42
τίνος; Τῆς συναγωγῆς, φησί· τουτέστι, διὰ ταύτην Εἰς ὕψος ἐπίστρεψον· ὕψωσον ἡμᾶς, ἀνάγαγε ἡμᾶς, ὑψηλὰ ποίησον πράγματα, λαμπροτέραν αὐτὴν καὶ περιφανῆ ποίησον, ἐπὶ τὴν προτέραν αὐτὴν εὐπραγίαν ἐπανάγαγε. Ὅρα δὲ πανταχοῦ ταῖς ἱκετηρίαις ἀναμιγνύντα καὶ διδασκαλίαν. Καὶ γὰρ πρὸ τούτου εἰπὼν, Οἰκτείρησόν με, καὶ εἰσάκουσόν μου, τρέπει τὸν λόγον εἰς συμβουλὴν, οὕτω λέγων· Υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι; Καὶ ἐνταῦθα εἰπὼν, Εἰς ὕψος ἐπίστρεψον, Κύριε, ἐπάγει· Κύριος κρινεῖ λαούς. Ἄλλος δέ φησι, Κύριος δικάσει. ∆ιδάσκει τοὺς νομίζοντας ἁπλῶς καὶ ὡς ἔτυχεν ἅπαντα φέρεσθαι, ὅτι πρόνοιά τις ἐφέστηκε τοῖς πράγμασιν, ἀπαιτοῦσα εὐθύνας τῶν γινομένων. Κρίσιν δὲ ἐνταῦθα τήν τε μέλλουσαν λέγει, τήν τε παροῦσαν. Ἐκεῖ μὲν γὰρ καθόλου καὶ ἡ σαφὴς ἐκείνη· ἐκ μέρους δὲ καὶ ἐνταῦθα ἀπαιτεῖ δίκας, τούς τε ῥᾳθυμοτέρους διεγείρων, καὶ τοὺς ἀπιστοτέρους ἐφελκόμενος εἰς τὴν ἔννοιαν τῆς περὶ τοῦ παντὸς προνοίας. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου. Ἄλλος, Κατὰ τὸ δίκαιόν μου. Καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. Ἄλλος φησὶν, Ἀπαρτισθήτω κάκωσις κατὰ τῶν ἀσεβῶν. Καὶ κατευθυνεῖς δίκαιον. Ἄλλος, Καὶ ἑδράσεις δίκαιον. Πῶς ὁ λέγων ἀλλαχοῦ, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ἐνταῦθά φησι, Κρῖνόν με κατὰ τὴν δικαιοσύνην μου; Ὅτι ἕτερον τοῦτο, καὶ ἕτερον ἐκεῖνο. Ἐκεῖ μὲν γὰρ λέγων, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, μὴ κριθῇς σὺ πρὸς ἐμὲ, δηλοῖ, μηδὲ πρὸς ἀντιπαράθεσιν τῶν εὐεργεσιῶν τῶν παρὰ σοῦ τὸν ἐμὸν βίον ἐξετάσῃς. ∆ιὸ καὶ ἐπήγαγεν, Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, τουτέστι, πρὸς σὲ κρινόμενος. Ἐνταῦθα δὲ οὐ τοῦτό φησιν· οὐ γὰρ πρὸς αὐτὸν κρίνεσθαι βούλεται, ἀλλὰ πρὸς ἑαυτόν. ∆ιὸ καὶ, Κατὰ τὴν δικαιοσύνην μου, εἶπε, τουτέστι, κατὰ τὴν δικαιοσύνην τὴν ἐμήν. ∆ικαιοσύνην δὲ ἐνταῦθα λέγει, τὸ μὴ ἄρξαι χειρῶν ἀδίκων· ὅπερ ἔλεγεν ἀνωτέρω, Εἰ ἐποίησα τοῦτο, καὶ τὰ ἑξῆς. Τὸ αὐτὸ δὲ τοῦτο δηλοῖ τὸ, Κατὰ τὴν ἀκακίαν μου· κατὰ τοῦτο βούλομαι κριθῆναι, φησί. 55.92 Πολλὴ καὶ ἐνταῦθα ἡ παῤῥησία τοῦ δικαίου. Ταῦτα δὲ λέγει εἰς ἀνάγκην ἐμπεσών. Ποίαν δὴ ταύτην; Ὅτι πονηρὰν παρὰ πολλοῖς ἀνοήτοις, ἀφ' ὧν ἔπασχεν, ἐκτᾶτο δόξαν. Οἱ γὰρ πολλοὶ τῶν ἀνοήτων, ἀπὸ τῶν συμφορῶν καὶ τὸν βίον διαβάλλειν εἰώθασιν· ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονε. ∆ιὸ καὶ ἔλεγον, μηδὲν αὐτῷ συνειδότες πονηρόν· Οὐκ ἄξια ὧν ἡμάρτηκας μεμαστίγωσαι. Καὶ τὸν Παῦλον δὲ πονηρόν τινα καὶ κακοῦργον ᾤοντο εἶναι οἱ βάρβαροι, ἐπειδὴ ἡ ἔχις εἴχετο αὐτοῦ τῆς χειρός. ∆ιὸ καὶ ἔλεγον, Σωθέντα τὸν ἄνθρωπον τοῦτον ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε. Καὶ ὁ Σεμεεὶ δὲ ἀνδροφόνον ἐκάλει τὸν ∆αυῒδ, ἀπὸ τῆς συμφορᾶς ταύτην τὴν πονηρὰν περὶ αὐτοῦ φέρων ψῆφον. ηʹ. Ἵν' οὖν καὶ ὑμεῖς μὴ τοῦτο πάθητε, φέρε μικρὸν περὶ τούτων διαλεχθῶμεν. Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων· Εἰ ἐφίλει ὁ Θεὸς τοὺς πένητας, οὐκ ἂν εἴασεν εἶναι πένητας· ἑτέρων πάλιν, ὅταν ἴδωσί τινα ἀῤῥωστίᾳ καὶ νόσῳ μακρᾷ παλαίοντα· Ποῦ αἱ ἐλεημοσύναι τοῦ δεῖνος; ποῦ δὲ αἱ εὐπραγίαι; Ἵν' οὖν μὴ τοιαῦτα ἁμαρτάνητε, τὸν περὶ τούτων διευκρινήσωμεν λόγον. Εἰ γὰρ ἄνθρωπος νοῦν ἔχων, οὔτε μισάγαθος, οὔτε φιλοπόνηρος γένοιτ' ἂν, πῶς σὺ τολμᾷς τοιαῦτα λέγειν περὶ Κυρίου, ὅτι τοὺς ἐν πενίᾳ, κἂν ἐν ἀρετῇ ὦσι, μισεῖ ὁ Θεὸς, τοὺς δὲ ἐν πλούτῳ, κἂν ἐν κακίᾳ, φιλεῖ, βλάσφημον στόμα ἀνοιγνὺς, καὶ οὐκ ἐννοῶν τῆς ἀτοπίας τὸ μέγεθος; Ἵν' οὖν μὴ τοιαῦτα ἁμαρτάνῃς, μάθε τί φιλεῖ ὁ Θεὸς καὶ μισεῖ. Τίνα τοίνυν φιλεῖ; Τὸν τὰς ἐντολὰς αὐτοῦ τηροῦντα. Τοῦτον γὰρ ἀγαπήσω, φησὶ, καὶ ἐλεύσομαι πρὸς αὐτόν· οὐ τὸν πλουτοῦντα, οὐ τὸν ὑγιαίνοντα, ἀλλὰ τὸν ὑπακούοντα τοῖς ἐμοῖς προστάγμασι. Τίνα δὲ μισεῖ καὶ