ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. ΟΜΙΛΙΑ Αʹ. Τὸν μὲν πρῶτον λόγον ἐποιησ

 ΟΜΙΛΙΑ Βʹ. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον τες: Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστά νεις τὴν βασιλείαν τῷ Ἰσραήλ αʹ. Ὅταν τι μέλλωσιν

 ΟΜΙΛΙΑ Γʹ. Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν. αʹ. Τότε, φησὶ

 ΟΜΙΛΙΑ Δʹ. Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεν τηκοστῆς, ἦσαν ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό: καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος. αʹ. Τίς ἐστιν αὕτη

 ΟΜΙΛΙΑ Εʹ. Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσα λὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. αʹ. Οὓς ξένους εἶπεν ἀνωτέ

 ΟΜΙΛΙΑ Ϛʹ. Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους τούτους. αʹ. Οὐκ ἔστι κολακεία τὸ ῥῆμα: ἀλλ' ἐπειδὴ καθήψατο αὐτῶν σφοδρῶς, ἀνίησιν αὐτοὺς λοιπ

 ΟΜΙΛΙΑ Ζʹ. Ἀκούσαντες δὲ τοὺς λόγους τούτους, κατενύγη σαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους: Τί ποιήσωμεν, ἄνδρες ἀδε

 ΟΜΙΛΙΑ Ηʹ. Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαι νον εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. αʹ. Πανταχοῦ φαίνονται οὗτοι πολλὴν ἔχον

 ΟΜΙΛΙΑ Θʹ. Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν: Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ

 ΟΜΙΛΙΑ Ιʹ. Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ. αʹ. Οὔπω τῶν προτέρων ἀναπνεύσαντες πειρασμῶν, εὐθέ

 ΟΜΙΛΙΑ ΙΑʹ. Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. αʹ. Οὐχὶ φιλοτιμίας ἕνεκεν δι

 ΟΜΙΛΙΑ ΙΒʹ. Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀπο στόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρα κλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρ χοντος αὐτ

 ΟΜΙΛΙΑ ΙΓʹ. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀ

 ΟΜΙΛΙΑ ΙΔʹ. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀν θρώπους γενέσθ

 ΟΜΙΛΙΑ ΙΕʹ. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. αʹ. Ὅρα, πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος καὶ τὰ π

 ΟΜΙΛΙΑ ΙϚʹ. Ἐλάλησε δὲ οὕτως ὁ Θεὸς λέγων, ὅτι Ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρα κόσια: καὶ

 ΟΜΙΛΙΑ ΙΖʹ. Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπ έστειλε

 ΟΜΙΛΙΑ ΙΗʹ. Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν. αʹ. Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρημένων ἀφορμὴν εἰς τὸ

 ΟΜΙΛΙΑ ΙΘʹ. Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέ γων: Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γά

 ΟΜΙΛΙΑ Κʹ. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι: Ἀνανία. Ὁ δὲ εἶπεν: Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸ

 ΟΜΙΛΙΑ ΚΑʹ. Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς: καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μα θητής.

 ΟΜΙΛΙΑ ΚΒʹ. Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκα τοντάρχης, ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ

 ΟΜΙΛΙΑ ΚΓʹ. Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς: καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος

 ΟΜΙΛΙΑ ΚΔʹ. Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπε σε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περι τομῆς πι

 ΟΜΙΛΙΑ ΚΕʹ. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενο μένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λ

 ΟΜΙΛΙΑ ΚϚʹ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννο

 ΟΜΙΛΙΑ ΚΖʹ. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίν

 ΟΜΙΛΙΑ ΚΗʹ. Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμ

 ΟΜΙΛΙΑ ΚΘʹ. Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν: Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβού μενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τού τ

 ΟΜΙΛΙΑ Λʹ. Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. αʹ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν Οὐχὶ τότε ἐθαυμάσθ

 ΟΜΙΛΙΑ ΛΑʹ. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί

 ΟΜΙΛΙΑ ΛΒʹ. Διέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰου δαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ

 ΟΜΙΛΙΑ ΛΓʹ. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων: Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐ

 ΟΜΙΛΙΑ ΛΔʹ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡ

 ΟΜΙΛΙΑ ΛΕʹ. Τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πό λεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελ θούσαις

 ΟΜΙΛΙΑ ΛϚʹ. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόμενοι ὕμνουν τὸν Θεόν: καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥσ

 ΟΜΙΛΙΑ ΛΖʹ. Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε

 ΟΜΙΛΙΑ ΛΗʹ. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύ λου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεω ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲ

 ΟΜΙΛΙΑ ΛΘʹ. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύα ζον, οἱ δὲ εἶπον: Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶ

 ΟΜΙΛΙΑ Μʹ. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειρά μενο

 ΟΜΙΛΙΑ ΜΑʹ. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. αʹ. Ὅρα πανταχοῦ ἑαυ

 ΟΜΙΛΙΑ ΜΒʹ. Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέ

 ΟΜΙΛΙΑ ΜΓʹ. Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσά μενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν. αʹ. Ἔδει π

 ΟΜΙΛΙΑ ΜΔʹ. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκα λέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς: Ὑμεῖς ἐπί

 ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποι κοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι

 ΟΜΙΛΙΑ ΜϚʹ. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν

 ΟΜΙΛΙΑ ΜΖʹ. Εἶπε δὲ ὁ Παῦλος: Ἐγώ εἰμι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολί της: δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς

 ΟΜΙΛΙΑ ΜΗʹ. Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ, εὐ χομένου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι αὐτόν: Σπεῦσον, καὶ ἔξελ

 ΟΜΙΛΙΑ ΜΘʹ. Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδου καίων: τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ: Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι,

 ΟΜΙΛΙΑ Νʹ. Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τ

 ΟΜΙΛΙΑ ΝΑʹ. Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών: Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς.

 ΟΜΙΛΙΑ ΝΒʹ. Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόν των εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις κα

 ΟΜΙΛΙΑ ΝΓʹ. Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς: καὶ ἀναχωρήσαν τες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν

 ΟΜΙΛΙΑ ΝΔʹ. Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλαν θρωπίαν ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελά βοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ

 ΟΜΙΛΙΑ ΝΕʹ. Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας, συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συν ελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς: Ἄνδρες ἀ

Homily XLIII.

Acts XX. 1

“And after the uproar was ceased, Paul called unto him the disciples, and embraced them, and departed for to go into Macedonia.”

There was need of much comforting after that uproar. Accordingly, having done this, he goes into Macedonia, and then into Greece. For, it says, “when he had gone over those parts, and had given them much exhortation, he came into Greece, and there abode three months. And when the Jews laid wait for him, as he was about to sail into Syria, he purposed to return through Macedonia.” (v. 2, 3.) Again he is persecuted by the Jews, and goes into Macedonia. “And there accompanied him into Asia Sopater of Berea; and of the Thessalonians, Aristarchus and Secundus; and Gaius of Derbe, and Timotheus; and of Asia, Tychicus and Trophimus. These going before tarried for us at Troas.” (v. 4, 5.) But how does he call Timothy a man “of Thessalonica?”998    The phrase ἄχρι τῆς ᾽Ασίας are omitted by א and B. and are now discarded in the leading critical editions. The residence of Timothy is not given, as being well known. It was probably Lystra (Acts xvi. 1).—G.B.S. This is not his meaning, but, “Of Thessalonians, Aristarchus and Secundus and Gaius: of Derbe, Timothy,”999    St. Chrysostom’s reading of v. 4 is peculiar, but does not appear in the vv. ll. of N. T. perhaps because the Edd. of Chrys. conform it to the usual text, which is Θεσσαλ. δὲ, ᾽Αρ. καὶ Σεκ. καὶ Γά& 190·ος Δερβαῖος καὶ Τιμόθεος, i.e. two Thessalonians, and beside them Gaius of Derbe, and Timothy, etc. But in the preceding chapter, v. 29, a Gaius was mentioned along with Aristarchus, and both as Macedonians. Hence it seems St. Chrys. read it with a stop after Γά& 190·ος, of Thessalonians, Aristarchus and Secundus and Gaius. In his remark, he seems to be giving a reason for striking out καὶ before Τιμόθεος: viz. “How does he call Timothy a Thessalonian, (as a negligent reader might suppose to be the case, viz., Of Thess. Ar. and Sec. and Gaius Derbæus and Timothy?) He does not say this, but, of Thessalonians he mentions three, and then, of Derbe, Timothy, cf. xvi. 1., whereas Gaius was not of Derbe, but of Macedonia, xix. 29.” The note of Œcumen. on the passage shows that Δερβαῖος was supposed by some to be a proper name: “Of the rest, he tells us what countries they were of: for Timothy he is content with the name, his personal character was distinction enough, and besides he has already told us where T. came from: viz. xvi. 1. But if Δερβαῖος here is a noun of nation and not a proper name, perhaps he has here also mentioned his country.” etc., these, he says, went before him to Troas, preparing the way for him. “And we sailed away from Philippi after the days of unleavened bread, and came unto them to Troas in five days; where we abode seven days.” (v. 6.) For it seems to me that he made a point of keeping the feasts in the large cities. “From Philippi,” where the affair of the prison had taken place. This was his third coming into Macedonia, and it is a high testimony that he bears to the Philippians, which is the reason why he makes some stay there. “And upon the day of the week, when the disciples came together to break bread, Paul preached unto them, ready to depart on the morrow; and continued his speech until midnight.” (v. 7.) It was then the (season between Easter and) Pentecost.1000    Πεντηκοστὴ, meaning the whole of the seven weeks. The scope of the remark is, Being met for celebration of the Holy Eucharist, which followed the Sermon, and the discourse being lengthened out until midnight, they were fasting all the time (for the Eucharist was taken fasting, see Hom. xxvii. in 1 Cor.): so that, though it was during the weeks after Easter, when there was no fast, and not only so, but the Lord’s Day moreover, here was a fast protracted till midnight. See how everything was subordinate to the preaching. It was also, it says, the Lord’s day.1001    That the religious observance of Sunday is here alluded to has been generally assumed. Taken in connection with 1 Cor. xvi. 2 and Rev. i. 10, the passage renders it highly probable that at this time (about a.d. 57) the first day of the week was regularly observed by the Christians in memory of the Lord’s resurrection, although it is certain that the Jewish Christians still observed the Jewish Sabbath.—G.B.S. Not even during night-time was he silent, nay he discoursed the rather then, because of stillness. Mark how he both made a long discourse, and beyond the time of supper itself. But the Devil disturbed the feast—not that he prevailed, however—by plunging the hearer in sleep, and causing him to fall down. “And,” it says, “there were many lights in the upper chamber, where they were gathered together. And there sat in a window a certain young man named Eutychus, being fallen into a deep sleep: and as Paul was long preaching, he sunk down with sleep, and fell down from the third loft, and was taken up dead. And Paul went down, and fell on him, and embracing him, said, Trouble not yourselves; for his life is in him. When he therefore was come up again, and had broken bread, and eaten, and talked a long while, even till break of day, so he departed. And they brought the young man alive, and were not a little comforted.” (v. 8–12.) But observe, I pray you, the theatre, how crowded it was: and the miracle, what it was. “He was sitting in a window,” at dead of night. Such was their eagerness to hear him! Let us take shame to ourselves! “Aye, but a Paul” say you, “was discoursing then.” Yes, and Paul discourses now, or rather not Paul, either then or now, but Christ, and yet none cares to hear. No window in the case now, no importunity of hunger, or sleep, and yet we do not care to hear: no crowding in a narrow space here, nor any other such comfort. And the wonderful circumstance is, that though he was a youth, he was not listless and indifferent; and though (he felt himself) weighed down by sleep, he did not go away,1002    οὐκ ἀπέστη, so as to lose the opportunity of hearing, and forego the “breaking of bread,” which was to follow the discourse. Comp. Hom. x. in Gen. init. nor yet fear the danger of falling down. It was not from listlessness that he slumbered, but from necessity of nature. But observe, I beseech you, so fervent was their zeal, that they even assembled in a third loft: for they had not a Church yet. “Trouble not yourselves,” he says. He said not, “He shall come to life again, for I will raise him up:” but mark the unassuming way in which he comforts them: “for his life,” says he, “is in him. When he was come up again, and had broken bread, and eaten.” This thing cut short the discourse; it did no harm, however. “When he had eaten,” it says, “and discoursed a long while, even till break of day, so he departed.” Do you mark the frugality of the supper? Do you observe how they passed the whole night? Such were their meals, that the hearers came away sober, and fit for hearing. But we, in what do we differ from dogs? Do you mark what a difference (between us and those men)? “And they brought the young man alive, and,” it says, “were not a little comforted,” both because they received him back alive, and because a miracle had been wrought.1003    The narrative requires the interpretation of Chrys. that this was a case of restoration to life, not merely of revival from suspended animation (as Olshausen, Ewald, DeWette). This is established by the fact that Eutychus is said to have seen taken up νεκρός, not ὡς νεκρός. Moreover to ἤρθη νεκρός (v. 9) is opposed ἤγαγον ζῶντα (v. 12). He was dead; they brought him alive. It is true that the apostle says: “His life (soul) is in him,” but this is said after he had fallen upon and embraced him, or this may have been said from the standpoint of his confidence of a miraculous restoration, as Jesus said of Jairus’ daughter: “The damsel is not dead, but sleepeth,” meaning that from his standpoint and in view of his power she still lived, although she was in reality dead.—G.B.S. “And we went before to ship, and sailed unto Thasos,1004    Old text instead of ῎Ασσονhas Θάσον, a misreading which appears in some mss. and Versions of the Acts: Cat., Νάσον. there intending to take in Paul: for so had he appointed, minding himself to go afoot.” (v. 13.) We often find Paul parting from the disciples. For behold again, he himself goes afoot: giving them the easier way, and himself choosing the more painful. He went afoot, both that he might arrange many matters, and by way of training them to bear a parting from him.1005    παιδεύων τε αὐτοὺς χωρίζεσθαι αὐτοῦ: but mod. text ἅμα καὶ παιδεύων αὐτοὺς μηδὲ χωρίζεσθαι αὐτοῦ. After this, old text has ἀνήχθημέν, φησιν, εἰς τὴν Θάσον evidently confusing this clause of v. 13, with the first of v. 14, then, εἶτα παρέχονται (for παρέρχ.) τὴν νῆσον, followed by v. 15, 16. Mod. text, v. 15, followed by “See, how Paul being urgent, they put to sea, and lose no time, but παρέρχονται τὰς νήσους,” and v. 16. “And when he had joined us at Thasos, having taken him on board, we came to Mytilene; and having sailed thence on the morrow, we come over against Chios”—then they pass the island—“and on the next day we touched at Samos, and having stopped at Trogylium, on the following day we came to Miletus. For Paul had determined to sail by Ephesus, because he would not spend the time in Asia: for he hasted, if it were possible for him, to be in Jerusalem the day of Pentecost.” (v. 14–16.) Why this haste? Not for the sake of the feast, but of the multitude. At the same time, by this he conciliated the Jews, as being one that did honor the feasts, wishing to gain even his adversaries: at the same time also he delivers the word.1006    καὶ τοὺς ἐχθροὺς ἑλεῖν (F. ἐλεεῖν) βουλόμενος, wishing by this means to overcome (for their good) even those who hated him. Then, ἅμα καὶ τὸν λόγον καθίει. Mod. text ἅμα ἔσπευδε τὸν λόγον καθεῖναι. Mr. Field remarks on Hom. in 2 Cor. p. 553 B. where we have παραίνεσιν καθίησι, that the much more usual expression is, εἴς τι καθεῖναι, and adds: “semel tantum ap. Nostrum reperimus λόγον καθεῖναι, viz. t. ix. p. 236. E.”—our passage. Accordingly, see what great gain accrued, from all being present. But that the interests of the people of Ephesus might not be neglected on that account, he managed for this in a different way. But let us look over again what has been said.

(Recapitulation.) “And having embraced them,” it says, “he departed for to go into Macedonia.” (v. 1.) By this again he refreshed them (ἀνεκτήσατο), giving them much consolation. “And having exhorted” the Macedonians, “with much discourse, he came into Greece.” (v. 2.) Observe how we everywhere find him accomplishing all by means of preaching, not by miracles. “And we, sailed,” etc. The writer constantly shows him to us as hasting to get to Syria; and the reason of it was the Church, and Jerusalem, but still he restrained his desire, so as to set all right in those parts also.1007    ἀλλ᾽ ὅμως κατεῖχε τὸν πόθον καὶ τὰ ἐκεῖ κατορθοῦν. The infinitive requires βουλόμενος or the like: i.e. “though desirous to get to Jerusalem, he restrained his desire, and made a stay at Troas of seven days, wishing, etc.:” but B. gives the same sense by reading κατορθῶν, Cat. κατώρθου. Mod. text οὕτως εἶχε τὸν πόθον καὶ τὰ ἐκεῖ κατορθοῦν. And yet Troas is not a large place: why then do they pass seven days in it? Perhaps it was large as regarded the number of believers. And after he had passed seven days there, on the following day he spent the night in teaching: so hard did he find it to tear himself away from them, and they from him. “And when we came together” it says, “to break bread.” (v. 7–12.) At the very time (of breaking bread) the discourse having taken its commencement,* extended:1008    Πρὸς αὐτὸν τὸν καιρὸν, ἀρχὴν ὁ λόγος λαβὼν παρέτεινεν ὡς ἐνδεικνύμενος πεινῆν· καὶ οὐκ ἦν ἄκαιρον· οὐ γὰρ προηγουμένως εἰς διδασκαλίαν καθῆκεν. This is evidently mutilated; the verb to ὁ λόγος is wanting: ὡς ἐνδεικ. πεινῆν, either “making a display of,” or, “pleading as excuse the being hungry,” is unintelligible; so is οὐκ ἦν ἄκ. Mod. text attempts to make sense by reading: “At the very time ᾦ ἐνεδείκνυτο πεινῆν, καὶ οὐκ ἦν ἄκαιρον, ἀρχὴν ὁ λόγος λαβὼν παρετάθη, ὥστε οὐ προηγ.” as representing that they were hungry, and it was not unseasonable: for the principal object (which brought them together) was not teaching, but they came together “to break bread;” discourse however having come up, he prolonged the teaching. See how all partook also at Paul’s table. It seems to me, that he discoursed while even sitting at table, teaching us to consider all other things as subordinate to this. Picture to yourselves, I beseech you, that house with its lights, with its crowd, with Paul in the midst, discoursing, with even the windows occupied by many: what a thing it was to see, and to hear that trumpet, and behold that gracious countenance!1009    Mod. text “many occupying even the windows, to hear that trumpet, and see that gracious countenance. What must the persons taught have been, and how great the pleasure they must have enjoyed!” But why did he discourse during night time? Since “he was about to depart,” it says, and was to see them no more: though this indeed he does not tell them, they being too weak (to bear it), but he did tell it to the others. At the same time too the miracle which took place would make them evermore to remember that evening; so that the fall turned out to the advantage of the teacher. Great was the delight of the hearers, and even when interrupted it was the more increased. That (young man) was to rebuke all that are careless (of the word), he whose death was caused by nothing else than this, that he wished to hear Paul. “And we went before to ship,” etc. (v. 13.) Wherefore does the writer say where they came, and where they went to? To show in the first place that he was making the voyage more leisurely—and this upon human grounds—and sailing past (some): also (for the same reason he tells) where he made a stay, and what parts he sailed past; (namely,) “that he might not have to spend the time in Asia.” (v. 16.) Since had he come there, he could not have sailed by; he did not like to pain those who would have begged him to remain. “For he hasted,” it says, “if it were possible for him to keep the day of Pentecost in Jerusalem:” and (this) was not possible (if he stayed). Observe, how he is also moved like other men. For therefore it is that all this is done, that we may not fancy that he was above human nature: (therefore) you see him desiring (something), and hasting, and in many instances not obtaining (his object): for those great and holy men were partakers of the same nature with us; it was in the will and purpose that they differed, and so it was that also they attracted upon themselves the great grace they did. See, for instance, how many things they order by an economy of their own. “That we give not offence” (2 Cor. vi. 3) to those who wish (to take offence), and, “That our ministry be not blamed.” Behold, both an irreproachable life and on the other hand condescension. This is (indeed to be) called economy, to the (very) summit and height (of it).1010    Τοῦτο οἰκονομία λέγεται εἰς ἀκρότητα καὶ εἰς ὕψος. “This”—the blameless life and therewith συγκατάβασις described in 2 Cor. vi. 3 ff—"is what one may indeed call Οἰκονομία—managing or dispensing things for the good of others, so that they shall have what is best for them in the best manner, without shocking their prejudices. Οἰκον., in the moral sense of the word, implies συγκατάβασοις, letting one’s self down to the level of others for their good. (Hence below, καὶ τὰ τῆς οἰκονομίας, καὶ (τὰ) τοῦ ἀλήπτου βίου.) “Talk of ‘economy’—here you have it at its very top and summit, in a degree not to be surpassed.” Instead of ὕψος the context seems to require “the lowest depth.” Hence mod. text τὸ εἰς ἀκρότητα εἶναι καὶ ὕψους ἀρετῆς, καὶ ταπεινοφροσύνης συγκαταβάσεως. Καὶ ἄκουε πῶς ὁ ὑπερβαίνων…“the being at the summit both of loftiness of virtue and of lowliness of condescension.” In the next sentence St. Paul is described as ὁ ὑπερβαίνων τὰ παραγγέλματα τοῦ Χριστοῦ, namely, the precept “that they which preach the Gospel should live by the Gospel,” 1 Cor. ix. 14. For he that went beyond the commandments of Christ, was on the other hand more humble than all. “I am made all things to all men,” he says, “that I might gain all.” (1 Cor. ix. 22.) He cast himself also upon dangers, as he says in another place; “In much patience, in afflictions, in necessities, in distresses, in stripes, in imprisonments.” (2 Cor. vi. 4, 5.) And great was his love for Christ. For if there be not this, all else is superfluous, both the economy (of condescending accommodation), and the irreproachable life, and the exposing himself to dangers. “Who is weak,” he says, “and I am not weak? Who is offended, and I burn not?” (2 Cor. xi. 29.) These words let us imitate, and let us cast ourselves upon dangers for our brethren’s sake. Whether it be fire, or the sword, cast thyself on it, beloved, that thou mayest rescue (him that is) thy member: cast thyself, be not afraid. Thou art a disciple of Christ, Who laid down His life for His brethren: a fellow-disciple with Paul, who chose to suffer numberless ills for his enemies, for men that were warring against him; be thou filled with zeal, imitate Moses. He saw one suffering wrong, and avenged him; he despised royal luxury, and for the sake of those who were afflicted he became a fugitive, a wanderer, lonely and deserted; he passed his days in a foreign land; and yet he blamed not himself, nor said, “What is this? I despised royalty, with all that honor and glory: I chose to avenge those who were wronged, and God hath overlooked me: and not only hath He not brought me back to my former honor, but even forty years am I passing in a foreign land. Truly, handsomely1011    Edd. καλῶς γε· οὐ γὰρ τοὺς μισθοὺς ἀπέλαβον: as if it meant, “And well that it is so: for I have not received my wages—therefore the reward is yet to come: not as it is with those who ἀπέχουσι τὸν μισθὸν αὐτῶν in this life, Matt. vi. 2 ff.” If this were the meaning, the sentence would be out of place; it should be, “He said nothing of the kind, but would rather have repressed such thoughts with the consideration, It is well: for I have not received my wages—they are yet to come.” But in fact here as elsewhere the Edd. overlook the ironical interrogation οὐ γάρ. Read καλῶς γε (οὐ γάρ;) τοὺς μισθοὺς ἀπ έλαβον (or καλούς γε). have I received my wages, have I not!” But nothing of the kind did he say or think. So also do thou: be it that thou suffer any evil for doing good, be it that (thou have to wait) a long time, be not thou offended, be not discomposed: God will of a surety give thee thy reward. The more the recompense is delayed, the more is the interest of it increased. Let us have a soul apt to sympathize, let us have a heart that knows how to feel with others in their sorrows: no unmerciful temper (ὠμόν), no inhumanity.

Though thou be able to confer no relief, yet weep thou, groan, grieve over what has happened: even this is not to no purpose. If it behooves us to feel for those who are justly punished by God, much more for those who suffer unjustly at the hands of men. (They of) “Ænan,”1012    Αἰναν. Sav. marg., Σαινάν. LXX. Edd., Σενναάρ. Hebr., Zaanan. it saith, “came not forth to mourn for the house which was near her” (Micah i. 11): they shall receive pain, “in return for that they built for derision.” And again, Ezekiel makes this an accusation against them, that they did not grieve for (the afflicted). (Ezek. xvi. 2.) What sayest thou, O Prophet? God punisheth, and shall I grieve for those that He is punishing? Yea verily: for God Himself that punisheth wisheth this: since neither does He Himself wish to punish, nay, even Himself grieves when punishing. Then be not thou glad at it. You will say, “If they are justly punished, we ought not to grieve.” Why, the thing we ought to grieve for is this—that they were found worthy of punishment. Say, when thou seest thy son undergoing cautery or the knife, dost thou not grieve? and sayest thou not to thyself, “What is this? It is for health this cutting, to quicken his recovery; it is for his deliverance, this burning?” but for all that, when thou hearest him crying out, and not able to bear the pain, thou grievest, and the hope of health being restored is not enough to carry off the shock to nature. So also in the case of these, though it be in order to their health that they are punished, nevertheless let us show a brotherly feeling, a fatherly disposition. They are cuttings and cauteries, the punishments sent by God: but it is for this we ought to weep, that they were sick, that they needed such a mode of cure. If it be for crowns that any suffer these things, then grieve not; for instance, as Paul, as Peter suffered: but when it is for punishment that one suffers justice, then weep, then groan. Such was the part the prophets acted; thus one of them said, “Ah! Lord, dost thou destroy the residue of Israel?” (Ezek. ix. 8.) We see men-slayers, wicked men, suffering punishment, and we are distressed, and grieve for them. Let us not be philosophical beyond measure: let us show ourselves pitiful, that we may be pitied; there is nothing equal to this beautiful trait: nothing so marks to us the stamp of human nature as the showing pity, as the being kind to our fellow-men. In fact, therefore do the laws consign to public executioners the whole business of punishment: having compelled the judge to punish so far as to pronounce the sentence, thereafter they call forth those to perform the act itself. So true is it, that though it be justly done, it is not the part of a generous (φιλοσόφου) soul to inflict punishment, but it requires another sort of person for this: since even God punishes not by His own hand, but by means of the angels. Are they then executioners, the angels? God forbid: I say not this, but they are avenging powers. When Sodom was destroyed, the whole was done by them as the instruments: when the judgments in Egypt were inflicted, it was through them. For, “He sent,” it says, “evil angels among them.” (Psalm lxxviii. 50.) But when there is need of saying, God does this by Himself: thus, He sent the Son:—(b) but,1013    This clause is evidently misplaced, and moreover requires to be completed. The meaning may be: “So in the highest of all God’s saving acts, the mission of the Son; for he that receiveth Him receiveth the Father.” “He that receiveth you, receiveth Me, and he that receiveth Me, receiveth Him that sent Me.” (Matt. x. 40.) (a) And again He saith, “Then will I say unto the angels, Gather together them that do iniquity, and cast them into the furnace.” (Matt. xiii. 30, 41, 42.) But concerning the just, not so. (c) And again, “Bind him hand and foot, and cast him into outer darkness.” (Matt. xxii. 13.) Observe how in that case His servants minister: but when the point is to do good, see Himself doing the good, Himself calling: “Come, ye blessed of My Father, inherit the Kingdom prepared for you.” (Matt. xxv. 34.) When the matter is, to converse with Abraham, then Himself comes to him: when it is, to depart to Sodom, He sends His servants, like a judge raising up those who are to punish. “Thou hast been faithful over a few things, I will make thee ruler over many things” (Matt. xxv. 21); I (will make thee): but that other, not Himself, but His servants bind. Knowing these things, let us not rejoice over those who are suffering punishment, but even grieve: for these let us mourn, for these let us weep, that for this also we may receive a reward. But now, many rejoice even over those who suffer evil unjustly. But not so, we: let us show all sympathy: that we also may have God vouchsafed us, through the grace and mercy of His only-begotten Son, with Whom to the Father and the Holy Ghost together be glory, might, honor, now and ever, world without end. Amen.

ΟΜΙΛΙΑ ΜΓʹ. Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσά μενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν. αʹ. Ἔδει πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης. Τοῦτο δὴ καὶ ποιεῖ, καὶ ἵνα παρακαλέσῃ τοὺς μαθητὰς, ἔρχεται εἰς Μακεδονίαν, εἶτα εἰς τὴν Ἑλλάδα. Καὶ ὅτι σφόδρα αὐτοὺς παρεκάλεσεν, ἄκουε. Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. Οὗτοι προελθόντες, ἔμενον ἡμᾶς ἐν Τρωάδι. Πάλιν διώκεται ὑπὸ Ἰουδαίων, καὶ ἔρχεται εἰς Μακεδονίαν. Πῶς δὲ τὸν Τιμόθεον Θεσσαλονικέα φησίν; Οὐ τοῦτο λέγει: ἀλλὰ, Προέλαβον, φησὶν, οὗτοι εἰς τὴν Τρωάδα προοδοποιοῦντες αὐτῷ. Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν Ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρις ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά. Καὶ γὰρ τὰς ἑορτὰς ἐμοὶ δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς μεγάλαις πόλεσιν. Ἀπὸ Φιλίππων ἐκπλεῖ, ἔνθα τὰ κατὰ τὸ δεσμωτήριον ἐγένετο. Τρίτον δὲ τοῦτο εἰς Μακεδονίαν ἐπανῆλθε, καὶ πολλὰ μαρτυρεῖ τοῖς Φιλιππησίοις: διὸ καὶ ἐνδιατρίβει ἐκεῖ. Ἐν δὲ τῇ μιᾷ τῶν Σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι: παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. Ὅρα πῶς πάντα πάρεργα ἦν τοῦ κηρύγματος. Πεντηκοστὴ τότε ἦν καὶ Κυριακὴ ἦν: ὁ δὲ καὶ μέχρι μεσονυκτίου τὴν διδασκαλίαν ἐκτείνει: οὕτω τῆς τῶν μαθητῶν σωτηρίας ἐφίετο, ὅτι οὐδὲ τὴν νύκτα ἐσίγα, ἀλλὰ τότε μᾶλλον διελέγετο, ἅτε ἡσυχίας οὔσης. Ὅρα πῶς καὶ πολλὰ διελέγετο, καὶ παρ' αὐτὸν τοῦ δείπνου τὸν καιρόν. Ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών. Καὶ ὅπως συμβαίνει, ἡρμήνευσεν ἐπαγαγών: Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι. Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ὑπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν ἐπ' αὐτῷ, καὶ συμπεριλαβὼν αὐτὸν, εἶπε: Μὴ θορυβεῖσθε: ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ, καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Θέα δέ μοι τὸ θέατρον, ὅπως ἦν συγκεκροτημένον: Συνηγμένων γὰρ τῶν μαθητῶν, φησί: καὶ τὸ σημεῖον, οἷον: Ἐπὶ θυρίδος γὰρ, φησὶν, ἐκάθητο, καὶ ἀωρὶ τῶν νυκτῶν. Τοσοῦτος ἦν ὁ πόθος τῆς ἀκροάσεως. Αἰσχυνθῶμεν ἡμεῖς μηδὲ ἐν ἡμέρᾳ τοῦτο ποιοῦντες. Ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε. Τί λέγεις; Καὶ νῦν Παῦλος διαλέγεται, μᾶλλον δὲ οὐδὲ τότε Παῦλος οὐδὲ νῦν, ἀλλ' ὁ Χριστὸς, καὶ οὐδεὶς ἀκούει. Οὐχὶ θυρίς ἐστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος ἐνοχλεῖ, καὶ ὅμως οὐκ ἀκούομεν: οὐ στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καίτοι νεανίας ἐκεῖνος ὢν οὐκ ἦν ῥᾴθυμος, καὶ ὕπνῳ καταφερόμενος οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν κίνδυνον μὴ κατενεχθῇ. Εἰ δὲ καὶ νυστάξας κατέπεσε, μὴ θαυμάσῃς: οὐ γὰρ ἀπὸ ῥᾳθυμίας ἐνύσταξεν, ἀλλ' ἀπὸ ἀνάγκης φύσεως. Σὺ δέ μοι θέα, ὅτι οὕτως ἔζεον τῇ προθυμίᾳ, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν: οὔπω γὰρ ἦν ἡ ἐκκλησία. Μὴ θορυβεῖσθε, φησίν: ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἀναστήσεται, ἐγερῶ γὰρ αὐτόν: ἀλλὰ τί; Μὴ θορυβεῖσθε. Ὅρα τὸ ἄτυφον, καὶ παρακλητικόν. Ἀναβὰς καὶ κλάσας, φησὶν, ἄρτον καὶ γευσάμενος. Τοῦτο διέκοψε τὸν λόγον, οὐ μὴν ἔβλαψεν. Ὁρᾷς τοῦ δείπνου τὸ ἀπέριττον; Καὶ γευσάμενος, φησὶν, ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ὁρᾷς πῶς διενυκτέρευον; Τοιαῦται αἱ τράπεζαι ἦσαν, ὡς νήφοντας πάλιν ἀπιέναι τοὺς ἀκροατὰς, καὶ πρὸς ἀκρόασιν εἶναι ἐπιτηδείους. Τί κυνῶν διαφέρομεν ἡμεῖς; Ὁρᾶτε πόσον τὸ διάφορον; Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Σφόδρα παρακαλοῦνται, ὅτι τε ζῶντα ἀπέλαβον, ὅτι τε σημεῖον γέγονεν. Ἡμεῖς δὲ προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον: οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. Ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μυτιλήνην. Πολλαχοῦ τῶν μαθητῶν ὁ Παῦλος χωρίζεται. Ἰδοὺ γὰρ πάλιν, αὐτὸς μὲν πεζεύει, ἐκεῖνοι δὲ τῷ πλοίῳ ἀνάγονται: τὸ μὲν κουφότερον ἐκείνοις ἐπιτρέπων, τὸ δὲ ἐπιπονώτερον αὐτὸς αἱρούμενος. Ἐπέζευεν, ἅμα καὶ πολλὰ οἰκονομῶν, ἅμα καὶ παιδεύων μηδὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ. Κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπαύριον, κατηντήσαμεν ἀντικρὺ Χίου: τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. Ὅρα πῶς ἐπειγομένου τοῦ Παύλου ἀνάγονται, καὶ οὐ χρονοτριβοῦσιν, ἀλλὰ παρέρχονται τὰς νήσους. Ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. βʹ. Τίς ἡ ἔπειξις αὕτη; Οὐ διὰ τὴν ἑορτὴν, ἀλλὰ διὰ τὸ πλῆθος. Ἅμα καὶ τούτῳ Ἰουδαίους ἐπήγετο, ὡς δὴ τιμῶν τὰς ἑορτάς: καὶ τοὺς ἐχθροὺς ἑλεῖν βουλόμενος, ἅμα ἔσπευδε τὸν λόγον καθεῖναι. Ὅρα γοῦν οἷον γέγονε κέρδος, πάντων παρόντων. Ἄλλως δὲ, ἵνα μὴ διὰ τοῦτο ἀμεληθῇ τὰ κατὰ τὴν Ἔφεσον, ᾠκονόμησεν ἑτέρως. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ ἀσπασάμενος, φησὶ, τοὺς μαθητὰς, ἐξῆλθε πορευθῆναι εἰς Μακεδονίαν, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Καὶ τούτῳ πάλιν ἀνεκτήσατο, ἱκανὴν διδοὺς παραμυθίαν. Ὅρα πανταχοῦ διὰ λόγων τὸ πᾶν κατορθοῦντα, οὐ διὰ σημείων. Μέλλοντα δὲ, φησὶν, ἀνάγεσθαι εἰς τὴν Συρίαν. Συνεχῶς ἡμῖν αὐτὸν δείκνυσι ἐπειγόμενον εἰς τὴν Συρίαν. Τὸ δὲ αἴτιον ἡ Ἐκκλησία ἦν καὶ τὰ Ἱεροσόλυμα: οὕτως εἶχε πόθον καὶ τὰ ἐκεῖ κατορθοῦν. Καίτοι οὐ μεγάλη ἡ Τρωάς ἐστι: τί οὖν ἡμερῶν ἀριθμὸν ἑπτὰ ἐν αὐτῇ ποιοῦσι; Μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς. Καὶ ἡμέρας δὲ διατρίψας ἑπτὰ, τῇ ἐπιούσῃ τὴν νύκτα ἀνάλωσεν εἰς τὴν διδασκαλίαν: οὕτω δυσαποσπάστως καὶ αὐτὸς αὐτῶν εἶχε, καὶ αὐτοὶ αὐτοῦ. Συνηγμένων δὲ, φησὶν, ἡμῶν κλάσαι ἄρτον. Πρὸς αὐτὸν τὸν καιρὸν, ᾧ ἐνεδείκνυτο πεινῇν (καὶ οὐκ ἦν ἄκαιρον), ἀρχὴν ὁ λόγος λαβὼν παρετάθη: ὥστε οὐ προηγουμένως εἰς διδασκαλίαν καθήκειν, ἀλλὰ συνῆλθον μὲν κλάσαι ἄρτον, ἐμπεσόντος δὲ λόγου, παρέτεινε τὴν διδασκαλίαν. Ὅρα πως καὶ τῇ τραπέζῃ τοῦ Παύλου πάντες ἐκοινώνουν. Ἐμοὶ δοκεῖ, καὶ παρὰ τὴν τράπεζαν αὐτὸν καθήμενον διαλέγεσθαι, παιδεύοντα ἡμᾶς πάντα τὰ λοιπὰ πάρεργα ἡγεῖσθαι. Ὑποτυπώσατέ μοι τὸν οἶκον ἐκεῖνον, ἔνθα λαμπάδες ἦσαν, ἔνθα ὄχλος, ἔνθα Παῦλος μέσος ὢν διελέγετο, ἔνθα καὶ τὰς θυρίδας πολλοὶ κατελάμβανον καὶ τῆς σάλπιγγος ἀκοῦσαι ἐκείνης, καὶ τὸ πρόσωπον τὸ χάριεν θεάσασθαι: τί εἰκὸς εἶναι τοὺς διδασκομένους, καὶ πόσην καρποῦσθαι τὴν ἡδονήν; Τίνος δὲ ἕνεκεν ἐν νυκτὶ διελέγετο; Ἐπειδὴ ἔμελλεν ἐξιέναι, καὶ οὐκ ἔτι ὁρᾷν αὐτοὺς λοιπόν: ἀλλὰ τοῦτο μὲν αὐτοῖς οὐ λέγει, ἅτε ἀσθενεστέροις οὖσι, τοῖς δὲ ἄλλοις ἔλεγεν. Ἅμα δὲ αὐτοὺς καὶ τὸ γενόμενον σημεῖον διαπαντὸς ἐποίει μεμνῆσθαι τῆς ἑσπέρας ἐκείνης. Πολλὴ ἡ ἡδονὴ τῶν ἀκροατῶν, ὅτι καὶ ἐγκοπεῖσα ἐπετάθη μᾶλλον: ὥστε ὑπὲρ τοῦ διδασκάλου ἡ πτῶσις γέγονεν. Ἄλλως τε καὶ πᾶσιν ἔμελλεν ἐκεῖνος ἐπιτιμᾷν τοῖς ῥᾳθύμοις, ὁ διὰ τοῦτο ἀποθανὼν, ἵνα Παῦλον ἀκούσῃ. Καὶ τίνος ἕνεκεν, φησὶ, καταλέγει ἕκαστα, καὶ ποῦ ἦλθον, καὶ ποῦ ἀπῆλθον, καὶ ποῦ μὲν ἐνδιέτριβε, τίνα δὲ παρέπλεε μέρη; Ἵνα δείξῃ τέως, σχολαιότερον αὐτὸν πλέοντα, καὶ τοῦτο ἀνθρωπίνως, καὶ παραπλέοντα. Ἔκρινε γὰρ παραπλεῦσαι τὴν Ἔφεσον, ἵνα μὴ γένηται αὐτῷ, φησὶ, χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Καλῶς: οὐ γὰρ ἠδύνατο γενόμενος ἐκεῖ, παραπλεῦσαι, ἐπειδὴ οὐκ ἐβούλετο λυπῆσαι τοὺς μένειν ἀξιοῦντας αὐτόν. Ἢ τοίνυν τοῦτό ἐστιν εἰπεῖν, καὶ ὅτι ἐσπούδαζεν. Ἔσπευδε γὰρ, φησὶν, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ποιῆσαι ἐν Ἱεροσολύμοις. Ὥστε καὶ διὰ τοῦτο μένειν οὐκ ἦν δυνατόν. Ὅρα καὶ ἀνθρωπίνως αὐτὸν κινούμενον, καὶ ἐπιθυμοῦντα καὶ σπεύδοντα καὶ οὐκ ἐπιτυγχάνοντα πολλάκις. Διὰ τοῦτο δὲ ταῦτα γίνεται, ἵνα μὴ νομίσωμεν, ὅτι ὑπὲρ φύσιν ἦν τὴν ἀνθρωπίνην. Οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι τῆς μὲν φύσεως τῆς αὐτῆς ἡμῖν ἐκοινώνουν, τῆς δὲ προαιρέσεως οὐκέτι: διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν. Ὅρα γοῦν πόσα καὶ ἀφ' ἑαυτῶν οἰκονομοῦσι. Διὰ τοῦτο καὶ ἔλεγεν: Ἵνα μὴ δῶμεν προσκοπὴν τοῖς βουλομένοις: καὶ πάλιν, Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν. Ἰδοὺ καὶ βίος ἄληπτος, καὶ πολλὴ ἡ συγκατάβασις: Τοῦτο οἰκονομία λέγεται, τὸ εἰς ἀκρότητα εἶναι καὶ ὕψους ἀρετῆς, καὶ ταπεινοφροσύνης συγκαταβάσεως. Καὶ ἄκουε πῶς ὁ ὑπερβαίνων τὰ παραγγέλματα τοῦ Χριστοῦ, οὗτος πάλιν πάντων ταπεινότερος ἦν. Πᾶσι πάντα γέγονα, φησὶν, ἵνα πάντας κερδήσω. Ὁ αὐτὸς καὶ εἰς κινδύνους ἑαυτὸν ἐνέβαλε, καθὼς ἑτέρωθί φησιν: Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς. Καὶ πολὺς ἦν αὐτοῦ ὁ πόθος, ὁ περὶ τὸν Χριστόν. Ἂν γὰρ τοῦτο μὴ ᾖ, πάντα περιττὰ, καὶ τὰ τῆς οἰκονομίας καὶ τοῦ ἀλήπτου βίου καὶ τοῦ παρακεκινδυνευμένου. Τίς ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; γʹ. Ταῦτα, παρακαλῶ, καὶ ἡμεῖς μιμώμεθα τὰ ῥήματα, καὶ εἰς κινδύνους ῥίπτωμεν ἑαυτοὺς διὰ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους. Κἂν πῦρ ᾖ, κἂν σίδηρος, ῥῖψον σαυτὸν, ἀγαπητὲ, ἵνα σοῦ τὸ μέλος ἐξέλῃς: ῥῖψον, μὴ φοβηθῇς. Μαθητὴς εἶ τοῦ Χριστοῦ τοῦ διὰ τοὺς ἀδελφοὺς τὴν ψυχὴν θέντος: συμμαθητὴς Παύλου, τοῦ μυρία ἑλομένου παθεῖν δεινὰ διὰ τοὺς ἐχθροὺς, διὰ τοὺς πολεμοῦντας αὐτῷ: ἐμπλήσθητι ζήλου, μίμησαι τὸν Μωσέα. Εἶδεν ἀδικούμενον καὶ ἤμυνε, κατεφρόνησε τρυφῆς βασιλικῆς, καὶ γέγονε διὰ τοὺς καταπονουμένους φυγὰς, πλανήτης, ἔρημος συγγενῶν καὶ οἰκίας: ἐν ἀλλοτρίᾳ διετέλεσε τοσοῦτον χρόνον, καὶ οὐκ ἐμέμψατο ἑαυτῷ οὐδὲ εἶπε: Τί τοῦτο; βασιλείας κατεφρόνησα, τιμῆς τοσαύτης καὶ δόξης: εἱλόμην ἀμῦναι τοῖς ἀδικουμένοις, καὶ περιεῖδεν ὁ Θεὸς, καὶ οὐ μόνον οὐκ ἐπανήγαγέ με ἐπὶ τὴν προτέραν τιμὴν, ἀλλὰ καὶ τεσσαράκοντα ἔτη ἐν ἀλλοτρίᾳ διάγω. Καλῶς γε: οὐ γὰρ τοὺς μισθοὺς ἀπέλαβον. Ἀλλ' οὐδὲν τούτων εἶπεν οὐδὲ ἐνενόησεν. Οὕτω καὶ σύ: κἂν κακόν τι πάθῃς ἀγαθοποιῶν, κἂν ἐπὶ πολὺν χρόνον, μὴ σκανδαλίζου μηδὲ θορυβοῦ: πάντως ἀποδώσει σοι τὴν ἀμοιβὴν ὁ Θεός. Ὅσῳ ἂν χρονίζῃ ἡ ἀντίδοσις, τοσούτῳ οἱ τόκοι ἐπιτείνονται. Οὐκοῦν ἔχωμεν ψυχὴν συμπαθητικὴν, ἔχωμεν διάνοιαν εἰδυῖαν συναλγεῖν: μηδὲν ἔστω παρ' ἡμῖν ὠμὸν, μηδὲν ἀπάνθρωπον. Κἂν μηδὲν δυνηθῇς εἰσενεγκεῖν, δάκρυσον, στέναξον, ἄλγησον ἐπὶ τοῖς γινομένοις: οὐδὲ ταῦτά σοι ἔσται εἰκῆ. Εἰ τοῖς ὑπὸ τοῦ Θεοῦ κολαζομένοις δικαίως συναλγεῖν χρὴ, πολλῷ μᾶλλον τοῖς ὑπὸ ἀνθρώπων ἀδίκως πάσχουσιν. Οὐκ ἐξῆλθον, φησὶν, Αἰνὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς: λήψονται ὀδύνην ἀνθ' ὧν ᾠκοδόμησαν εἰς καταγέλωτα. Τοῦτο ἐγκαλεῖ ὁ Ἰεζεκιὴλ, ὅτι οὐ συνήλγησαν. Τί λέγεις, ὦ προφῆτα; ὁ Θεὸς κολάζει, κἀγὼ συναλγήσω τοῖς κολαζομένοις; Ναί: τοῦτο γὰρ αὐτὸς ὁ κολάζων βούλεται: οὐδὲ γὰρ αὐτὸς ἥδεται κολάζων, ἀλλὰ μάλιστα καὶ ἀλγεῖ. Ἐπεὶ οὖν οὐδὲ αὐτὸς εὐφραίνεται ὁ κολάζων, μὴ τοίνυν μηδὲ σὺ εὐφραίνου. Ἀλλ' εἰ δικαίως, φησὶ, κολάζονται, οὐ δεῖ ἀλγεῖν. Καὶ μὴν διὰ τοῦτο δεῖ ἀλγεῖν, ὅτι ἄξιοι κολάσεως ἐφάνησαν. Εἰπὲ δή μοι, ὅταν ἴδῃς τὸν υἱὸν τὸν σὸν καιόμενον ἢ τεμνόμενον, μὴ οὐκ ἀλγεῖς; Εὔδηλον ὅτι, καὶ οὐ λέγεις πρὸς σεαυτόν: Τί τοῦτο; Πρὸς ὑγίειαν ἡ τομὴ βλέπει, ὑπὲρ ἀπαλλαγῆς ἐστιν ἡ καῦσις: ἀλλ' ὅμως ὅταν ἀκούσῃς ὀλολύζοντος, οὐ φέροντος τὰς ὀδύνας, ἀλγεῖς, καὶ οὐχ ἱκανὴ ἡ τῆς ὑγιείας ἐλπὶς ἀφελεῖν τὴν σύγχυσιν τῆς φύσεως. Οὕτω καὶ ἐπὶ τούτων, κἂν εἰς ὑγείαν κολάζωνται, ὅμως ἀδελφικὴν ἐπιδεικνύωμεν ἡμεῖς προαίρεσιν ἐπ' αὐτοὺς, [καὶ] πατρικὴν διάθεσιν. Τομαὶ καὶ καύσεις εἰσὶν αἱ τιμωρίαι τοῦ Θεοῦ: ἀλλὰ διὰ τοῦτο ὀφείλομεν κλαίειν, ὅτι ἐνόσησαν, ὅτι τοιαύτης ἐδεήθησαν ἰατρείας. Ἐάν τις ἐπὶ στεφάνοις ταῦτα πάσχῃ, τότε μὴ ἄλγει, οἷον ὡς Παῦλος, ὡς Πέτρος: ὅταν δὲ ἐπὶ τιμωρίᾳ τίνῃ δίκην, τότε δάκρυσον, τότε στέναξον. Τοιοῦτοι ἦσαν οἱ προφῆται. Διὸ καί τις αὐτῶν ἔλεγεν: Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; Ἀνδροφόνους ὁρῶμεν, μιαροὺς ἄνδρας, κολαζομένους πολλάκις, καὶ δακνόμεθα καὶ ἀλγοῦμεν. Μὴ ὑπὲρ τὸ μέτρον φιλόσοφοι ὦμεν: ἐλεήμονες γενώμεθα, ἵνα ἐλεηθῶμεν: οὐδὲν ἴσον τούτου τοῦ καλοῦ: οὐδὲν οὕτω τὸν ἀνθρώπινον ἡμῖν ὑποδείκνυσι χαρακτῆρα ὡς τὸ ἐλεεῖν, ὡς τὸ φιλάνθρωπον εἶναι. Διὰ τοῦτο καὶ οἱ νόμοι τοῖς δημίοις τὸ πᾶν ἐπιτρέπουσι, τὸν δικαστὴν μέχρι τῆς ἀποφάσεως ἀναγκάσαντες τιμωρεῖσθαι, εἰς δὲ τὸ ἔργον ἐκείνους ἐξήγαγον. Οὕτω, κἂν δικαίως γένηται, οὐχὶ ψυχῆς φιλοσόφου τὸ κολάζειν, ἀλλά τινος ἑτέρου δεῖται τοῦτο: ἐπεὶ καὶ ὁ Θεὸς οὐ δι' ἑαυτοῦ κολάζει, ἀλλὰ διὰ τῶν ἀγγέλων. Δήμιοι οὖν εἰσιν οἱ ἄγγελοι; Μὴ γένοιτο: οὐ τοῦτό φημι, ἀλλὰ τιμωρητικαὶ δυνάμεις εἰσίν. Ὅτε τὰ Σόδομα κατεστρέφετο, δι' ἐκείνων ἅπαντα ἐγίνετο: ὅτε τὰ κατ' Αἴγυπτον, δι' ἐκείνων. Ἀποστολὴν γὰρ, φησὶ, δι' ἀγγέλων πονηρῶν. Ὅτε μέντοι σῶσαι χρὴ, δι' ἑαυτοῦ τοῦτο ποιεῖ: οὕτω τὸν Υἱὸν ἔπεμψεν ἐπὶ σωτηρίᾳ τοῦ γένους. Καὶ πάλιν: Τότε, φησὶν, ἐρῶ τοῖς ἀγγέλοις: Συλλέξατε τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βάλετε εἰς τὴν κάμινον. Περὶ δὲ τῶν δικαίων οὐχ οὕτως, ἀλλ', Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται: καὶ πάλιν: Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ὅρα ἐκεῖ τοὺς δούλους διακονουμένους: ὅταν δὲ εὐεργετεῖν δέῃ, αὐτὸν εὐεργετοῦντα, αὐτὸν καλοῦντα: Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ὅταν διαλέγεσθαι δέῃ τῷ Ἀβραὰμ, αὐτὸς παραγίνεται: ὅταν εἰς Σόδομα ἀπελθεῖν, τοὺς δούλους πέμπει, καθάπερ τις δικαστὴς ἀνιστὰς τοὺς μέλλοντας κολάζειν. Καὶ πάλιν: Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ τοῦτον μὲν αὐτὸς εὐλογεῖ: ἐκεῖνον δὲ τὸν πονηρὸν οὐκ αὐτὸς, ἀλλὰ δοῦλοι δεσμεύουσι. Ταῦτα εἰδότες, μὴ χαίρωμεν ἐπὶ τοῖς κολαζομένοις, ἀλλὰ καὶ ἀλγῶμεν: τούτους πενθῶμεν, τούτους δακρύωμεν, ἵνα καὶ τούτου μισθὸν λάβωμεν. Νῦν δὲ πολλοὶ καὶ ἐπὶ τοῖς κακῶς πάσχουσιν ἀδίκως χαίρουσιν. Ἀλλὰ μὴ ἡμεῖς οὕτω ποιῶμεν, ἀλλὰ πᾶσαν συμπάθειαν ἐπιδεικνυώμεθα: ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.