καὶ τοῖς ῥηθησομένοις· ὁ δὲ χαγάνος προσβαλὼν Ῥωμαίων τοῖς φρουρίοις (ἦν δ' ὁ χαγάνος βασιλεὺς Σκυθῶν τῶν προσαρκτίων) καὶ πόλεις χειρωσάμενος εὐπύργους ἐξ ἐφόδου, καὶ πᾶσαν ἰστρογείτονα χώραν λεηλατήσας, καὶ δείξας αἱματόφυρτα τοῦ ποταμοῦ τὰ ῥεῖθρα, καὶ ξίφος πᾶν καὶ δόρυ πᾶν τοῖς φόνοις καταλούσας, τέλος πολὺ συναγαγὼν δορυαλώτων σμῆνος, εἰς δώδεκα ποσούμενον χιλιανδρίας ὅλας, πέμπει πρὸς τὸν Μαυρίκιον τὸν κράτορα Ῥωμαίων, παρακαλῶν λυτρώσασθαι τοὺς ᾐχμαλωτισμένους καὶ χρήμασιν ἀλλάξασθαι τὸ πλῆθος τοσαρίθμοις. ἀλλ' οὐ κατέκαμψεν αὐτοῦ τὴν σκληρογνωμοσύνην οὐ Σκυθικῆς ὠμότητος ἀπόνοια καὶ λύσσα, οὐκ ἀγριόθυμος ὁρμὴ χαγάνου τοῦ βαρβάρου, οὐ πένθος, οὐκ ὀλοφυρμός, οὐ δάκρυ τῶν ἁλόντων· δεσμὸν γὰρ εἶχεν ἀρραγῆ τὴν φιλοχρηματίαν. καὶ πάλιν ὁ τριβάρβαρος ἐκεῖνος ὁ χαγάνος ἐκπέμπει πρὸς Μαυρίκιον μετριωτέρους λόγους καθυφιεὶς καὶ τὸ ποσὸν κατάγων τῶν χρημάτων. ὡς δ' ἦν ἀσπὶς ὁ βασιλεὺς τὰς ἀκοὰς συμβύων οὐδ' ἀνεχόμενος φωνῆς ἀΐειν ἐπᾳδόντων, θυμοῦται φεῦ ὡς πάρδαλις, ὡς τίγρις ὁ χαγάνος, καταψηφίζεται πικρὸν τοσαυτανδρίας πότμον, θερίζει φεῦ τοῖς ξίφεσι τὸ πλῆθος τὸ τοσοῦτν, καὶ πᾶν τὸ πρόσωπον τῆς γῆς τοῖς πτώμασι καλύπτει· τὰς πεδιάδας τὰς ἐκεῖ δείκνυσι λυθροφύρτους, καταστορέσας ὡς κορμοὺς πεύκης νεκρῶν σωρείαν. Χρυσὲ διῶκτα, τύραννε, παντόλμε, δολοπλόκε, πάντων κακῶν ἀκρόπολις, φρούριον ἀπωλείας, ἑλέπολις, ῥιψέπαλξις, σπαράκτρια τειχέων, πόλεων τειχοσείστρια, τινάκτρια δωμάτων, οἵοις κακοῖς τοὺς γηγενεῖς κρεωκοπεῖς καὶ τρύχεις! οὐδὲν ἀνθαμιλλᾶταί σοι πραγμάτων τῶν ἐν βίῳ, οὐδὲν ἀντιφερίζει σοι πάντων τῶν ἐπιγείων. μαλάσσεις τὸν ἀμάλακτον, τὸν μαλακὸν σκληρύνεις· γλῶσσαν ἀνοίγεις ἄφωνον, λάλον ἐπιστομίζεις· ποιεῖς βραδὺν τὸν δρομικόν, πτηνόπουν τὸν ἀργόπουν. πειράζεις μὲν καὶ θελγητρὸν ἐπάγεις ταῖς καρδίαις, καὶ γοητεύεις ἴυγξιν ἀφύκτοις τὰς αἰσθήσεις, ἀλλά σου τὸ καλλίχροον ὡς ἔχιδνα φαρμάσσει. θεσμοὺς καὶ νόμους συμπατεῖς καὶ τὴν αἰδῶ διώκεις. τυμβωρυχεῖς, τοιχωρυχεῖς, ἀπεμπολεῖς, προδίδως. λῆρος τὸ κομψευόμενον, ὡς ἔοικε, καὶ μῦθος, ὡς ἄρα τὸν ἀδάμαντα μόνον αἷμα μαλθάσσει· τί γάρ σου δραστικώτερον καὶ λίθους ἁπαλύνειν; τί δὲ τὴν ὑπερίσχυρον ἰσχύν σου διαφεύγει; Ὧδε μὲν ταῦτα στήτω μοι, τὰ δ' ἐφεξῆς ὁποῖα; τὸν φόνον τὸν μυρίανδρον ὁ βασιλεὺς μανθάνει, καταγινώσκει τῆς αὑτοῦ φαυλῆς σμικρολογίας, λογίζεται τὴν συμφοράν, τὸ πάθος ἀναστένει, καὶ μεταμέλῳ τὴν ψυχὴν πλήττεται βαρυτάτῳ. ἐντεῦθεν δάκρυον αὐτῷ συχνὸν ἐκ τῶν ὀμμάτων καὶ στεναγμοὶ βαρύστονοι καρδίας ἀπὸ μέσης, καὶ πάταγος βαρύδουπος τὰ στέρνα μωλωπίζων, ὀλολυγμοὶ καὶ βρυχηθμοὶ καὶ πρὸς θεὸν ἐντεύξεις μὴ πρὸς τὸ μέλλον τὰς ποινὰς αὐτῷ θησαυρισθῆναι, ἐνταῦθα δὲ τοῦ πταίσματος τὰς δίκας εἰσπραχθῆναι. κάμπτεται τούτοις ὁ θεὸς τοῖς γόοις, ἐπικλᾶται, οἰκτείρει λιταζόμενον ἐκθύμως τὸν κρατοῦντα, καὶ πρὸς τὴν αἴτησιν αὐτοῦ ταχέως ἐπινεύει, σὺν ἀναρίθμοις δὲ στρατοῖς ὀπτάνεται κατ' ὄναρ, καὶ τῷ Φωκᾷ τῷ φονικῷ κελεύει παραδοῦναι. ἦν ταῦτα, καὶ μετὰ μικρὸν ἀπὸ τοῦ στρατοπέδου ὁ κάκιστος ἐφίσταται Φωκᾶς τοῖς βασιλείοις, ἐξαιτησόμενός τινα παρὰ τοῦ βασιλέως· καὶ μαστιχθεὶς καὶ διωχθεὶς ἐφ' οἷς ἀπεφλυάρει ἀνθυποστρέφει, φαίνεται λοχάρχαις φαλαγγάρχαις πνέων μανίας καὶ θυμοῦ, καὶ λόγους ἀποπτύων φληνάφους, ἀποπέμποντας ὀσμὴν ἀπαιδευσίας, καὶ λύσσαν ἐρευγόμενος κυνὸς ὑλακομώρου. δεινοπαθεῖ τὸ στράτευμα ψευσθὲν τῶν ἠλπισμένων, καὶ συνελθόντες εἰς ταὐτὸ στρατάρχαι κλιματάρχαι κράτορα φεῦ τὸν λυσσητὴν Κέρβερον καθιστῶσιν, ἄνδρα λῃστήν, βαρύθυμον, φόνιον, ὁρμητίαν. Ὡς δ' ἔμαθε Μαυρίκιος καὶ τὴν ἀποστασίαν καὶ τὸν ἀλάστορα Φωκᾶν κρατοῦντα φεῦ Ῥωμαίων, ὥρμησε μὲν διὰ φυγῆς κλέψαι τὴν σωτηρίαν, ἀλύξαι δ' οὐκ ἐξίσχυσε τὰς πανσθενεῖς παλάμας· τὸν γὰρ κρατῆρα τῆς ὀργῆς καὶ τῆς δικαίας ψήφου ἔμελλεν ἄκρατον πιεῖν ἄχρι καὶ τοῦ
44