47
αὐτοῦ οὐδαμῶς τις ὑποστήσεται, πῶς ὅπλων δεῖ τούτῳ; Ἀλλ' ὅπερ ἔφθην εἰπὼν, διὰ τὴν παχύτητα καὶ τὴν ἀναισθησίαν τῶν ἀκουόντων οὕτω ταῦτα εἴρηται. Τί δέ ἐστι, Καὶ στιλβώσει; Ἀκονήσει. Ἆρα οὖν καὶ ἀκόνης χρεία; καὶ ἰὸς περὶ τὴν μάχαιραν; Καὶ τίς ἂν ταῦτα, νοῦν ἔχων, ἀνέξεται οὕτως ἐκλαβεῖν ὡς εἴρηται; Ἀλλ' ὅπερ ἔφθην εἰπὼν, τὴν τιμωρίαν διὰ πάντων σχηματίζει, καὶ ἐπὶ τὰ παχύτερα πρόεισιν, ὥστε καὶ τοὺς σφόδρα ἀνοήτους συνιδεῖν, ὅτι οὐ δεῖ ταῖς λέξεσι παρακαθῆσθαι, ἀλλὰ θεοπρεπεῖς ἐννοίας ἐκ τούτων λαμβάνειν. Ὥστε εἴ τις ἀπορεῖ τίνος ἕνεκεν θυμὸς εἴρηται περὶ Θεοῦ καὶ ὀργὴ, πολλῷ μᾶλλον τούτων ἕνεκεν ἀπορήσει. Εἰ δὲ ταῦτα οὐχ ὡς εἴρηται ἐκληπτέον, ἀλλὰ 55.98 θεοπρεπῶς, εὔδηλον ὅτι καὶ τὰ περὶ θυμοῦ καὶ ὀργῆς· ἡ δὲ παχύτης τῶν λέξεων, ὥστε καθικέσθαι τῆς τῶν ἀκροατῶν παχύτητος. ∆ιά τοι τοῦτο οὐδὲ τοῖς εἰρημένοις ἠρκέσθη, ἀλλ' ἔτι πρόεισιν ἐπὶ τὸ ἀνθρωπινώτερον, τὸν φόβον αὔξων. Οὐ γὰρ ῥομφαίαν αὐτὸν ἔχοντα εἰσάγει μόνον, ἀλλὰ καὶ ὁπλιζόμενον. Ἐπειδὴ γὰρ οὐχ ὁμοίως τις φοβεῖται ἀκούων, ὅτι ἀκονᾶται ἡ μάχαιρα, καὶ ὅτι τὸ τόξον μετὰ χεῖρας, ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων κατασείει τὴν διάνοιαν τῶν ἀκουόντων, λέγων· Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό· φοβῶν τὸν ἀκούοντα, ὁμοῦ καὶ τὴν μακροθυμίαν καὶ τὴν ὀργὴν ἐνδεικνύμενος. Οὐ γὰρ εἶπεν, ἀφῆκεν, οὐδὲ, ἔλαβεν, ἀλλ', Ἐνέτεινε καὶ ἡτοίμασε· τουτέστιν, Ἕτοιμός ἐστι πρὸς τὴν ἄφεσιν. Καὶ τί θαυμάζεις, εἰ ἐν τῇ Παλαιᾷ οὕτως εἴρηται, ὅπουγε καὶ ἐν τῇ Καινῇ Ἰουδαίοις διαλεγόμενος ὁ Ἰωάννης τοιοῦτόν τι λέγει; Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Τί οὖν; δρυτόμον ὁ Θεὸς μιμεῖται ἀξίνῃ κόπτοντα ξύλα; καὶ ἀξίνην ἐκληπτέον καὶ ξύλα; Ἄπαγε· ὥσπερ οὐδὲ ἄχυρα καὶ σῖτον, ὅταν λέγῃ· Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Τίς οὖν ἐστιν ἡ ἀξίνη; Ἡ τιμωρία καὶ ἡ κόλασις. Τίνα δὲ τὰ δένδρα; Οἱ ἄνθρωποι. Τίνα δὲ τὰ ἄχυρα; Οἱ φαῦλοι. Τίς ὁ σῖτος; Οἱ χρηστοί. Τί τὸ πτύον; Ἡ διάκρισις. Οὕτω καὶ ἐνταῦθα ῥομφαία, καὶ τόξον, καὶ βέλη, ἡ κόλασις καὶ ἡ τιμωρία ἐστίν. Εἶτα τὴν μέλλησιν, καὶ τὸ ἀφεστηκέναι μὲν τὴν τιμωρίαν, μὴ πολὺ δὲ ἀφεστηκέναι, ἀλλ' ἐπὶ θύραις εἶναι, τῷ τεῖναι καὶ ἑτοιμάσαι παρέστησε. Σκεύη δὲ θανάτου τὰ βέλη φησίν. Ὥσπερ σκεύη γεωργίας, τὰ γεωργίαν ποιοῦντα· καὶ ναυτιλίας, τὰ πλεῖν ἡμᾶς παρασκευάζοντα· καὶ ὑφαντικῆς, τὰ ὑφαίνειν ποιοῦντα· οὕτω καὶ θανάτου σκεύη, τὰ θάνατον ἐργαζόμενα. Εἶτα ἑρμηνεύων τίνα ἐστὶ τὰ σκεύη τοῦ θανάτου ἐπάγει, Τὰ βέλη αὐτοῦ, δεικνὺς τὸ τάχος τῆς τιμωρίας, ὅταν βουληθῇ. Τί δέ ἐστι, Τοῖς καιομένοις; Τοῖς τιμωρουμένοις, τοῖς κολαζομένοις. Εἶτα οὐκ ἀρκεῖ τὸ πῦρ, ἀλλὰ βελῶν χρεία; Ὁρᾷς ὅτι πάντα μεταφορικῶς εἴρηται καὶ ἐμφαντικῶς, καὶ ὥστε διὰ πάντων αὐξηθῆναι τὸν φόβον; Ὃ γὰρ λέγει τοιοῦτόν ἐστι· Ἡτοίμασε τὰς τιμωρίας τοῖς μέλλουσι τιμωρεῖσθαι. Ἀλλ' εἰ μὴ οὕτως εἶπεν, οὐκ ἂν οὕτως ἔπληξε· νῦν δὲ βελῶν, καὶ ῥομφαίας, καὶ τόξου, καὶ ἀφέσεως, καὶ τάσεως, καὶ σκευῶν θανάτου καὶ ἐμπρησμοῦ μνημονεύσας, τῇ ποικιλίᾳ τῶν ὀνομάτων ἐπέτεινε τὴν ἀγωνίαν. Εἶτα παραμυθούμενος πάλιν τὸν φόβον, ἐπήγαγε, Τοῖς καιομένοις. Ἵνα γὰρ μὴ νομίσῃ τις τῶν ἀνοητοτέρων, ἐπὶ πάντας αὐτὸν ἄγειν τὴν χεῖρα, καὶ κατὰ πάντων ὡπλίσθαι, ἐπήγαγε, Τοῖς καιομένοις. Ὅπερ καὶ ὁ Παῦλος αἰνίττεται περὶ ἄρχοντος λέγων· Οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Εἰ δὲ ἐπὶ τῶν ἀρχόντων ἡ μάχαιρα τοῦτο ποιεῖ καὶ φοβεῖ, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ. Καὶ τοῦτο δὲ οὐ τῆς τυχούσης φιλανθρωπίας, τὸ διὰ τῶν ῥημάτων φοβεῖν καὶ ἐξογκοῦν τὴν τιμωρίαν, ὥστε 55.99 μὴ γενέσθαι ἐν πείρᾳ τῶν πραγμάτων. ∆ιὰ γὰρ τοῦτο ἐνέτεινε, διὰ τοῦτο ἡτοίμασε, διὰ τοῦτο ἐνέθηκε τὰ βέλη, διὰ τοῦτο πρὸς τὴν τιμωρίαν εὐτρεπίζεται, ἵνα μὴ ἔλθῃ πρὸς τὴν τιμωρίαν.