43
ἀποστρέφεται; Τὸν μὴ ποιοῦντα τὰς ἐντολὰς αὐτοῦ. Ὅταν τοίνυν ἴδῃς τινὰ τὰς ἐντολὰς αὐτοῦ μὴ ποιοῦντα, κἂν ὑγιαίνῃ, κἂν πλούτῳ περιῤῥέηται, ἐν τοῖς μισουμένοις αὐτὸν τίθει· τὸν δὲ ἐνάρετον, κἂν νοσοῦντα ἴδῃς, κἂν πενόμενον, ἐν τοῖς φιλουμένοις ἀρίθμει. Οὐ γὰρ ἐν τούτοις τὰ τῆς φιλίας, ἀλλ' ἐν ἐκείνοις. Ἢ οὐχ ὁρᾷς καὶ ἐπὶ τῶν βιωτικῶν, τοὺς τῶν βασιλέων φίλους, μάλιστα τούτους προκινδυνεύοντας ἐν πολέμοις, καὶ τραύματα ἔχοντας, καὶ ἀποδημίαν στελλομένους; Οὐκ ἤκουσας, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται; Ἀλλὰ πολλοὶ σκανδαλίζονται, φησὶ, ταῦτα ὁρῶντες. Οὐ δι' αὐτοὺς, ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν. Οὐ γὰρ ἐνταῦθα ἡ ἀντίδοσις ἡμῖν τῶν πόνων· ἀλλὰ τὰ μὲν ἐνταῦθα σκάμματα· τὰ δὲ μετὰ ταῦτα ἔπαθλα καὶ στέφανοι. Μὴ ζήτει τοίνυν ἐν καιρῷ τῶν παλαισμάτων καὶ ἐν ἡμέρᾳ παγκρατίου τὴν ἄνεσιν καὶ τὴν ἄδειαν· μηδὲ σύγχεε τοὺς καιρούς. Ἀλλ' ἀσθενέστεροι πολλοὶ, φησὶν, εἰσίν. Ἀλλὰ καὶ τούτων προενόησεν ὁ Θεός· καὶ εἴασε πολλοὺς καὶ τῶν δικαίων ἐν εὐπραγίᾳ καὶ ἐνταῦθα, οὐ δι' ἐκείνους, ἀλλὰ διὰ τοὺς ἀσθενεστέρους. Ὥστε εἰ καὶ σκανδαλίζουσί σε οἱ ἐν θλίψει, οἰκοδομείτωσάν σε οἱ ἐν ἀνέσει· καὶ εἰ ὑποσκελίζουσί σε οἱ ἐν εὐπραγίᾳ τῶν πονηρῶν, ἀνορθού 55.93 τωσάν σε οἱ ἐν κολάσει καὶ τιμωρίᾳ. Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε; Τί τοίνυν ζητεῖς ἄνεσιν, ἐκείνου ταῦτα εἰπόντος; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, Ὁ κόσμος χαρήσεται, ὑμεῖς ἀεὶ λυπηθήσεσθε; Ὥστε εἰκὸς ἦν σκανδαλίζεσθαι τοὺς ἀνοητοτέρους, εἰ τὰ ἐναντία ἐγένετο ὧν εἶπεν· εἰ δὲ κατὰ ἀκολουθίαν πάντα προβαίνει, τίνος ἕνεκεν σκανδαλίζῃ; Καὶ τίνος ἕνεκεν, φησὶν, οὕτω διετύπωσεν ὁ Θεός; Μὴ ἐξέταζε, μηδὲ πολυπραγμόνει. Οὐδὲ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας οὕτω; ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἐπετίμα τοῖς Ἰουδαίοις, ὅτι μυρίων γέμοντες κακῶν, τοῦ Θεοῦ τὰς ὁδοὺς περιεργάζοντο, λέγων· Γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· ὅμοιον ποιοῦντες, ὥσπερ ἂν εἴ τις οἰκέτης προσκεκρουκὼς, καὶ μυρίων ὑπεύθυνος ὢν ἐγκλημάτων, παρεὶς τὸ λῦσαι τὴν ὀργὴν τοῦ δεσπότου, εὐθύνας αὐτὸν ἀπαιτοίη, τί δήποτε τοῦτο πεποίηκε. Μὴ δὴ ταῦτα ζήτει, ἀφεὶς τὸ κλαίειν καὶ θρηνεῖν, καὶ τὰ οἰκεῖα ἀπονίπτεσθαι κακά. Ταῦτα λέγω, οὐχ ὡς ἀπορῶν τὸν λόγον εἰπεῖν, ἀλλὰ βουλόμενός σε ἀπὸ τῆς πολυπραγμοσύνης ταύτης εἰς τὴν περὶ οἰκείας σωτηρίας μέριμναν ἐμβαλεῖν. Τίνος οὖν ἕνεκεν οὕτως ἐπέταξε; Τοῦ γένους φειδόμενος τοῦ τῶν ἀνθρώπων. Τὸν μὲν γὰρ πόνον ἐνταῦθα συνεκλήρωσεν, ἔνθα βραχὺς ὁ βίος· τοὺς δὲ στεφάνους εἰς τὸ μέλλον ἐταμιεύσατο, ἔνθα ἀγήρως καὶ ἀτελεύτητος ὁ αἰών. Καὶ ὁ μὲν πόνος οὗτος ταχέως παραλύεται καὶ παρατρέχει· ἐκεῖνα δὲ ἀθάνατα μένει, οὐδέποτε πέρας ἔχοντα. Ἄλλως δὲ καὶ γυμνάζει τὰς ψυχὰς εἰς τὸ τῆς ἀρετῆς φίλτρον. Ὅταν μὲν γὰρ καὶ μετὰ πόνων αὐτὴν αἱρῆται, μηδέποτε ἔπαθλον λαμβάνουσα, μελετᾷ διακεῖσθαι πρὸς αὐτὴν μετὰ πολλῆς τῆς ἀκριβείας· ὅταν δὲ καὶ μεθ' ἡδονῆς τὴν κακίαν φεύγῃ, μηδέποτε κόλασιν ὑπομένουσα, γυμνάζεται μισεῖν αὐτὴν καὶ ἀποστρέφεσθαι. Ὥστε ἀπὸ τούτου καὶ ἕξιν λήψεται τῆς ἀπεχθείας τῆς πρὸς τὴν πονηρίαν, καὶ τῆς ἀγάπης τῆς πρὸς τὴν ἀρετήν. Ἔστι καὶ ἕτερος λόγος. Ποῖος δὲ οὗτος; Ὅτι μάλιστα πρὸς φιλοσοφίαν ἡ θλίψις ἀλείφει, καὶ ἰσχυροτέρους ποιεῖ. Καὶ μετὰ τούτου πάλιν ἄλλος. Ποῖος δὲ οὗτος; Βούλεται παιδεῦσαι τῶν παρόντων ὑπερορᾷν, καὶ μὴ προσηλῶσθαι, μηδὲ συνδεδέσθαι αὐτοῖς. ∆ιὰ δὴ τοῦτο καὶ θλίψιν συνεκλήρωσε καὶ πόνον, καὶ τὰ χρηστὰ αὐτὰ καὶ φαιδρὰ εὐκατάλυτα πεποίηκε. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον. Τί ἐστι, Συντελεσθήτω; Ἐπάγαγε, φησὶ, τιμωρίαν, καὶ στήσεις αὐτοὺς τῆς κακίας. Καθάπερ γὰρ αἱ σηπεδόνες πικροῖς εἴκουσι φαρμάκοις, καὶ καύσεσι καὶ τομαῖς· οὕτω καὶ ἡ πονηρία ὑπὸ τιμωρίας κωλύεται. θʹ. Ταῦτ' οὖν εἰδότας, οὐ τοὺς