ταῖς χάρισι καὶ κτίσιν δᾳδουχοῦσι, καὶ χρηματίζουσι φαιδροὶ τοῖς ἐπὶ γῆς ἀστέρες· ἠέλιος δ' ἀνόρουσε λίμνης περικαλλέος, καὶ πάντων ἀπεκρύβησαν ἀστέρων αἱ λαμπάδες. ὑπερεκλάμπει γὰρ φαιδρῶς, ὡς ἐν μικροῖς ἀστρίοις, τοῖς ἱεροῖς τεμένεσιν ἄλλος ἥλιος γίγας, ὁ θεοδόμητος ναός, τὸ κάλλος γῆς ἁπάσης. Τούτῳ συνῆν τῷ βασιλεῖ σύζυγος Θεοδώρα, ταυτόζηλος, ταυτότροπος, μεγαλοπρεπεστάτη. αὕτη ναὸν ἀνήγειρεν ἀπὸ ῥιζῶν ἐσχάτων τοῖς τοῦ κυρίου μαθηταῖς, μετὰ τὸν πρῶτον πρῶτον, γλαυκόφωτον ἂν εἴποι τις ἐν τοῖς ναοῖς σελήνην, εἰς κάλλος δευτερεύοντα τοῦ λαμπραυγοῦς ἡλίου. Ἀλλὰ τοιαύτας χάριτας τῷ βασιλεῖ πλουτοῦντι οὐκ ἦν θυγάτηρ, οὐχ υἱός, οὐ διαδοχὴ γένους. ἔνθεν τοι μέλλων τελευτᾶν καὶ γῆθεν μεταβαίνειν ἐπὶ τὸν ἀδελφόπαιδα βλέπει τὸν Ἰουστῖνον, καὶ τοῦτον αὐσονάνακτα καὶ κράτορα δεικνύει, ἰθύνας τὸ καλλίπρωρον τῆς βασιλείας σκάφος ἐν ἔτεσι τριάκοντα πρὸς ἐννεάδι μιᾷ. Ἦν δὲ χρηστὸς καὶ δίκαιος ὁ νέος Ἰουστῖνος, καὶ τὸ φιλάδικον μισῶν καὶ τὴν κακοτροπίαν, φιλόκαλος, φιλόκοσμος, λαμπρόψυχος, ἀστεῖος, χρημάτων καταφρονητής, στυγῶν σμικρολογίαν. δεῖγμα λαμπρότητος αὐτοῦ καὶ μεγαλοπρεπείας ὁ χρύσεός τε καὶ τερπνὸς ἐν ἀνακτόροις οἶκος, ὃς ἔτι τοῦ δομήτορος τὴν κλῆσιν περισώζει, χαρίτων στίλβων καλλοναῖς καὶ πυραυγίζων πάντῃ. Ἦν μὲν οὖν οὕτω κόσμιος ὁ βασιλεὺς καὶ πρᾶος καὶ μισοπόνηρον αὐχῶν τὴν γνώμην καὶ δικαίαν· ἀλλὰ γὰρ τὸ πολύπονον αὐτοῦ τῆς διαρτίας καὶ τὸ συχνάκις βάλλεσθαι νόσοις ἀλλεπαλλήλοις τὴν πρόθεσιν ἐξέκοπτε τῆς δικαιοπραγίας. οὐ γὰρ προῄει συνεχῶς ἀπὸ τῶν βασιλείων, ὡς εἶναι τοῖς ἐθέλουσιν αὐτῷ προσομιλῆσαι καὶ φιλαδίκων κατειπεῖν ἀνθρώπων ἁρπακτήρων, ἀλλ' εἶχε τοῦτον νοσερὸν ἡ κλίνη καὶ τὸ δῶμα ὥσπερ τι δένδρον εὐγενὲς βρῖθον καρποῖς ὡραίοις καὶ πᾶσι προϊσχόμενον πλουσίαν τὴν ὀπώραν, χειμῶνι δὲ καὶ κρυερῷ πηγνύμενον ἀέρι καὶ παρεμποδιζόμενον εἰς τὸ πεπᾶναι ταύτην. ἐντεῦθεν οἱ σπουδάζοντες ἐκ φιλαδίκου γνώμης τοῖς ἀλλοτρίοις ἐντρυφᾶν καὶ τὰς οὐσίας αὔξειν, κατὰ πολὺν τοῦ θέλοντος κωλύειν ἐρημίαν λίχνοις ἐπεντρανίζοντες ταῖς κόραις τοῖς ὀθνείοις ἐλῄστευον διήρπαζον ἐσύλουν τὰ τῶν πέλας, καὶ φύρσις ἦν ἁπανταχοῦ καὶ στόνος οἰμωγμάτων, ὀλοφυρμοὶ καὶ στεναγμοί, θρῆνοι, στερνοκτυπίαι. πόλις δ' ὁμοῦ μὲν ἔγεμε συχνῶν θυμιαμάτων, ὁμοῦ δ' ὑπερπεπλήρωτο παιάνων καὶ δακρύων. ταῦθ' ὁ κρατῶν ὡς ἤκουσε, τὴν μὲν ψυχὴν ἐπλήγη, οὐκ ἔχων δ' ὅτι δράσειεν (ἔσφιγγον γὰρ αἱ νόσοι) ἐν ἀπειλαῖς ἐπτόησε μόναις τοὺς κακοσχόλους, ὥσπερ εἰ θὴρ ὑπέρακμος ἔξωρος καὶ τριγέρων βλέπει τοὺς σκύμνους τοὺς αὐτοῦ πικρῶς ἁρπαζομένους, καὶ μηδαμόθεν ἄλλοθεν σθένων αὐτοῖς ἀμῦναι φρικώδεις πέμπει βρυχηθμοὺς ἀπὸ καρδίας μέσης. ἀλλ' οὐκ ἐπέρανεν οὐδὲν ὁ βασιλεὺς ἐν τούτοις· ἡ γάρ τοι φιλοχρήματος καὶ ῥυπαρὰ καρδία οὐ δυσωπεῖται τοὺς θεσμοὺς τοὺς τῆς φιλαλληλίας, οὐ φρίσσει βλέφαρον θεοῦ, κράτορας οὐκ αἰδεῖται, οὐ κατοικτείρει συνοχήν, οὐ συντριβὴν καρδίας. Ὡς οὖν τὸ μὲν κακεντρεχὲς κατίσχυεν εἰς πλέον καὶ πανταχοῦ τὰς στυγητὰς ἐξέτεινε πλεκτάνας, καὶ πάντας ἐπεβόσκετο τὸ τῆς κακίας στόμα, ὁ δὲ κρατῶν ἀνῴμωζεν ἤσχαλλεν ἐδυσφόρει, τὶς τῶν ἐν τέλει παρελθὼν εἰς μέσους μετὰ θάρρους "ὦ βασιλεῦ" ἀνέκραγεν, "εἰ θελητόν ἐστί σοι ἐκ τῶν χειρῶν τῶν πονηρῶν ῥύεσθαι τοὺς ἰδίους, ἐμοὶ τῆς ἐκδικήσεως ἐγχείρισαι τὸ ξίφος. κἂν μὲν ἐκτέμω κεφαλὰς τὰς τῆς πλεονεξίας καὶ τρόπου τοῦ φιλάρπαγος ὡς Ἡρακλῆς τῆς ὕδρας, χάρις μοι κείσεται πρὸς σοῦ καὶ πρὸς τῶν ὑπηκόων· εἰ δ' οὔ, μὴ φείσῃ, βασιλεῦ, ἀλλ' ὡς αἰσχύναντί σε πελέκει μοι τὸν τράχηλον ἀπόκοψον ἐνδίκως." ἤκουσε ταῦθ' ὁ βασιλεύς, ἐπένευσεν αὐτίκα, ἐπῄνεσε τὸν ἄνθρωπον τῆς φιλανθρώπου γνώμης, ἀρχὴν τὴν ἀνυπεύθυνον δίδωσι τῷ γενναίῳ (ἔπαρχον ἡ συνήθεια λέγει τὸν ταύτην σχόντα,) καὶ πᾶσι τρόποις παραινεῖ φροντίζειν τοῦ δικαίου. ὁ μὲν οὖν ἀνεζώσατο
41