πλὴν ὅμως οὐκ ἐπὶ μακρὸν ἀπήλαυσε τῆς τύχης, ἀλλ' ἀπεψύγη τάχιον, ἀλλὰ φανεὶς ἐκρύβη, ὥσπερ ἂν ῥόδον ἐκφυῇ καὶ παραυτίκα ῥεύσῃ. ὁ γάρ τοι παῖς τοῦ Κώνσταντος ἄρτι λαβὼν τὰ σκῆπτρα (τοὔνομα δὲ τῷ βασιλεῖ βρεφόθεν Κωνσταντῖνος) στόλῳ βαρεῖ τὴν Σικελῶν καταλαμβάνει νῆσον, καὶ πάντας τοὺς αὐτόχειρας καὶ τοὺς ὀλεθρεργάτας τοὺς βασιλέως καὶ πατρὸς ἐνδίκως ἀποσφάττει, καὶ σὺν αὐτοῖς Μιζίζιον τὸν τετυραννηκότα. τοῦτον τὸν αὐτοκράτορα λαὸς ὁ συρφετώδης καὶ τὸ τοῦ δήμου συμμιγὲς ἐκάλουν Πωγωνᾶτον, ὅτι, φασίν, ἐκναυστολῶν κατὰ τοῦ Μιζιζίου μεῖραξ τρυφεροπρόσωπος ἀνίουλος ἀπώγων ἐκεῖθεν ἀνθυπέστρεψεν ἀνὴρ τελειοπώγων. οὗτος ἀθροίσας σύλλογον ἀνδρῶν θεοφορήτων τὴν πατρικὴν ἀσέβειαν ἀνέσπασε ῥιζόθεν, τοῖς φυτουργοῖς τῶν εὐσεβῶν καταρτισθεὶς δογμάτων. ἴθυνεν οὖν ἐν ἔτεσι δεκαεπτὰ τὸ κράτος. ὡς δὲ καὶ θνήσκειν ἔμελλε καὶ καταντᾶν εἰς κόνιν, υἱὸν Ἰουστινιανὸν δείκνυσι βασιλέα καὶ κράτορα καθίστησιν αὔταρχον γῆς Ῥωμαίων· ὃς ἀπὸ βάθρων ἤγειρεν, ἀπὸ ῥιζῶν ἐσχάτων τὸν μέγαν οἶκον τὸν λαμπρὸν τὸν ἐν τοῖς ἀνακτόροις, χρυσέων πυραυγήμασι ψηφίδων καταυγάσας τοὺς τοίχους, καὶ τὸ δάπεδον μαρμάροις καλλιχρόοις, ὃς ἔτι τοῦ δομήτορος τὴν κλῆσιν διασώζει. Ὁ βασιλεὺς δὲ μισηθεὶς ἄρχουσιν, ἰδιώταις, τοῖς ὄχλοις τοῖς ἐν ἀγορᾷ, τοῖς ἐν τοῖς ἀνακτόροις, ὡς σκληρογνώμων, ὡς σκαιός, ὡς ἐντρυφῶν τοῖς φόνοις, καὶ πλέον ὡς αὐθέκαστος ἐξ αὐταρέσκου γνώμης (ἦν γὰρ καὶ δοκησίσοφος καὶ πλήρης ἀπονοίας, κἀν ταῖς βουλαῖς οὐ κοινωνόν, οὐ συνεργάτην εἶχε, πᾶσαν πλουτεῖν οἰόμενος τὴν ἐν ἀνθρώποις γνῶσιν), ἐντεῦθεν τοίνυν μισηθεὶς ἀξίαν τῆς κακίας τὴν ἔκπτωσιν ἐφεύρατο τὴν ἐκ τῆς σκηπτουχίας. καὶ γὰρ ἀνήρ τις εὐγενὴς τῶν ἀπὸ τῆς συγκλήτου, πατρίκιος ἀξίωμα, Λεόντιος τὴν κλῆσιν, εὑρὼν καὶ συναιρόμενον καὶ συμφρονοῦν τὸ πλῆθος (πρὸς γὰρ Ἰουστινιανὸν ἔτρεφον πάντες μῖσος) ἐφίσταται τῷ βασιλεῖ μετὰ τῶν συμμαχούντων, ὅτε τὸ καλλιβλέφαρον ὄμμα καὶ φωτοφόρον ἔμυε δῦναν κατὰ γῆς καὶ πᾶν ἦν ἐν δεμνίοις, καὶ χειρωσάμενος αὐτὸν ὡς ἐν δικτύῳ θῆρα ἐκπέμπει διαπόντιον εἰς τὴν Χερσῶνα πόλιν, τὴν ῥῖνα πρότερον τεμὼν καὶ πρόσωπον αἰσχύνας. ἀλλὰ γὰρ οὐκ ἐκάμμυε τὸ βλέφαρον τῆς δίκης, ἀλλ' ἐπεντράνισεν ὀρθῶς, καὶ τὸν ἐπαναστάντα τοῖς ἴσοις ἀντημείψατο καὶ ταυτομέτροις μέτροις. λῃστῶν ληϊζομένων γὰρ Ἀφρικανῶν τοὺς ὅρους (Ἄρραβες ἦσαν οἱ λῃσταὶ κἀκ τῶν ἀπὸ τῆς Ἄγαρ) καὶ πᾶσαν τὴν παράλιον κακούντων καὶ κειρόντων, ὁ βασιλεὺς ὑπερπαθῶν στόλον βαρὺν ἀρτύει, καὶ πέμπει κατὰ τῶν λῃστῶν τούτων τῶν ὑγροπόρων· οἷς καὶ συμμίξασαι στερρῶς αἱ ναυτικαὶ δυνάμεις ἐκείνους μὲν μετὰ θυμοῦ καὶ τόλμης ἐπιόντας καθάπερ κάπρους ἀφριστὰς ἀπήλασαν ἐκεῖθεν, Ῥωμαίοις δ' ἀνεσώσαντο τὰ τῶν Καρχηδονίων. ἀλλὰ γὰρ οὐκ ἠρέμησαν οἱ παλαμναῖοι θῆρες, πάλιν δ' ἀντεπεστράτευσαν μυριοστόλῳ στόλῳ, καὶ πλείονι συμμίξαντες Ῥωμαίοις στολαρχίᾳ ἐτρέψαντό τε πρὸς φυγὴν ναυάρχους ναυσιπλόους, καὶ τὴν ὀλβιοδαίμονα πόλιν Καρχηδονίων ἑλόντες καὶ σκυλεύσαντες καὶ κατηδαφικότες τὸν χρύσεον ἐξέκοψαν βόστρυχον τῆς Λιβύης. ὄχλος οὐκοῦν ὁ ναυτικὸς καὶ πάντες οἱ στολάρχαι τὴν ἐκ τῆς ἥττης ἔμπικρον οὐ φέροντες αἰσχύνην, ἰώμενοί τε τὸ κακὸν ἄλλῳ κακῷ μεγάλῳ, ὠδίνουσί τε σπέρματα τὰ τῆς ἀποστασίας καὶ Κρήτῃ προσορμίζονται τῇ τρισμεγίστῃ νήσῳ, ἀλλήλοις τε συνθέμενοι καὶ συνομωμοκότες ἐνταῦθα τῆς θρασύτητος ἐκρήσσουσι τὸ βάρος, καὶ σφῶν ἐπιλεξάμενοι συναποστάτην ἕνα, λεγόμενον Ἀψίμαρον, κράτορα καθιστῶσιν, ὃς σὺν αὐτοῖς καὶ μετ' αὐτῶν τὴν πόλιν περισφίγξας καὶ προδοτῶν ἐπιτυχὼν κρατεῖ τῆς Βυζαντίδος. καὶ πρῶτα μὲν Τιβέριον αὑτὸν μετονομάζει, ἔπειτα καὶ Λεόντιον ἐξενεγκὼν εἰς μέσον καὶ τῇ τομῇ τῇ τῆς ῥινὸς τὴν κόλασιν μετρήσας φρουρᾷ καθείργνυσιν αὐτὸν ἀφύκτῳ πικροφρούρῳ, ἔτεσι μόνοις ἐν τρισὶ κρατήσαντα Ῥωμαίους. Εἶχε μὲν οὖν Ἀψίμαρος τὸ τῶν Ῥωμαίων κράτος, καὶ πνεύμασιν ἐφέρετο τύχης ἁπαλοπνόοις. ἓν μόνον ἔθραττεν
48