τοιαύτην δυναστείαν, καὶ ζήλου πλείονος πλησθεὶς εἴχετο τῶν πρακτέων· συνέβη δὲ μετ' οὐ πολὺ γενέσθαι τι τοιοῦτον, λόγου καὶ μνήμης ἄξιον καὶ πρέπον ἱστορεῖσθαι. γυνὴ προσῆλθε πενιχρά, χηρείαν ἀνατλᾶσα, μετ' οἰμωγῆς, μετὰ βοῆς, μετὰ περιπαθείας, καταβοῶσα τῶν λαμπρῶν τινὸς καὶ περιδόξων, πρὸς γένους ὄντος βασιλεῖ, μαγίστρου τὴν ἀξίαν, καὶ τὸν φιλάδικον αὐτοῦ τρόπον αἰτιωμένη ὡς τὴν οὐσίαν τὴν αὐτῆς πᾶσαν διηρπακότος. ἤκουσε ταῦθ' ὁ ζηλωτὴς ἐκεῖνος τοῦ δικαίου, προσέσχε τοῖς οἰμώγμασιν, ᾤκτειρε τὴν γυναῖκα, πέμπει μετακαλούμενος τὸν μάγιστρον εἰς κρίσιν. ὁ μάγιστρος οὐ πείθεται, καταφρονεῖ τῆς δίκης, καταγελᾷ τοῦ δικαστοῦ, τὴν κρίσιν μυκτηρίζει. καὶ δεῖπνον ἁβροτράπεζον τελοῦντος τοῦ κρατοῦντος συμποσιάζων μετ' αὐτοῦ σὺν ἄλλοις ἀφικνεῖται. τὸ μετὰ τοῦτο τί καὶ πῶς; ὁ δικαστὴς θυμοῦται, φοιτᾷ πρὸς τὰ βασίλεια, φαίνεται τῷ κρατοῦντι, βλέπει λιπαροτράπεζαν ἐν μέσῳ πανδαισίαν, ὁρᾷ συνανακείμενον μετὰ τῶν δαιτυμόνων ἐκεῖνον τὸν ἀπόζοντα πλεονεξίας μύσους. ὡς εἶδεν, ἀναφλέγεται τῷ ζήλῳ τὴν καρδίαν, καὶ παρρησιασάμενος φησὶ πρὸς Ἰουστῖνον "εἰ μὲν ἐμμένεις, βασιλεῦ, τοῖς προτεθεσπισμένοις καὶ βούλει τοὺς φιλάρπαγας ὑπάγεσθαι ταῖς δίκαις, κἀγώ σοι πρόθυμος ποιεῖν τὰ προϋπεσχημένα· εἰ δέ σοί τις μετάμελος ὧν ἔπραξας ἐπῆλθε, ἐμοὶ τὴν ἔπαρχον ἀρχὴν ταύτην παρεσχηκότι, ἰδού σοι πάρεστιν αὐτὴν πάλιν ἀπολαμβάνειν. ἐγὼ γὰρ ἀναιτίατος σοῦ ποιουμένου φίλους τοὺς ἐξαγίστους καὶ σκαιοὺς καὶ τοὺς ὑπομοχθήρους, καὶ συμπαραλαμβάνοντος συμπότας ὁμοδείπνους ἀνθρώπους κακογνώμονας καὶ κακεντρεχεστάτους." πρὸς ταῦθ' ὁ γαληνότατος καὶ πρᾶος Ἰουστῖνος περιπαθές τι καὶ βαρὺ καὶ βύθιον οἰμώξας "εἰ μὲν ἐγώ" φησιν "αὐτὸς ἄδικον εἴργασμαί τι, αὐτίκα με κατάρραξον τοῦ βασιλείου θρόνου· εἰ δέ τίς μοι τῶν συμποτῶν καὶ συνανακειμένων, τοῦτό σοι πάρεστι ποιεῖν ὃ πάλαι διεσκέψω." βαβαὶ τῆς γαληνότητος καὶ τῆς χρηστότητός σου, αὐτοκρατόρων ἄριστε, δικαιοφύλαξ πρᾶε. εἴρηκε μὲν ὁ βασιλεύς, ὁ μάγιστρος δ' αὐτίκα ἀναρπαγεὶς πρὸς τοῦ κριτοῦ σὺν ἑλκυσμοῖς βιαίοις ἐκ συμποσίου καὶ τρυφῆς, ἐκ μέσων ὁμοδείπνων, ἐκ τραπεζῶν πολυτελῶν καὶ μεγαλοδαπάνων, ἤγετο πρὸς κριτήριον δίκας ὑφέξειν μέλλων. ἐστάθη πρὸ τοῦ βήματος τρέμων πεφοβημένος ὁ πρὶν ὑπεραιρόμενος, ὁ σοβαρός, ὁ γαῦρος. καὶ πάλιν τὸ μὲν γύναιον ὡς πρώην κατηγόρει καὶ προύφερε τὴν ἁρπαγήν, ἤλεγχε τὴν κακίαν· ὁ δὲ πεφίμωτο καὶ βοῦν ἐπὶ τῆς γλώττης εἶχεν, ὁ πρὶν σοβαροπρόσωπος, ὁ πρώην φρυακτίας. οὕτως ἀπαρρησίαστον κακομηχάνου στόμα. ὡς οὖν ζητήσας ἀκριβῶς καὶ πολυπραγμονήσας ὁ μεγαλόνους δικαστὴς καὶ τοῦ δικαίου φύλαξ εὗρε παθοῦσαν συμφορὰς βαρυσυμφορωτάτας τὴν προσελθοῦσαν ὡς χερσὶν ἀδίκοις λῃστευθεῖσαν, ὠμοῖς βουνεύροις τὸν λαμπρὸν ἐκεῖνον καταικίζει καὶ ταῖς χαλάζαις τῶν πυκνῶν μαστίγων μωλωπίζει, καὶ πᾶν τὸ σῶμα ταῖς πληγαῖς κατάστικτον δεικνύει, εἶτα ψιλοῖ τὸ γένειον ἕως ἐπιδερμίδος, κείρει καὶ τρίχας κεφαλῆς, τὸ πρόσωπον αἰσχύνει, παλιμπετῆ παλίνστροφον ἐπιβιβάζει κτήνους, δημοσιεύει τὸ κακὸν ἐν μέσοις λεωφόροις, καὶ θριαμβεύει δυσκλεῶς τοῦτον καὶ στηλιτεύει, καὶ τῆς οὐσίας τῆς αὐτοῦ δεσπότην καθιστάνει τὴν ὑπ' αὐτοῦ πολλὰ δεινὰ τλᾶσαν καὶ πικρανθεῖσαν. οὕτως οὐδὲν ἐφάμιλλον φιλελευθέρῳ γνώμῃ· οὕτως ἀφιλοχρήματος καὶ μὴ δεδουλωμένος εὐπαρρησίαστος ἀνὴρ οὐ πρόσωπα λαμβάνει, οὐ δειλιᾷ τοὺς ὑψηλούς, οὐδένα καταπτήσσει, πτηνός, ἂν εἴπῃς, ἀετός, εὔπτερος, ὑψιβάμων, ὑπ' οὐδενὸς κρατούμενος τῶν ἐπὶ γῆς πραγμάτων. ἂν ἔχῃς γνώμην καθαρὰν κερδῶν ὑψηλοτέραν, ἂν μὴ ῥυπαίνῃς τὴν ψυχὴν λημμάτων κιβδηλίαις, οὐ πτοηθήσῃ βασιλεῖς, οὐκ αἰσχυνθήσῃ δῆμον, οὐ πτήξεις ὑπερέχοντας, οὐ μεγαλοδυνάμους. Ἀλλ' ἐπανακαμπτέον μοι πρὸς τὰ τῆς ἱστορίας. τοῦτο πολλοὺς ἐφόβησε, τοῦτο πολλοὺς ἐπέσχεν· ἐντεῦθεν συνεστάλησαν πολλοὶ τῆς ἀδικίας τὴν πρόθεσιν καὶ τὴν ὁρμὴν τὴν εἰς πλεονεξίαν· τὸ δυσπαράκλητον καὶ γὰρ καὶ φοβερὸν
42