νηπιότης ταῖς φονευτρίαις εἰς σφαγὴν ὑπέκειτο παλάμαις· ἐνταῦθα δὲ τριπέμπελοι, πρωθῆβαι, νεανίαι, γυναῖκες ἁπαλόχροοι, κορίσκαι, μειρακίσκοι, φύρδην κατεμελίζοντο καθάπερ ἐν μακέλλῳ. ὀλολυγὴ δὲ πανταχοῦ καὶ γόος ὀξυβόας. καὶ λόφοι μὲν ἀντίδουπα τοῖς θρηνηταῖς ἀντήχουν, ἀκταὶ δὲ κυματόκλυστοι δεινὸν ἀντεπερρόθουν. οὕτω μὲν οὖν εἰς Σκυθικήν, ὅ φασιν, ἐρημίαν Χερσὼν ἡ πολυάνθρωπος αἴφνης μετεποιήθη, καὶ γέγονε πολυχανδὴς Ἅιδου γαστὴρ πανδόχου καὶ τάφος μυριόνεκρος καὶ τοῦ θανάτου πύλη. ὁ βασιλεὺς δ' ἀκηκοὼς ὅτι τῶν βρεφυλλίων τῶν τρυφερῶν καὶ νεογνῶν οἶκτος ἐγένετό τις, φλεγμαίνει πλέον τῷ θυμῷ, καίεται τῇ μανίᾳ. κότος οὐκοῦν βαρύμηνις κατὰ τῶν φεισαμένων, καὶ τιμωρίας κατ' αὐτῶν ἀπόφασις αὐτίκα. καὶ πάλιν ἦν ναυστόλησις ἀκάτων γοργοπλόων, καὶ στράτευμα μυρίανδρον ὥσπερ εἰς πολεμίαν, καὶ σὺν αὐτῷ Φιλιππικός, ὃν ἔλεγον Βαρδάνην, ἀρχηγετήσων τοῦ στρατοῦ καὶ τὸν λαὸν κοσμήσων, ὡς ἂν συνεκκεντήσωσι ῥομφαίαις καὶ τὰ βρέφη, κἂν ἄρτι πρώτως βλέποιεν τὸ κάλλος τῆς ἡμέρας, κἂν γάλακτος ποτίζοιντο συρμάδας βρεφοτρόφους, καὶ ταῖς βουσὶ πολεύσωσι πάσας τὰς λεωφόρους, καὶ περιαυλακίσωσιν αὐτῶν τὰς πεδιάδας, καὶ θήσωσιν εἰς ἔρημον τὴν πρὶν εὐθηνουμένην, τὰς ἀγυιὰς εἰς ἄρουραν στάχυσι βριθομένην, τὴν πόλιν πολυάνδριον, ἀφανισμοῦ πεδίον. τοῦτο κακῶν παραίτιον γέγονε τῷ κρατοῦντι, καὶ πάλιν πειρατήρια, καὶ πάλιν τρικυμίαι καὶ κλύδωνες ἐπάφλασαν ἀγριοπνόου βίας. ἡ γὰρ στρατεύσιμος ἰσχὺς ἡ νεναυστοληκυῖα τὴν γνώμην τὴν ἀπάνθρωπον ἐκείνου μυσαχθεῖσα ὡς τίγριν ἀγριόθυμον, ὡς λύκον αἱμοβόρον, εὑροῦσα καὶ Χερσωνιτῶν τοὺς ὑπολελειμμένους ἀφηνιάσαντας αὐτοῦ καὶ βλέψαντας εἰς στάσιν, ὡς λῆρον μὲν λογίζονται τὰ διατεταγμένα (κηλῖσι γὰρ οὐκ ἤθελον καταχρανθῆναι τόσαις). ἄνακτα δὲ καὶ κράτορα Φιλιππικὸν ποιοῦσι, καὶ στέφος περιβάλλουσι τῆς σκηπτροκρατορίας. Ὁ γοῦν Ἰουστινιανὸς ἐκταραχθεὶς τῷ φόβῳ, καὶ τὴν βραδύπλοιαν αὐτῶν καὶ τὴν ἀργοπορίαν εἰς οἰωνὸν ἀπαίσιον θέμενος ὡς ἀγχίνους, αὐτὸς αὐτῷ χερσοπορεῖ μέχρι καὶ τῆς Σινώπης, στρατὸν συνεπαγόμενος ὁπλίτην πεζοπόρον, ὡς μὴ νεωτερίσαιεν οἱ προεκπεπλευκότες. καὶ βλέψας ἐπὶ τῆς ὑγρᾶς ἀκάτους λαιφοπτέρους καὶ σκάφη πελαγόπλοα, τριήρεις ὑγροπόρους, ταχυπλοούσας καὶ φοροῖς πνεύμασι φερομένας, δονεῖται μὲν τοὺς λογισμοὺς καὶ τὴν ψυχὴν σοβεῖται, καὶ παλιμπόρευτος εὐθὺς ἀνθυποστρέφειν τρέχει, ἵππων ὠκέων ἐπιβὰς πτηνῶν ἀελλοπόδων, εἰ δυνατόν, καὶ πτερωτὸς εὐχόμενος γενέσθαι. ἀλλὰ τὸ πνεῦμα τὸ φορὸν τῆς γοργοπλόου τύχης ταχυναυτεῖν ἐποίησε τὰς ποντοπλόους σκάφας. στόλῳ μὲν οὖν Φιλιππικὸς χρώμενος ὠκυπτέρῳ προφθάνει τὴν βασίλισσαν πόλιν καταταχήσας, καὶ κατασχὼν καὶ παρελθὼν ἔσω τῶν βασιλείων τὸ στέφος περιτίθεται τῆς αὐτοκρατορίας. ὁ δέ γε ῥινολώβητος αὐτάναξ ὑστερήσας οἷα τριβόμενος ὁδοῖς δυσβάτοις δυσεξόδοις καὶ τόποις φαραγγώδεσι καὶ λόφοις ἀποκρήμνοις, ἀντιστρατοπεδεύεται πρὸς ὄρεσι γηλόφοις, ἅπερ κατὰ συνήθειαν φαμὲν τοῦ ∆αματρύος. καὶ τοίνυν ὁ Φιλιππικὸς ἐκπέμπει ταγματάρχας αὐτῷ πολεμησείοντας ἀντενωπίοις μάχαις· οἳ βλέψαντες τὴν λεοντῆν, τὴν ἐκ τῶν στρατευμάτων ἰσχύν, μὴ φθάνουσαν εἰς πᾶν τὸ σῶμα τοῦ πολέμου, ἀλωπεκῆν προσέρραψαν τὴν ἐκ δολιευμάτων, καὶ τὸν λαὸν τὸν σὺν αὐτῷ θηλύναντες ἐλπίσι ζωγροῦσι τὸν τρισάθλιον. τὰ δ' ἐπὶ τούτοις οἷα; λαιμοτομοῦσιν ὥσπερ βοῦν ἄφωνον ἐπὶ φάτνης, καὶ τοῦ θυμοῦ τὸν καχλασμὸν καὶ τῆς ὀργῆς τὴν ῥύμην ὅλην κενοῦσι κατ' αὐτοῦ κύκλῳ περιλαβόντες, ὥσπερ λέων, ἂν εἴποι τις, μάρψας νεβρὸν ἐλάφου. τὸν παῖδα δὲ Τιβέριον αὐτοῦ καταλαβόντες προσπεφευγότα τῷ ναῷ τῆς μητρανάνδρου κόρης, ἀπέσπασάν τε τοῦ νεὼ (φεῦ τοῦ φρικωδεστάτου! ὑπῆρχε δὲ Τιβέριος εἰσέτι παιδαρίσκος) καὶ τῇ φλιᾷ προσέρρηξαν ἐπ' ἴσης σκυλακίῳ, καὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἠλόησαν ὡς σῖτον. ἔρρει δ' ἐγκέφαλος χαμαί, πρᾶγμα
50