖ σκοπεῖν, ὅπως μὴ σχοίημεν ἐχθροὺς, ἀλλ' ὅπως μὴ δικαίως, μηδὲ εὐλόγως· καὶ ὅπως, κἂν μυριάκις μισώμεθα, μὴ μισῶμεν, μηδὲ ἀποστρεφώμεθα· ἔχθρα γὰρ τοῦτό ἐστι, τὸ μισεῖν καὶ ἀποστρέφεσθαι. Ὅταν οὖν μισῶμαι καὶ μὴ μισῶ, ἐκεῖνός με ἐχθρὸν, οὐκ ἐγὼ τοῦτον ἔχω. Ὅταν εὔχωμαι, ὅταν εὐεργετεῖν βούλωμαι, πῶς τὸν τοιοῦτον ἐχθρὸν ἔχω; ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγεν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.