σκάφεσιν ἐνθέντες, ἐπῄεσαν καλύπτοντες τὰ νῶτα τῆς θαλάσσης τοῖς λεμβαδίοις τοῖς πυκνοῖς, τοῖς αὐτοξύλοις πλόοις. οὕτως αἱμάστιγες πολλαὶ μυριαχόθεν ἦσαν καὶ πάντοθεν τὰ πράγματα στενὰ τῇ βασιλίδι. ἦν ὁ μὲν Πέρσης ὡς πικρὸς σκορπίος κεντροφόρος, ὡς δ' ἔχιδνα φαρμάκτρια Σκυθῶν θυμοτολμία, ἀκρὶς ὁ Ταυροσκύθης δὲ πεζόπτερος πτηνόπους. τόσοις κακοῖς ἐπάλαιε τὸ Βυζαντίων ἄστυ, πάντοθεν δ' ἦν ἀμήχανα τὰ τῆς ἐπικουρίας. ἀλλ' ὑπερήσπιζεν αὐτοῦ μεγασθενὴς βραχίων, ἀλλ' ἦν ὑπέρμαχος αὐτοῦ παλάμη κραταιόχειρ. καὶ τοίνυν ἐξεφύσησεν ἄνεμος ἀγριόπνους, καὶ κλύδωνας ἐξήγειρε καὶ στρόφους πολυστρόφους, καὶ πᾶσαν κατεπόντωσεν ἄπλετον στολαρχίαν. ἔδυσαν ὡς ἡ μόλιβδος εἰς ἅλμην θαλαττίαν οἱ κούφως ἐπιπλέοντες ὑγροκελεύθους πόρους, ὡς πρὶν σοβαροπρόσωποι τοῦ Φαραὼ τριστάται. ἐντεῦθεν ἐξεχύθησαν οἱ πρὶν πεφοβημένοι Ῥωμαῖοι καὶ τοῖς τείχεσιν αὑτοὺς συγκεκλεικότες. ὡς σελευκίδες ὤφθησαν ταῖς πτερωταῖς ἀκρίσιν, ὡς ἴβεις δὲ πτερόεσσαι τοῖς ὄφεσιν ὑπῆρξαν. καὶ μέλος ἐπινίκιον ἠλάλαξαν ὑμνοῦντες καὶ τὰς ᾠδὰς τῇ στρατηγῷ θύοντες καταλλήλους. οὕτως οὐ γίγας σώζεται τῷ πλήθει τῆς ἰσχύος, οὐδὲ δυνάστης ἐν χερσὶ στρατοῦ πολυδυνάμου· ἂν γὰρ θεὸς μὴ πήξειε τῶν οἴκων τοὺς θεμέθλους, ἂν μὴ θριγγίῳ κραταιῷ τοὺς δόμους περιβάλλει, καὶ τὰ τῆς τέχνης ἄχρηστα καὶ τὰ τοῦ κόπου κόποι. Εἰς τοῦτο μὲν ἀπέβησαν τὰ πράγματα Ῥωμαίοις· τριάκοντα δ' ἐν ἔτεσιν Ἡράκλειος κρατήσας φάος ἐξέλιπεν ὁμοῦ καὶ στέφος καὶ τὸν βίον. ἐπεὶ δὲ τὸν Ἡράκλειον ἠνάγκασεν ἡ φύσις δοῦναι τὸν χοῦν τοῦ σώματος τῇ γῇ τῇ δανεισάσῃ, ὁ παῖς αὐτοῦ χειρίζεται τὰ σκῆπτρα Κωνσταντῖνος, ὃς πρὸς μικρόν τι γνωρισθεὶς μόναρχος αὐτοκράτωρ καὶ τῆς ἀρχῆς γευσάμενος πρὸς ἓν ἔτος τοῦ στέφους ἀνθυπεκρύβη τάχιον, ἐξέλιπε πρὸ χρόνου, μηδέν τι μνήμης ἄξιον φθεγξάμενος ἢ δράσας, τῆς μητρυιᾶς, ὡς λέγουσι, Μαρτίνης καὶ τοῦ Πύρρου συγκερασάντων φάρμακον αὐτῷ θανατηφόρον. ὁ Πύρρος δ' ἦν ἀρχιερεὺς τότε τῆς Βυζαντίδος, λοιμὸς ἀνὴρ καὶ δυσσεβὴς καὶ φαρμακὸς καὶ γόης. Ὡς οὖν ἀπέλιπε ζωὴν τὴν κάτω Κωνσταντῖνος, Μαρτίνα παρεισφθείρεται τῇ σκηπτροκρατορίᾳ, καὶ μετ' αὐτῆς Ἡρακλωνᾶς ὁ παῖς, ἀλλ' ἐπ' ὀλίγον· μηδὲ γὰρ φθάσαντες σχεδὸν τῷ κράτει προσλαλῆσαι τῆς θείας ἐκδικήσεως ἐκπίνουσι τὸν σκύφον, ἄλλο μηδὲν κερδάναντες ἢ τὸ κακοὶ φανῆναι. ῥῖνα μὲν οὖν Ἡρακλωνᾶς, ἡ δὲ Μαρτίνα γλῶτταν ζημιωθέντες ἤχθησαν εἰς τὴν ὑπερορίαν, καὶ μετ' αὐτοὺς πιστεύεται Κώνστας τὴν βασιλείαν, ὁ Κωνσταντίνῳ γεννηθεὶς τῷ πρὸ μικροῦ κρατοῦντι· ὃς ῥίζας τρέφων πονηρὰς ἀρχῆθεν ἐν καρδίᾳ τῆς δυσσεβοῦς αἱρέσεως ἢ μᾶλλον ἀπονοίας τῶν διδασκόντων ἐν Χριστῷ θέλησιν μίαν λέγειν, ἤνεγκε τότε καὶ καρπούς, ἀλλὰ καρποὺς πικρίας, ἐξ ὧν πολλοὶ μὲν ἔφαγον πλὴν ὅσον ἐπιγνῶναι οἷον τὸ στῦφον οἱ καρποὶ καὶ τὸ πικρὸν αὐχοῦσι, Μάξιμος δ' ὁ καλλίγλωττος, σάλπιγξ ἡ χρυσοσάλπιγξ, ὁ Νεῖλος ὁ χρυσόρειθρος ὁ τῆς ὀρθοδοξίας, ἕως ἐσχάτης πλησμονῆς μετέσχε τῆς πικρίας· τὴν χεῖρα γὰρ τὴν δεξιὰν ἐξεθερίσθη ξίφει, καὶ γλῶσσαν μελιτόεσσαν οἴμοι προσαφῃρέθη, τὴν νέκταρος πηγάζουσαν ἐνθέου τὰς συρμάδας. Οὗτος ὁ Κώνστας ὁ σκαιὸς ἀειφυγίᾳ θλίβει Μαρτῖνον τὸν ἐπίσκοπον τῆς πρεσβυτέρας Ῥώμης· πάπαν αὐτὸν ἀποκαλεῖν οἶδε Ῥωμαίων γλῶσσα. καὶ Κάϊν μιμησάμενος ἐπ' ἀδελφοκτονίᾳ, καὶ κτείνας Θεοδόσιον τὸν ἐκ μιᾶς ἀρούρης καὶ τῶν σπερμάτων τῶν αὐτῶν αὐτῷ βεβλαστηκότα, εἰς Σικελίαν ἀποπλεῖ τὴν πολυφορωτάτην, τὴν πόλιν τὴν βασίλειον ἀποκοσμῆσαι θέλων καὶ τὴν ἀρχὴν χαρίσασθαι τῇ τριπεμπέλῳ Ῥώμῃ, ὡς εἴ τις ἁβροστόλιστον ἀποκοσμήσει νύμφην καὶ γραῦν τινὰ τρικόρωνον ὡς κόρην ὡραΐσει. ἀλλὰ τὰ διαβούλια μάταια τῶν ἀνθρώπων, ἂν μὴ συμπράττῃ καὶ θεός, ἂν μὴ συνεπινεύσῃ· θερμοῖς γὰρ ὕδασιν αὑτοῦ ψυχαγωγῶν τὴν σάρκα ψυχρὸν ἐκεῖ κυλίκιον ἐξέπιε θανάτου, ἔτεσιν εἴκοσι λαχὼν πρὸς τοὺς ἑπτὰ τοῦ κράτους. Καὶ τυραννεῖ Μιζίζιος, ἀνὴρ ἐκ Σικελίας, ἀνὴρ χαριτοβλέφαρος, ἀστεῖος τῷ προσώπῳ.
47