41
Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην· καὶ ὁ ∆ανιήλ· Θρόνοι ἐτέθησαν, καὶ τὸ κριτήριον ἐκάθισεν. Ἔστι καὶ τὸ βασιλικόν· ὡς ὅταν λέγῃ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ὅθεν καὶ τὸ, Κάθου ἐκ δεξιῶν μου, τὸ ἰσότιμον ἐνδείκνυται. Τί δέ ἐστι τὸ, Ἐν ὀργῇ σου; Καὶ τοῦτο πάλιν θεοπρεπῶς ἐκληπτέον. Ὀργὴ γὰρ τοῦ Θεοῦ οὐ πάθος, ἀλλὰ τιμωρία καὶ κόλασις. Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Ἄλλος φησὶν, Ἐν θυμῷ ἐπὶ τοὺς ἐχθρούς σου. Ἕτερος, Ἐν χόλῳ τῶν θλιβόντων με. Ἕτερος, Ἐν ἀνυπερθεσίαις ἐνδεσμούντων. Ὁ δὲἙβραῖος τὸ, Ἐν τοῖς πέρασι, Βεβαρώθ φησιν. Ὅραπάλιν πῶς ἐνταῦθα οὐχ ἑαυτῷ ἀμύνει, ἀλλ' ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης ταῦτα λέγει. Οὐ γὰρ ἁπλῶς εἶπε, Κόλασον τοὺς ἐχθρούς μου, ἢ τοὺς ἐχθρούς σου· ἀλλ', Ὑψώθητι. Καὶ πῶς ὑψοῦται ὁ ὑψηλὸς, καὶ ἀεὶ ὢν ὕψιστος; Τὸ γὰρ ὕψος αὐτοῦ τῆς φύσεως οὔτε ἐλαττοῦται, οὔτε προσλαμβάνει τι· τέλειος γάρ ἐστι καὶ ἀνενδεὴς, καὶ ἀεὶ ὡσαύτως ἔχων. Πῶς οὖν, καὶ τίνι τρόπῳ ὑψοῦται; Ὑψοῦται ἐν ταῖς διανοίαις τῶν πολλῶν. Οἷον ἐμακροθύμησε πολλάκις· οἱ δὲ ἐχθροὶ οὐ μακροθυμίας ἐνόμισαν εἶναι, ἀλλὰ ταπεινώσεως τοῦτο καὶ ἀσθενείας. Ὥστε καὶ ταπεινοῦται, ἀλλ' οὐκ ἐν τῷ πράγματι, ἀλλ' ἐν τῇ διανοίᾳ ἐκείνων. ζʹ. Καθάπερ γὰρ ὁ ἥλιος ἀμυδρὸς φαίνεται τοῖς ἀσθενοῦσι τὰς ὄψεις, οὕτω δὴ καὶ ὁ Θεὸς ἀσθενὴς καὶ ταπεινὸς ἐν ταῖς διανοίαις ἐκείνων. Ἀλλ' ὥσπερ ὁ ἥλιος οὕτω νομίζεται, οὐκ ἔστι δὲ ἀμυδρὸς, ἀλλὰ τῆς ἀσθενείας ἐκείνων τὸ πάθος· οὕτω καὶ ὁ Θεὸς, κἂν τοῦτο ὑποπτεύηται, οὐκ ἔστιν ἀσθενὴς, ἀλλὰ τῆς ἐκείνων ἀνοίας τὸ σύμπτωμα. Τί οὖν φησιν ὁ δίκαιος; Ὑψώθητι καὶ παρὰ τοῖς ἐχθροῖς ἡμῶν, ἐπέξελθε καὶ δεῖξόν σου τὴν ἰσχὺν, ἵνα οἱ νομίζοντες εἶναί σε ταπεινὸν, ἀφ' ὧν πάσχουσιν, ἴδωσί σου τὴν δόξαν. Εἶδες αὐτοῦ τὸν σκοπὸν, οὐ τὸ ἑαυτοῦ ζητοῦντος, ἀλλὰ τὸ τοῦ Θεοῦ. Τὸ δὲ, Ἐν τοῖς πέρασιν, οἱ μέν φασιν, Ἐν ταῖς κεφαλαῖς, οἱ δὲ, Μηδεὶς διαφύγοι τῶν ἐχθρῶν. Μεγάλη δὲ ἀρετὴ τοῦ δικαίου, ὅταν τοὺς αὐτοὺς ἐχθροὺς ἔχῃ τῷ Θεῷ καὶ τοὺς αὐτοὺς φίλους· ὥσπερ κακία μεγάλη, ὅταν τοὺς τοῦ Θεοῦ φίλους ἐχθροὺς ἔχῃ, καὶ τοὺς ἐχθροὺς φίλους. Ὥσπερ οὖν ὁ Θεὸς ἐχθροὺς ἔχειν λέγεται, οὐ μισῶν, οὐδὲ ἀποστρεφόμενος αὐτοὺς, ἀλλὰ τὰς πράξεις αὐτῶν τὰς πονηρὰς βδελυττόμενος· οὕτω καὶ ὁ δίκαιος ἐχθροὺς ἔχει, οὐκ ἀμυνόμενος αὐτοὺς, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενος. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω. Ἄλλος φησὶν, Ἐν κρίματι. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Ἄλλος φησὶ, Κυκλωσάτω σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον, Κύριε. Ἄλλος φησὶ, Καὶ ἐπάνω αὐτῆς εἰς τὸ ὕψος ὑπόστρεψον. Ἄλλος, Καὶ ἐπὶ ταύτῃ εἰς ὕψος ἐπίστρεψον. Ὁ δὲ Ἑβραῖος τὸ, Ὑπὲρ ταύτης, φησίν, Οὐαλεά. Τί ἐστιν, Ἐν προστάγματι ᾧ ἐνετείλω; Ὥστε βοηθεῖν τοῖς ἀδικουμένοις, καὶ μὴ περιορᾷν, φησὶ, τοὺς ἐπιβουλευομένους. Ὅπερ οὖν ἡμῖν ἐνομοθέτησας, τοῦτο καὶ αὐτὸς διὰ τῶν ἔργων ἡμῖν ἀπόδος. Τινὲς δὲ καὶ 55.91 ἕτερόν φασιν, ὅτι ἐπηγγείλατο ἐχθραίνειν τοῖς ἐχθροῖς αὐτοῦ. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Μηδὲν ἀνθρώπινον μηδὲ ἐνταῦθα ὑπόπτευε. Κἂν γὰρ αἱ λέξεις τοιαῦται, ἀλλὰ τὰ νοήματα θεοπρεπῆ. Τί οὖν ἐστι τὸ, Κυκλώσει σε; Ἀντὶ τοῦ, ᾄσεταί σοι, ὑμνήσει σε, εὐφημίαν οἴσει σοι πολλήν. Ἐπειδὴ γὰρ διὰ χορῶν τοῦτο ἐποίουν, κύκλῳ περιιστάμενοι ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ, καὶ οὕτω τὰς εὐχαριστίας ἀνέφερον, ἀπὸ τοῦ σχήματος τῆς στάσεως αὐτῶν τὴν εὐφημίαν ᾐνίξατο. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπέξελθε, βοήθησον. Τοῦτο γάρ σε καὶ παρὰ τοῖς ἐχθροῖς ὑψηλὸν ποιήσει, καὶ παρὰ τοῦ λαοῦ σου πολλὰς οἴσει τὰς εὐφημίας. Ὅρα πῶς οὐ τὸ αὑτοῦ ζητεῖ, ἀλλὰ τὸ τοῦ Θεοῦ. Πανταχοῦ γὰρ βούλεται καὶ παρὰ τοῖς ἐχθροῖς, καὶ παρὰ τοῖς οἰκείοις αὐτὸν δοξάζεσθαι. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Ὑπὲρ ταύτης,