χρυσεοπήληκας, ἁβρούς, πάντας φαρετροφόρους, μυκτηροκόμποις βρέμοντας ἵπποις χρυσοφαλάροις. ὡς οὖν ἑώρα βασιλεὺς ἀμήχανον συμμῖξαι Χοσρόου τοῖς στρατεύμασιν (ὑπὲρ γὰρ ψάμμον ἦσαν), βουλεύεταί τι δραστικὸν καὶ πλῆρες ἀγχινοίας. τῇ κόρῃ τῇ θεόπαιδι τὴν πόλιν ἐπιτρέπει καὶ τὸν υἱὸν καὶ τὸν λαόν, αὐτὸς δ' ἐντεῦθεν ἄρας καὶ συλλεξάμενος στρατὸν ἐκ γῆς ἀπὸ θαλάσσης, ψιλοὺς ἐνόπλους ἱππαστὰς ὁπλίτας σακεσφόρους, εἰς γῆν εἰσβάλλει Περσικήν, προσβάλλει καὶ φρουρίοις καρτεροτείχοις ἐρυμνοῖς εὐπύργοις στερροπύργοις, φθείρει πορθεῖ λεηλατεῖ πᾶσαν τὴν ὑπὸ Πέρσας, ἄγαν σοφῶς τεχνώμενος μεθέλκειν Βυζαντόθεν κἀντεῦθεν ἀντιπερισπᾶν Χοσρόου τὰς δυνάμεις. πόλεων γοῦν τῶν Περσικῶν ἐκείροντο τὰ κάλλη, ἀγροὶ πυρὸς ἐγίνοντο δαπάνη πολυξύλου, ἠνδραποδίζοντο πικρῶς ὑπέρακμοι πρωθῆβαι, γυναῖκες καλλιπλόκαμοι, κορίσκαι, γηραλέαι, καὶ παῖδες ὑπαγκάλιοι, γαλακτοφάγα βρέφη. ἐλούετο τοῖς αἵμασιν ἡ τῶν Ῥωμαίων σπάθη, ἡρπάζοντο βοσκήματα, μητέρες ἠτεκνοῦντο, καὶ στόνος κατελάμβανε τὴν Περσικὴν καὶ γόος· πτηνὴ γὰρ ἐκδικήσεως ἐπέτρεχε ῥομφαία, καὶ πάσας κατεβόσκετο σπάθη θυμοῦ τὰς πόλεις. ἀκούει ταῦθ' ὁ βασιλεὺς Περσῶν ὁ φρυακτίας, καὶ τὰ γινόμενα μαθὼν ἀπαίρει Βυζαντόθεν. προῆγε μὲν Ἡράκλειος εἰς μέσην τὴν Περσίδα, ὁ δὲ Περσάρχης πρὸς αὐτὸν ἤλαυνεν ὀπισθόπους. καὶ γενομένης ὑπ' ἀμφοῖν καρτερομάχου μάχης καὶ προσβαλόντων φρικωδῶς ἀλλήλοις τῶν ταγμάτων νεκροὶ μὲν ἑκατέρωθεν ἐγένοντο μυρίοι, πλὴν ὅμως καθυπέρτερα τὰ τῶν Ῥωμαίων ἦσαν. ἔβλεψε τότε καὶ Περσὶς ἐκ Βυζαντίου σπάθην θεριστικὴν ἀμφίστομον, δρεπάνην πετομένην καὶ πόλεις ἀφανίζουσαν καὶ τοὺς ἀγροὺς πορθοῦσαν. καὶ πάλιν ἄλλο συνετὸν ὁ βασιλεὺς τεχνᾶται· ἦν γὰρ ἐμπειροπόλεμος εὐμήχανος στρατάρχης. μικρὸν ὑπολειπόμενος τὸν δρόμον ὑποτέμνει, καὶ Περσικοῦ στρατεύματος σὺν ἅμα τῷ Χοσρόῃ ὑπερδραμόντος καὶ στρατὸν Ῥωμαίων παρελθόντος αὐτὸς ἐκείνοις φεύγουσιν εἵπετο κατὰ νώτου, καὶ μυριάκις συμπλακεὶς ἀντενωπίοις μάχαις καὶ τοῖς ὀστοῖς τοῖς τῶν Περσῶν τὰ ξίφη διαθρύψας τὸν βάρβαρον οὐκ ἔληγε διώκων καὶ συμπνίγων, ἕως αὐτοῦ τὸ προσγενὲς καὶ τῶν Περσῶν οἱ κρείττους καὶ πᾶν αὐτοῦ τὸ φίλιον καὶ πάντες φαλαγγάρχαι καὶ παῖς αὐτοῦ πρωτόσπορος πρωτόφυτος Σιρόεις τὸν ἐναγῆ καὶ βδελυρὸν Χοσρόην μυσαχθέντες δεσμῷ στερρῷ συσφίγγουσι πολυχανδὲς ὡς κῆτος, ὡς λέοντα βαρύθυμον, ὡς πάρδαλιν ἀγρίαν, καὶ τῷ λιμῷ πιέζουσι καὶ τέλος θανατοῦσιν. ἐν ἑξαμέτρῳ τοιγαροῦν ἡλίου περιδρόμῳ τὴν Περσικὴν καὶ Μηδικὴν Ἡράκλειος ἐκτρίψας καλλίνικος ἀνέζευξεν ἐπὶ τὴν βασιλίδα. Καὶ ταῦτα μὲν ἐνιαυτοῖς ἀπέβησαν ὑστέροις· ἀλλ' ἔτι διατρίβοντος ἐν Πέρσαις Ἡρακλείου, τοῦ δὲ Περσῶν στρατεύματος ἀντιπολιορκοῦντος καὶ χαίνοντος καταπιεῖν τὴν πόλιν τὴν ὀλβίαν, ἄλλος τραχὺς βαρύβρομος μυριοκύμων κλύδων ἀντεπηγέρθη, φοβερὸν βρυχόμενος ὡς λέων, καὶ κατακλύζειν ἀπειλῶν τὴν τηλικαύτην σκάφην. ταῖς Περσικαῖς γὰρ Σκυθικαὶ δυνάμεις συνδραμοῦσαι καὶ φάλαγγες ἰσόψαμμοι θηριωδῶν Ἀβάρων, ὡς χείμαρροι βαρύδουποι σὺν ψόφοις συρραγεῖσαι, καθάπερ εἰς μισγάγκειαν τὴν πόλιν ἐπερρόθουν. οἱ Πέρσαι τὰς παρεμβολὰς εἶχον ἀντενωπίους (καὶ μέχρι γὰρ ∆αμάλεως καὶ τῶν Καλχηδονίων αἱ σφῶν δυνάμεις κέχυντο βαρύθρουν λαλαγοῦσαι), Ἄβαρες πρὸς τοῖς τείχεσιν ἐφήδρευον καὶ Σκύθαι, καὶ πᾶν δεινὸν καὶ πᾶν στυγνὸν ἐφαίνετο προὐμμάτων. ἐκεῖθεν ἤχει φοβερὸν ἡ Σκυθοτρόφος Σκύλλα, ἐντεῦθεν τῆς Χαρύβδεως ἠνοίγετο τὸ στόμα, καὶ μέσον ἐχειμάζετο τῆς πόλεως τὸ σκάφος, καὶ πανταχόθεν κίνδυνος καὶ πανταχόθεν σάλος. ὁ δὲ καιρός, ὡς ἔοικε, φιλονεικῶν ὁ τότε ἄλλο μηδὲν παραλιπεῖν μεῖζον κακὸν ἀνθρώποις, καὶ πᾶσαν περιταύριον ἤγειρεν ἐθναρχίαν· ἀκρίδα μυριόπτερον εἴποι τις ἂν εὐστόχως. καὶ γάρ τοι συμπηξάμενοι θαλαττοπόρα σκάφη Ταυροσκυθῶν οἱ φύλαρχοι τῶν ἀγριοκαρδίων, καὶ πλῆθος ἀπειράριθμον τοῖς
46