εἰς κρίσεις τοῦ δικαστοῦ κατέσεισεν ἁπάντων τὰς καρδίας. ἔνθεν γαλήνη πανταχοῦ τῆς δικαιοπραγίας ἀντὶ χειμῶνος καὶ στυγνῆς θυέλλης ἐφηπλώθη. ἀντὶ κυμάτων καὶ βρασμῶν ἐγέλασεν εὐδία, καὶ πέλαγος ἀτάραχον ἐπλέετο τοῦ βίου· πνεῦμα θεοῦ γὰρ ἄντικρυς ἐπέπνεεν ἡδύπνουν, καὶ κατεσίγαζε δεινὰς καὶ πολυρρόθους ζάλας. Τούτῳ συνῆν τῷ βασιλεῖ καὶ σύζυγος Σοφία, ἀνδρεία, μεγαλόψυχος, μεγαλοδωροτάτη. ἥτις μαθοῦσα τὸ κοινὸν κόπτεσθαι καὶ στυγνάζειν ὡς χρέεσι βαρούμενον οἷα δεσμοῖς ἀφύκτοις, συναγαγοῦσα τῶν χρεῶν πάντα τὰ γραμματεῖα αὐτὰ μὲν ἐπυρπόλησε, τοῖς δὲ χρεωφειλέταις ἀπέδωκε τὰ δάνεια χρημάτων ἐξ οἰκείων. ὅσοις δ' ἑτέροις ἀγαθοῖς καὶ μεγαλοδωρίαις ὁ βασιλεὺς ἡ βασιλὶς ἐπίαναν τὰς πόλεις, ἅπασι πάρεστι μαθεῖν ἐκ τῶν ὀλίγων τούτων· καὶ γάρ τοι καὶ μικρότατον γεῦμα τὸν ὅλον πίθον καὶ πέπλον τὸ εὐύφαντον τὸ κράσπεδον γνωρίζει, καὶ λέων ὁ μεγάθυμος δῆλος ἐκ τῶν ὀνύχων. Ἐπεὶ δ' οὐκ ἦν θυγάτριον ἀλλ' οὐδ' υἱὸς ἐκείνοις, ὁ βασιλεὺς Τιβέριον εἰσποίητον ὡς παῖδα ἐπιλεξάμενος δεινὸν ἐν στρατηγίαις ὄντα πρῶτα μὲν τῷ τοῦ Καίσαρος κατακοσμεῖ στεφάνῳ, μετὰ βραχὺ δὲ πρὸς ταὐτὸ συναγαγὼν τὸν ὄχλον, τοὺς ἱερεῖς, τὴν σύγκλητον, ἅπαντας τοὺς ἐν τέλει, καὶ παραινέσεσι πολλαῖς ἐνθέοις καταρτίσας, τὰ σκῆπτρα παραδίδωσι τῆς αὐτοκρατορίας, ἔτι καὶ ζῶν καὶ περιὼν καὶ μὴ τὰ λοῖσθα πνέων, ἔτεσι δέκα πρὸς τρισὶ μῆνας σκηπτροκρατήσας. ἀλλὰ γὰρ ὕπνωσε μικρὸν ἐπιβιοὺς τὸν ὕπνον τὸν νήγρετον καὶ πάγκοινον, τὸν ἀπὸ τοῦ θανάτου, καὶ λίθος κατεκάλυψε τὸν τηλικοῦτον ἄνδρα· οὐ γὰρ καλόν, οὐκ ἔμπικρον ἡ φύσις δυσωπεῖται, ὁμοῦ δὲ φύρδην ἅπαντας τίθησι τυμβοχώστους. Ὡς ἤδη δὲ Τιβέριος παρῆλθεν εἰς τὸ κράτος, ἐκ πρώτης, ὡς φασί, γραμμῆς ἔδειξε τὰς ἐλπίδας μὴ ψευσαμένας ἐπ' αὐτῷ τοῦ προχειρισαμένου. τὴν μὲν γὰρ μεγαλόδωρον βασίλισσαν Σοφίαν μυρίαις ἀντημείψατο ταῖς ἀγαθοεργίαις, τοῖς δ' ὑπηκόοις ὀχετοὺς ἔβλυσεν εὐποιίας καὶ φλέβας ἀνεστόμωσε χρυσίτιδας ἀφθόνους. ἐπὶ παραμυθίᾳ δὲ τῶν νόσοις παλαιόντων καὶ τῶν καμνόντων τῷ λυγρῷ καὶ πολυπόνῳ γήρᾳ οἴκους ἀνήγειρε πολλοὺς καὶ πενητοτροφεῖα. καὶ πρῶτος κατεβάλετο τὰς ῥίζας τοῦ τεμένους τῶν τεσσαράκοντα Χριστοῦ μαρτύρων καλλινίκων. ἐπὶ δυσὶ σαλεύων δὲ τὸν βίον θυγατράσι τούτων μιᾷ συζεύγνυσι Μαυρίκιον εἰς γάμον, ἄνδρα δραστηριώτατον, τὸ γένος Καππαδόκην, καὶ μέλλων γαμοδαίσια τῆς νύμφης ἑορτάζειν ἀναγορεύει Καίσαρα τὸν τῆς παιδὸς νυμφίον. καὶ μετ' ὀλίγον τελευτᾷ πρὸ χρόνου, πρὸ τῆς ὥρας, μὴ γήρως ἐφαψάμενος, μὴ κατιδὼν τὸν στάχυν τῆς ἡλικίας ὥριμον καὶ χρῄζοντα δρεπάνου, ἰθύνας τὸ βασίλειον τέσσαρσι χρόνοις κράτος. εὐθὺς δ' ἐπιλαμβάνεται Μαυρίκιος τῶν σκήπτρων, τοῦ Τιβερίου κρίναντος τὸν ἄνδρα βασιλεύειν. Οὗτος γαμβρὸν ἐπ' ἀδελφῇ τὸν Φιλίππικον ἔσχεν, ἄνδρα γενναῖον, εὔτολμον, μέγαν ἐν στρατηγίαις, καὶ πλούτῳ περιβρίθοντα καὶ λάμποντα συνέσει, ἄρτι λιπόντα τὴν λαμπρὰν Ῥώμην τὴν πρεσβυτέραν καὶ πρὸς Κωνσταντινούπολιν μετακεχωρηκότα. τοῦτον λαμπρὸν γενόμενον ἐπὶ τροπαιουχίᾳ καὶ παραλύσαντα Περσῶν τὸ φρύαγμα τὸ γαῦρον καὶ καταγωνισάμενον ἐν μάχαις φρικαλέαις ὑπώπτευε Μαυρίκιος ὡς δὴ βασιλειῶντα καὶ παραρπάζειν θέλοντα τὴν αὐτοκρατορίαν. ἦν δὲ παραίτιον αὐτῷ ταύτης τῆς ὑποψίας, ὅτι τινὲς τῶν περιττῶν καὶ τῶν προφοιβαζόντων τῷ Μαυρικίῳ προύφερον ὕθλους τινὰς γραώδεις, ὡς τὴν ζωὴν καὶ τὴν ἀρχὴν ἀφαιρεθῆναι μέλλοι πρός τινος ἔχοντος τὸ φῖ στοιχεῖον ἐν τῇ λήσει. ἐντεῦθεν ὁ περίλαμπρος, ὁ μέγας ἐν ταῖς μάχαις τοῦ φθόνου φεῦ ἀποληφθεὶς ἐν μέσοις ἀρκυστάτοις μεταμφιέννυται στυγνὴν ἀντὶ λαμπρᾶς ἐσθῆτα, καὶ τῶν τριχῶν τῆς κεφαλῆς σίδηρος κατορχεῖται τοῦ πολυόλβου, τοῦ κλεινοῦ, τοῦ καρτεροκαρδίου. Ἀλλ' ἦσαν ἄρα γηγενῶν ἐπισφαλεῖς αἱ φρένες, καὶ πρὸς τὰ μέλλοντα τυφλαὶ τῶν λογισμῶν αἱ κόραι. εἰς τί μὲν οὖν κατήντησε καὶ τέλος οἷον ἔσχε τὸ φοίβασμα καὶ κόμψευμα τῶν τερατολογούντων, τοῖς ἐφεξῆς γνωσθήσεται
43