ἀνδρώδεις φρένας· καὶ τούτῳ γὰρ συνέμιξεν ἰσχυρομάχους μάχας, καὶ τόσον κατεπτόησεν ὡς θέλειν τὸν Χοσρόην εἰρήνην ἀνταλλάξασθαι πολέμων ἀνδροφθόρων. καὶ Ῥώμην τὴν πρωτόπολιν, τὴν παλαιτέραν Ῥώμην, Ῥωμαίοις ἀνεσώσατο Γότθων χερσὶν ἁλοῦσαν· ὧν καὶ τὸν ῥῆγα τὸν πολύν, τὸν μέγαν, τὸν φρικώδη, ζωγρήσας σιδηρόδετον ἔσχεν ἐν χειροπέδαις. αὐτὸν δὲ τὸν αὐτάνακτα μέλλοντα κινδυνεύειν καὶ τὴν ζωὴν καὶ τὴν ἀρχὴν ἀθλίως ζημιοῦσθαι μέσων ἀφήρπασε χειρῶν τοῦ στασιώδους ὄχλου. τὸ γὰρ δημοτικώτερον τοῦ πλήθους στασιάσαν, ἡνίκα συζευγνύουσιν ἵππους ἁρματοστρόφοι καὶ δρόμους ἐρεθίζουσι πρὸς ἁμιλλητηρίους, βοὰς ἀφῆκε κατ' αὐτοῦ δυσφήμους τοῦ κρατοῦντος καὶ φλήναφον ἀπέπτυσεν ἀπεραντολεσχίαν. κακοῖς κακὰ δὲ προστιθὲν ἐλάττοσι τὰ μείζω καὶ κράτορα προβάλλεται, δείκνυσιν αὐσονάρχην πατρίκιον Ὑπάτιον, ἄνδρα τῶν ἐπισήμων, Ἀναστασίῳ προσγενῆ τῷ βεβασιλευκότι. ἐνταῦθα Βελισάριος πιμπρᾶται τὴν καρδίαν ἀνδρίζεταί τε κραταιῶς καὶ σπᾶται τὴν ῥομφαίαν, καὶ δορυφόροις σὺν πολλοῖς ἀλκίμοις ὑπερθύμοις καὶ τῷ Ναρσῇ τῷ δεξιῷ καὶ στρατηγικωτάτῳ ὡς λέων θρασυκάρδιος εἰσέπεσεν εἰς μέσους, καὶ τοῦ μωραίνοντος λαοῦ συνέκοψε τὸ σμῆνος ὡς Μωϋσῆς τὸν Μαδιάμ, ὡς Ἰησοῦς Χετταίους. ἐμέθυσε τοῖς αἵμασι τὴν ἑαυτοῦ ῥομφαίαν, καὶ μετετράπη τὸ τερπνὸν εἰς λύπης ἀμετρίαν, ἡμέρα πανηγύρεως ἡμέραν εἰς πενθίμην· τῶν γὰρ πεσόντων ἡ πληθὺς εὑρέθη ποσουμένη εἰς πέντε πρὸς τριάκοντα χιλιανδρίας ὅλας. τὸ μὲν οὖν πλῆθος συσταλὲν ἀπέστη τῆς μανίας, ὁ δὲ κρατῶν ἐξέφυγε τοὺς ἐν ποσὶ κινδύνους. Ἦν τοῦτο τὸ στρατήγημα λαμπρότερον τῶν πρώην, καὶ μέγας Βελισάριος ἦν ἐπὶ στρατηγίαις· ἀλλὰ γὰρ ταῦτ' οὐκ ἤρεσκε τῷ φθόνῳ τῷ κακίστῳ. ἔνθεν πικρὸν ἐνέβλεψε τοῦ στρατηγοῦ τῷ κλέει, καὶ πάσαις ἤλασεν ὁρμαῖς κατὰ τῆς τούτου δόξης· ὁ φθόνος γάρ, ὡς λέγουσιν, οὐκ οἶδε τὸ συμφέρον. ἐντεῦθεν ὁ πολύολβος, ὁ μέγας, ὁ στρατάρχης ὁ τὸν Χοσρόην ἐκφοβῶν τὸν φοβερὸν Περσάρχην, ὁ βασιλεῖς ὑπαγαγὼν ὑπὸ ζυγὸν δουλείας, ὁ σπάθῃ χειρωσάμενος τόσα Λιβύων ἔθνη, ὁ πολεμόκλονος, ὁ πρὶν ἐν μάχαις θυμολέων, φθόνῳ καταστρατηγηθεὶς τῷ χαλεπῷ θηρίῳ ἄτερ στρατοῦ καὶ μαχητῶν καὶ φαρετροφορίας, πέπτωκε πτῶμα δύστλητον, ἐπάξιον δακρύων. γέγονε φεῦ ἐλεεινός, γυμνότερος ὑπέρου· ἔπιε φεῦ τῶν συμφορῶν ὑπερχειλῆ τὸν σκύφον· ἐγύμνωτο τῶν ἑαυτοῦ καθάπερ φυγὰς δοῦλος· ἐκάθητο τὸν δήμιον, ὢ πάθους! περιμένων, πότε τῷ ξίφει τὸν αὐτοῦ τράχηλον ἀποκόψει. φθόνε, θηρίον χαλεπόν, λῃστά, φονεῦ, διῶκτα, σκορπίε μυριόκεντρε, τίγρις ἀνθρωποβόρε, δράκαινα φαρμακεύτρια, βοτάνη θανασίμη, βέλος ἀσίδηρον, αἰχμὴ πασῶν τμητικωτέρα, οἷα ποιεῖς καὶ κακουργεῖς, οἷα δεινὰ τυρεύεις! ὑπερνικᾷ τὸ πάθος με, συγχέει με τὸ πένθος, καὶ προκαλεῖται δάκρυον ἐκ τῶν ἐμῶν ὀμμάτων. ἕως καὶ πότε, λυμεών, οὕτως ὑπερισχύσεις; μέχρι καὶ τίνος, κάκιστε, τὸν βίον συγκυκήσεις, τύραννε κακομήχανε, φόνιε, παντορέκτα. κἀγὼ γάρ, ὡς οὐκ ὤφελον, σαῖς ἐμπεσὼν παλάμαις καὶ πειραθείς σου τῶν βελῶν κεῖμαι μικρὸν ἐμπνέων. Καὶ ταῦτα μὲν ἐλέχθησαν ἡμῖν ἐν παρεκβάσει· ἡ γὰρ πικρία τῆς ψυχῆς λαλεῖν καταναγκάζει. ὁ βασιλεὺς δὲ ζηλωτὴς ὑπάρχων εὐσεβείας πόλεμον ἀνερρίπισε κατὰ τῶν δυσσεβούντων, καὶ πλέον τῶν ἑλληνιστῶν τῆς βωμολόχου πλάνης, κἂν ὕστερον ἀπατηθεὶς ὑπὸ τινῶν βεβήλων, τῇ τῶν ἀφθαρτοδοκητῶν ἑάλω δυσσεβείᾳ. Οὗτος ναὸν ἐδείματο τὸν φεραυγῆ τὸν μέγαν, τὸ τοῦ θεοῦ μου τέμενος, τὸν οὐρανὸν τὸν κάτω, ὃν οἶμαι καὶ τὰ σεραφὶμ αἰδούμενα θαυμάζει. ἂν γὰρ θεὸς καταξιοῖ μένειν ἐν χειροκμήτοις, ἐν τούτῳ πάντως κατοικεῖ· καὶ ποῦ γὰρ ἀλλαχόθι; ἂν οὖν τις παρεικάσειε σφαίρᾳ μὲν οὐρανίᾳ πόλιν τὴν ὀλβιόπολιν, τὴν Κωνσταντίνου πόλιν, τοὺς δὲ ναοὺς τοὺς ἱεροὺς ἀστέρων φεραυγείαις, οὐκ οἶμαι τοῦ καθήκοντος οὗτος ἀποσφαλεῖται. πάντες μὲν οὖν ἐκλάμπουσιν ἀφθόνοις φρυκτωρίαις, καὶ στίλβουσι
40