50
πάσχει δεινά. Πληροῦται θυμοῦ, διακόπτεται ὑπὸ ὀργῆς, μυρία κύματα κινεῖ λογισμῶν, ὁδοὺς ἔρχεται μυρίας, φόβος ἔπεισι καὶ ἀγωνία καὶ τρόμος, τοῦ θυμοῦ διακόπτοντος, τοῦ φόβου κατασείοντος, πῶς ἐπιτύχῃ, πῶς ἐπεξέλθῃ· καὶ πρὸ τοῦ μέλλοντος ἀδικεῖσθαι, ἑαυτὸν ἀπόλλυσιν. Ὁ δὲ ἐκβαλὼν τὴν ὀργὴν, ἁπάντων ἀπήλλακται τούτων· καὶ μάλα εἰκότως. Τούτου γὰρ αὐτὸς κύριός ἐστι, καὶ τὸ πᾶν ἀπήρτισεν· ἐκείνου δὲ οὐκ ἔτι, ἀλλὰ καὶ καιροῦ χρεία, καὶ τόπου, καὶ δόλου, καὶ κακουργίας, καὶ ὅπλων, καὶ μηχανημάτων, καὶ προσκρουσμῶν, καὶ κολακείας, καὶ δουλείας, καὶ ὑποκρίσεως. Ὁρᾷς πῶς εὔκολον ἡ ἀρετὴ, δύσκολον δὲ ἡ κακία; πῶς τὸ μὲν ἀτάραχον, τὸ δὲ θορύβων γέμον; Ταύτην τοίνυν ὑπογράφων ὁ Προφήτης ἔλεγεν· Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Ἐντεῦθεν δείκνυται, ὅτι οὐ κατὰ φύσιν ἡμῖν ἡ ἀδικία, ἀλλὰ καὶ ἀλλότριόν τι. ∆ιὸ καὶ βαρύνει, καὶ ἕως ἂν ἀπαλλαγῶμεν, ὠδῖσι περιβάλλει. Ἐπεὶ καὶ τὸ ἔμβρυον ἕως ἂν ἀπαρτίζηται, κατὰ φύσιν ἔγκειται τῇ γαστρί· διὰ τοῦτο καὶ μένει, καὶ πόνον οὐκ ἔχει. Μετὰ δὲ τὸ τελεσθῆναι, ἐὰν ἔνδον μένῃ, παρὰ φύσιν ἐστὶν ἡ διατριβή· ὅθεν καὶ ὠδῖνες γίγνονται. ∆ιόπερ ἡ φύσις ἐνοχλουμένη βιάζεται ἐξωθήσασθαι, ἅτε ἐργασαμένη τὸ πᾶν καὶ ἀπαρτίσασα, καὶ οὐκ ἔτι δυναμένη φέρειν. Ἀλλ' ἐκεῖ μὲν πρῶτον σύλληψις γίνεται, καὶ τότε ὠδίς· ἐνταῦθα δὲ πρῶτον ὠδίνησε, καὶ τότε συνέλαβε καὶ ἔτεκε. Τί οὖν οὖν ἐστιν εἰπεῖν; Ὅτι ἐκεῖ μὲν ἐν καιρῷ τοῦ τόκου ἡ ὠδὶς, ἐνταῦθα δὲ ἐξ ἀρχῆς ἡ ὠδίς. Ὁμοῦ τε γὰρ ἐβουλεύσατό τίς τι πονηρὸν, καὶ πρὶν ἢ πῆξαι τῇ διανοίᾳ, θόρυβος καὶ ταραχὴ κατὰ τὴν διάνοιαν. Ἐπὶ 55.102 μὲν γὰρ τῆς γυναικὸς τὸ καταβληθὲν ἅπαξ σπέρμα αὐτὸ καὶ διαπλάττεται πρὸς τὴν σύστασιν τοῦ τικτομένου· ἐπὶ δὲ τῶν δόλους ῥαπτόντων σήμερον οὗτος κατεβλήθη ὁ λογισμὸς, καὶ πάλιν αὔριον ἕτερος· καὶ μυρίαι καταβολαὶ τῶν πονηρῶν τούτων πραγμάτων, καὶ καθ' ἑκάστην ἡμέραν συλλήψεις καὶ ὠδῖνες διαφθείρουσαι τὴν ταῦτα τίκτουσαν διάνοιαν. Οὐ γὰρ τοιοῦτος ὁ τόκος, οἷος ἐπὶ τῶν γυναικῶν· ἀλλ' ὥσπερ ἐπὶ τῶν ἐχιδνῶν, τὴν μήτραν διασπῶσι, καὶ τὰ πλευρὰ διακόπτοντα τὰ παιδία πρόεισιν· οὕτω καὶ ἐπὶ τῶν δόλων καὶ ἐπὶ τῆς ἀδικίας. Ἀλλὰ κἂν μυρία φιλονεικήσωμεν, οὐ δυνησόμεθα παραστῆσαι τῷ λόγῳ τὴν ἀλγηδόνα, ἣν ὑπομένουσιν οἱ κακοί. ∆ιὸ καί τίς φησιν· Ὁ δὲ κακὸς μόνος ἀντλήσει τὰ κακά. Τί γὰρ χαλεπώτερον καὶ ἀλγεινότερον τοῦ βασκαίνοντος, τοῦ ἐπιβουλεύοντος, τοῦ τῶν ἀλλοτρίων ἐφιεμένου; ∆ημίου παντὸς χαλεπώτερον τὰ πάθη ταῦτα τὴν ψυχὴν καταξαίνει. ιδʹ. Ὥστε εἰκότως ὠδῖνας ἐκάλεσε τοὺς τοιούτους λογισμούς. Ἀλλ' ὥσπερ αἱ γυναῖκες ἀπὸ συνουσίας τίκτουσι, κἂν μὲν ὑγιεινὰ τὰ σώματα ᾖ, τοιαῦτα εἰκότως καὶ τὰ τικτόμενα· ἂν δὲ διεφθαρμένα, μιμεῖται τῶν γονέων τὴν φύσιν· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν. Κἂν μὲν ἀγαθοῖς συγγένῃ, τοιαῦτα ἔσται καὶ τὰ ἔκγονα· ἂν δὲ πονηροῖς, καὶ μὴ προσέχῃς, πολλὴν ἐκεῖθεν λήψῃ τὴν λύμην. Ἄκουσον γοῦν ὁ προφήτης τί φησιν· Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. Ἐπὶ δὲ τῶν ἐκ τοῦ διαβόλου· Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Φεύγωμεν τοίνυν τοὺς πονηρούς. Πῶς γὰρ οὐκ ἄτοπον, ἐξὸν ἀπὸ τῶν τοῦ Θεοῦ προσταγμάτων καὶ συλλαβεῖν καὶ τεκεῖν, μὴ βούλεσθαι, ἀλλὰ τὰς τῶν πονηρῶν συνουσίας διώκειν, ταὐτὸν ποιοῦντας, ὥσπερ ἂν γυναῖκα, ἔχουσαν ἐξουσίαν βασιλεῖ συναφθῆναι, μὴ ἀνέχεσθαι, ἀλλ' ἀντ' ἐκείνου λῃστὴν καὶ τοιχωρύχον αἱρεῖσθαι λαβεῖν σύνοικον; Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. Πάλιν ταῖς μεταφοραῖς κέχρηται, ὥσπερ διὰ τῆς ὠδῖνος τὸν πόνον δηλῶν, οὕτω διὰ τοῦ λάκκου τὸ δυσαπάλλακτον ἐνδεικνύμενος. Καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. Ὅπερ ἕτερός φησιν· Ὁ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ, ἐμπεσεῖται εἰς αὐτόν. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ