49
ταῖς θυσίαις. Οὕτω καὶ Πέτρος πολλὰ περὶ γεέννης διαλεχθεὶς, τότε μάλιστα αὐτοὺς ἔπληξεν, ὅτε τοὺς κολασθέντας εἰς μέσον ἤγαγε, καὶ πρὸ τῶν ὀφθαλμῶν τὴν τιμωρίαν ἔδειξε τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας· ὅπερ οὖν καὶ Παῦλος ἐποίει ἐπὶ τοῦ μάγου. Καὶ ἑτέρῳ δὲ τρόπῳ κατασκευάζει τὸ τοιοῦτον, ὅτε τῶν ἐν τῇ ἐρήμῳ μέμνηται, λέγων οὕτως· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν, καὶ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πόμα πνευματικὸν ἔπιον· ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, ἀλλ' ἀπώλοντο καὶ κατέπεσον. Ἐπειδὴ γὰρ περὶ μελλόντων διελέγετο, γεέννης λέγω, καὶ κολάσεως, καὶ τιμωρίας, ἀπὸ τῶν παρελθόντων καὶ τὴν περὶ ἐκείνων ἀπόδειξιν φέρει, αὐτοὺς τοὺς κολασθέντας εἰς μέσον ἄγων, τοὺς ὑπὸ τῶν ὄφεων, τοὺς ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ ∆αυῒδ, εἴτε περὶ τοῦ Ἀχιτόφελ, εἴτε περὶ τοῦ Ἀβεσσαλὼμ λέγων. Τινὲς μὲν οὖν περὶ τοῦ Ἀχιτόφελ φασὶν εἰρῆσθαι. Οὐ γὰρ ἦν τοῦ αὐτοῦ λέγειν, Φείσασθέ μοι τοῦ παιδαρίου Ἀβεσσαλώμ· καὶ μετὰ τὸ πάθος, Τίς δῴη μοι θάνατον ἀντὶ σοῦ; καὶ ταῦτα νῦν λέγειν· ἀλλ' ἐκεῖνα μὲν ὑπὸ τῆς φύσεως κατεχόμενος ἔλεγε· νῦν δὲ ὑπὸ τοῦ Πνεύματος ἔνθους γενόμενος. Πλὴν εἴτε περὶ τοῦ Ἀβεσσαλὼμ, εἴτε περὶ τοῦ Ἀχιτόφελ εἴρηται, σκοπητέον τὰ εἰρημένα· οὐ γὰρ πολύς μοι περὶ τῶν προσώπων ὁ λόγος. ιγʹ. Τί οὖν ἐντεῦθεν μανθάνομεν; ∆είκνυσιν, ὅτι ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται· καὶ καθάπερ αἱ ὠδίνουσαι γυναῖκες ὑπὸ τῶν ὠδίνων διακόπτονται, οὕτω καὶ ὁ δόλον ἐργαζόμενος, πρὶν ἢ τὸν πλησίον ἀδικῆσαι, αὐτὸς διακόπτεται καὶ ὀδυνᾶται, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς δριμύτητος. ∆ιὸ καὶ τὸ πικρὸν τῆς ὀδύνης παραστῆσαι βουλόμενος, ὠδῖνα τὸ πρᾶγμα ἐκάλεσεν. Ὅπου γὰρ ἐὰν βούληται ἡ Γραφὴ ἀφόρητόν τινα ἡμῖν ὀδύνην ἐνδείξασθαι, τῷ ὀνόματι τῆς ὠδῖνος αὐτὴν ὑπογράφει. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν, Ὠδῖνες ἔλαθον κατοικοῦντας Φυλιστιεὶμ, τουτέστι, φόβος, τρόμος, πόνος, ὀδύνη. Καὶ πάλιν ὁ Παῦλος· Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχού 55.101 σῃ. Ἐνταῦθα δύο αἰνίττεται, καὶ τὸ ἀφόρητον, καὶ τὸ ἀπροσδόκητον. Καὶ ὁ Ἐζεκίας· Ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν, τὸν ἀφόρητον αὐτοῦ φόβον καὶ πόνον διὰ τῆς ὠδῖνος ἐνδεικνύμενος. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ προφήτης. Κἂν γὰρ μυριάκις πονηρός τις ᾖ, τὸ κριτήριον τοῦ συνειδότος οὐ διαφθείρεται· φυσικὸν γάρ ἐστι, καὶ παρὰ τοῦ Θεοῦ ἡμῖν τὴν ἀρχὴν ἐντεθέν. Κἂν μυρία φιλονεικήσωμεν, ἐφέστηκεν ἐκεῖνο καταβοῶν, κολάζον, καταδικάζον, καὶ οὐδείς ἐστι τῶν ἐν κακίᾳ ζώντων, ὃς οὐ μυρίαν ὀδύνην ὑπομένει, καὶ βουλευόμενος τὰ κακὰ, καὶ εἰς ἔργον ἐκφέρων τὴν βουλήν. Τί γὰρ τοῦ Ἀχαὰβ πονηρότερον; Ἀλλ' ὅμως ἐκεῖνος ἐπιθυμήσας τοῦ ἀμπελῶνος, ἐννόησον πόσην ὀδύνην ἔσχε. Βασιλεὺς γοῦν ὢν καὶ πάντων κρατῶν, καὶ οὐδένα ἔχων ἀντιλέγοντα, ἐπειδὴ τοῦ συνειδότος τὴν ψῆφον οὐκ ἤνεγκεν, εἰσῆλθε σκυθρωπάζων, κάτω κύπτων, συγκεχυμένος, πολλὴν ἀχλὺν ἐπὶ τῆς ὄψεως φέρων, τῆς ἀπὸ τοῦ συνειδότος καταδίκης τὸν ἔλεγχον ἐπὶ τοῦ προσώπου κηρύττων, καὶ οὐ δυνάμενος συσκιάσαι τὴν ἀπὸ τῆς ἀθυμίας ἐγγενομένην αὐτῷ ὀδύνην. Οὕτω γοῦν καὶ ἀπὸ τῆς γυναικὸς ἐγένετο κατάφωρος. Ὁ μέντοι προδότης, ὁ πρὸς τοσαύτην ἐξοκείλας πονηρίαν, ἐπειδὴ τὴν ὀδύνην οὐκ ἤνεγκε τὴν ἀπὸ τοῦ κριτηρίου τοῦ συνειδότος, καὶ βρόχον ἀνῆψε, καὶ οὕτω τὸν βίον κατέλυσεν. Ὥσπερ οὖν ὁ ἐν πονηρίᾳ τοσαῦτα πάσχει, οὕτως ὁ ἐν ἀρετῇ γαλήνης ἀπολαύει καὶ ἀταράχου διανοίας. Σκόπει δέ. Εἰ βουληθῇ τίς τινα ἀμύνασθαι, ἢ ἄρξαι χειρῶν ἀδίκων, ὅρα πόσα