αὐτόν, ἓν μόνον ἐθορύβει, μὴ πρὸς Ἰουστινιανὸν πάλιν τὰ σκῆπτρα φθάσῃ, καὶ πάλιν ἀναπόμπιμος γένηται πρὸς τὸ στέφος ὁ πρὶν αὐτὸ ζημιωθεὶς καὶ σὺν αὐτῷ τὴν ῥῖνα. ὡς θῆρα γοῦν ὑγρόχερσον ὑπώπτευε τὸν ἄνδρα, καὶ μᾶλλον τοὺς προφοιβασμοὺς ἀκούων καὶ προρρήσεις καὶ τὰ κομπολογήματα τῶν ἀστερολεσχούντων. ἐκίνει τοίνυν μηχανάς, ὤρυττεν ἐπινοίας, ὡς ἂν αὐτοῦ κωλύσειε τὰς πρὸς τὸ κρεῖττον τύχας. μαθὼν γοῦν ὡς ἡρμόσατο τὴν αὐθομαιμονοῦσαν τῷ τῶν Χαζάρων ἄρχοντι χαγάνῳ Θεοδώραν, καὶ παρ' αὐτῷ καὶ μετ' αὐτοῦ σκηνοῖτο καὶ διάγοι, πρεσβείαν πέμπει τῷ δεινῷ βαρβάρῳ τῷ χαγάνῳ, χρημάτων ὑπισχνούμενος ὅλας αὐτῷ θαλάσσας, ἂν τὸν Ἰουστινιανὸν δήσας δεσμοῖς ἀρρήκτοις ἀπεμπολήσειεν αὐτῷ τρίδουλον ὡς οἰκέτην, ἤγουν αὐτοῦ τὴν κεφαλὴν ἀποτεμὼν ἐκπέμψῃ. ἀκούει ταῦθ' ὁ βάρβαρος ἐκεῖνος ὁ χαγάνος, τῷ τῶν χρημάτων ἔρωτι πυροῦται τὴν καρδίαν (καὶ τί γὰρ ἢ τριβάρβαρος χαγάνος σκυθογνώμων;) ἀπάνθρωπον βουλεύεται βουλὴν καὶ θηριώδη εἰς προσγενῆ καὶ τὸ μηδὲν αὐτὸν ἠδικηκότα, καὶ τῷ ζητοῦντι μελετᾷ τὸν δυστυχῆ προέσθαι. χρυσὲ προδότα, πάντολμε, δύστροπε, κακεργάτα, καὶ φίλων ἀπεμπολητὰ καὶ γένους ἀναιρέτα, τί τοῦτο; πῶς παλιμπετεῖς καὶ παλιμβόλους τίθης; πῶς δὲ πρὸς ἀλλοπρόσαλλον γνώμην μεταβιβάζεις τοὺς ἀποικίλους τοὺς ἁπλοῦς ὑπὸ θεοῦ πλασθέντας; ἀλλὰ τὸ μέλλον, ὥς φασι, καὶ τὸ κεκυρωμένον οὐ τεῖχος σχίσει σιδηροῦν, οὐ τοῦ πυρὸς ἡ γνάθος. ὁ γὰρ Ἰουστινιανὸς τοὺς δόλους τοῦ χαγάνου καὶ τὰς βουλὰς ἀναμαθὼν ἐκεῖθεν δραπετεύει, καὶ προσεταιρισάμενος ἁδραῖς ἐπαγγελίαις τὸν Τέρβελιν τὸν ἄρχοντα τοῦ τῶν Βουλγάρων ἔθνους καταλαμβάνει σὺν αὐτῷ τὴν Βυζαντίδα χθόνα, Βουλγάρων ἐπαγόμενος μυρίους λεγεῶνας. ὀλίγοις δὲ τῶν ἀμφ' αὐτὸν τὸ βούλευμα πιστεύσας καὶ σὺν αὐτοῖς ὑποδραμὼν σωλῆνας ὑδρορρόους τὴν εἰς τὴν πόλιν πάροδον ἐντέχνως ὑποκλέπτει, καὶ δεύτερον ἀρχηγετεῖ καὶ ζώννυται τὸ κρότος. τὰς δ' ἐπὶ τούτοις συμφορὰς τίς παραστήσει λόγος; τῷ μὲν Βουλγάρων ἄρχοντι πληροῖ τὰς ὑποσχέσεις καὶ δωρεαῖς ἀμείβεται πολλῷ δαψιλεστέραις, πυρὶ δὲ δίδωσι συχνοὺς τῶν περιλάμπρων οἴκους, καὶ διαρπάζει χρήματα, καὶ δίκην βοσκημάτων τῶν μεγιστάνων πλείονας οἴκτιστα καταθύει. καὶ δὴ καὶ τὸν Λεόντιον κτείνει σὺν Ἀψιμάρῳ οἷα λῃστὰς καὶ συλευτὰς αὐτοῦ τῆς σκηπτουχίας. οὕτω κακοὶ τοῖς ὀφθαλμοῖς ὑπόκεινται τῆς δίκης· κἂν παραυτίκα φύγωσι τὰ τῆς ποινηλασίας, ἀλλ' ὕστερον ὑπέχουσι μείζονας τὰς κολάσεις. οὐ μόνοις δὲ τοῖς ἀρχηγοῖς τούτοις τῆς τυραννίδος ἐπέσεισε τὸν σίδηρον ἐκδικητὴν ὧν ἔτλη, ἀλλά γε καὶ Καλλίνικον αἰκίσας καὶ χλευάσας, τὸν ἀρχιερατεύοντα ταύτης τῆς βασιλίδος, καὶ παιδαρίων θέμενος ὕβριν μωρονηπίων, τέλος ἀπέσβεσεν αὐτοῦ τοῦ σώματος τοὺς λύχνους· ἦν γάρ τοι καὶ συναίτιος καὶ ῥέκτης καὶ συνίστωρ τῶν εἰς Ἰουστινιανὸν ποτὲ τετολμημένων. οὐ μὴν ἀλλὰ καὶ κατὰ νοῦν βαλλόμενος ὁ κράτωρ ὅσας ἐκέρασαν αὐτῷ κύλικας πικροπότους οἱ τῶν ὁρίων κάτοικοι τῆς Ποντικῆς Χερσῶνος, ὅτε διῆγε παρ' αὐτοῖς ἀπελαθεὶς τοῦ κράτους, ποτὲ μὲν ἀποσκώπτοντες, ποτὲ δὲ δυσφημοῦντες καὶ βέλεσιν ὀνειδισμῶν κεντοῦντες κακογλώσσων, ποτὲ βυσσοδομεύοντες βουλὰς κακομηχάνους, ὡς ἢ τοῖς σπλάγχνοις τοῖς αὐτοῦ βάψαιεν τὰς μαχαίρας ἢ καὶ δεσμώτην ἄθλιον πέμψειαν Ἀψιμάρῳ,- ταῦτ' οὖν Ἰουστινιανὸς τοῖς λογισμοῖς ἐγγράφων, καὶ καθ' αὑτὸν ἀνατυπῶν καὶ ζωγραφῶν τοὺς τύπους, καὶ πικραινόμενος αὐτοῖς οἷα βαρβαροτρόποις πέμπει στρατὸν ναυσίπλοον, κελεύων ἀποσφάττειν ἅπαν τὸ γένος ἡβηδὸν τῶν προλελυπηκότων, καὶ φείδεσθαι μὴ γυναικῶν, μὴ τῶν ὑποτιτθίων, μὴ γηραιῶν, μὴ νεαρῶν, μὴ πρεσβυγενεστέρων· οὕτω βαρὺς ἐκάχλαζεν ὁ κατ' ἐκείνων χόλος. ἦν γοῦν ἀξιοπένθητον Χερσωνιτῶν τὸ πάθος, καὶ συγκινοῦν εἰς οἰμωγὰς τοὺς φιλανθρωποτέρους, ὑπερενίκα Βηθλεὲμ τοὺς πολυστόνους πόνους καὶ στοναχὰς βαρυαλγεῖς, βοὰς πολυστενάχους. ἐκεῖ μὲν γὰρ ἡ βρεφικὴ καὶ μόνη
49