45
μὲνἀτελέστερον διακείμενοι, ταῦτα ἔφασκον οἱ φάσκοντες, καὶ ἐζήτουν οἱ ζητοῦντες· νῦν δὲ οὐδεμιᾶς συγγνώμης ἄξιος ὁ τούτοις θορυβούμενος, ὁ τοσαῦτα φιλοσοφεῖν μαθὼν, καὶ περὶ τῶν μελλόντων τοιαῦτα δόγματα δεξάμενος, καὶ τὸν περὶ γεέννης καὶ τὸν περὶ βασιλείας σαφέστερον διδαχθεὶς λόγον, καὶ ὅτι τὰ κατ' ἀξίαν ἕκαστος ἐκεῖ ἀπολήψεται. Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς δίκαιος. Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἄλλος, Ὁ ἐταστὴς καρδιῶν καὶ νεφρῶν ὁ Θεὸς δίκαιος, ὁ ὑπερασπιστής μου. Καὶ ἕτερος, Ὁ Θεὸς δίκαιος. Οἱ Ἑβδομήκοντα δὲ οὕτως εἶπον, Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. ∆ικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Εἶπεν ὅτι κρινεῖ τὴν οἰκουμένην, λέγει λοιπὸν καὶ πῶς κρινεῖ. Εἶπεν ὅτι οὐ μαρτύρων δεόμενος, οὐκ ἐλέγχων, οὐκ ἀποδείξεων, οὐ γραμματείων, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· αὐτὸς γάρ ἐστιν ὁ τὰ ἀπόῤῥητα ἐπιστάμενος. Μὴ τοίνυν λεγέτω τις τῶν ἀνοήτων· Καὶ πῶς κρινεῖ τὸν κόσμον τοσοῦτον ὄντα; Ὁ γὰρ ποιήσας οὐκ ὄντα, καὶ γενόμενον κρινεῖ. Νεφροὺς δὲ ἐνταῦθα τὰ ἀπόῤῥητα τῆς διανοίας λέγει, τὰ ἐνδότατα, τὰ βαθύτατα, ἀπὸ τῆς θέσεως τοῦ μορίου αἰνιξάμενος. ιʹ. Τί ἐστιν, Ἐτάζων; Ὅπερ ὁ ἄλλος εἶπε, ∆οκιμάζων. Εἰ δὲ καὶ ἀνθρώπιναι αἱ λέξεις, ἀλλὰ θεοπρεπῆ τὰ νοήματα. Ὥσπερ γὰρ ὁ Παῦλος λέγων, Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, τὸ ἐρευνᾷν, ἀντὶ τοῦ σαφῶς εἰδέναι, τίθησιν· οὕτω καὶ οὗτος, τὸ Ἐτάζων, ἀντὶ τοῦ ἀκριβῶς ἐπίστασθαι. Καὶ τὸ βασανίσαι δὲ τὸ γυμνῶσαί ἐστιν, ὅπερ ἀκριβοῦς ἐστιν ἐπιστήμης καὶ γνώσεως· ὡς καὶ Παῦλός φησι· Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. ∆ικαία ἡ βοήθειά μου. Ἄλλος, ∆ίκαιος ὁ ὑπερασπιστής μου. Τί ἐστι, ∆ικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ; ∆ικαίως ἂν γένοιτό μοι, φησὶ, παρὰ τοῦ Θεοῦ· οὐδὲν γὰρ ἄδικον αἰτῶ. Ὥστε εἰ μέλλοιμεν ἀπολαύειν συμμαχίας τῆς ἄνωθεν, τοιαῦτα αἰτεῖν δεῖ, ἃ καὶ τὸν τοῦ δικαίου λόγον ἔχει· ἵνα τῇ φύσει τῆς αἰτήσεως τὴν ῥοπὴν ἐπισπασώμεθα Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Τοῦτο ἔργον αὐτῷ, τοῦτο ἔθος αὐτῷ. Ἐπειδὴ τοίνυν καὶ ἐγὼ οὐκ ἦρξα χειρῶν ἀδίκων, οὐδὲ ἀμύνασθαι ἐπιθυμῶ, διὰ τοῦτο δικαία ἂν γένοιτο ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Ταῦτα οὖν εἰδότες, μηδὲν τοιοῦτον αἰτῶμεν, ὃ κωλύει τὴν δόσιν. Ὅταν γὰρ κατὰ ἐχθρῶν αἰτῇς, οὐκ ἔστι δικαία ἡ βοήθειά σου· ἐναντία γάρ ἐστι τῷ νόμῳ τοῦ παρέχοντος· κἂν πλοῦτον αἰτῇς, κἂν κάλλος αἰτῇς, κἂν ὁτιοῦν τοιοῦτον αἰτῇς βιωτικὸν, παραῤῥέον, καὶ ἐναντίον τῇ τῆς ψυχῆς φιλοσοφίᾳ. Αἰτῶμεν τοίνυν ὥστε καὶ ἐπιτυχεῖν. Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἄλλος φησὶν, Ἐμβριμώμενος κατὰ πᾶσαν ἡμέραν. Ὁ δὲ 55.96 Ἑβραῖος, Κατὰ πᾶσαν ζωήν. Καὶ ἄλλος, Ἀπειλούμενος, ἐμβριμώμενος, οὐ κολάζων. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ δίκαιος, πάντως βουλήσεται τοὺς ἀδίκους κολάσαι· εἰ ἰσχυρὸς, πάντως δυνήσεται. Καὶ ποῦ, φησὶ, τὰ τῆς φιλανθρωπίας, εἰ κατὰ τὸ δίκαιον κρινεῖ; Πρῶτον μὲν, ἐν τῷ μὴ κατὰ πόδας ἐπάγειν τὴν δίκην, μᾶλλον δὲ πρὸ τούτου, ἐν τῷ πάντα ἀφεῖναι τὰ ἁμαρτήματα διὰ λουτροῦ παλιγγενεσίας· δεύτερον δὲ ἐν τῷ καὶ μετάνοιαν δοῦναι. Ἂν γὰρ ἐννοήσῃς, ὅτι καθ' ἑκάστην ἁμαρτάνομεν ἡμέραν, τότε μάλιστα ὄψει αὐτοῦ τὸ ἄφατον μέγεθος τῆς φιλανθρωπίας. Ὃ δὴ καὶ ἐμφαίνων ἐπήγαγε, λέγων· Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος. Ἀπορεῖς, ἐπεὶ καὶ δύναται καὶ βούλεται, τίνος ἕνεκεν οὐ κολάζει; Μάνθανε, φησὶν, ὅτι μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἵνα γὰρ μή τις τῶν ἀνοήτων νομίσῃ, ὅτι δι' ἀσθένειαν οὐκ ἐπεξέρχεται, δείκνυσι τῆς μελλήσεως τὴν αἰτίαν· ὅτι μεγάλα καὶ ἡ μακροθυμία μέτρα ἔχει. Ἐπειδὴ γὰρ διὰ τοῦτο μακροθυμεῖ, εἰς μετάνοιάν σε ἄγων, ὅταν ἀπὸ τοῦ φαρμάκου τούτου μηδὲν κερδάνῃς,